ΛΟΓΟΣ ΙΖʹ. Εἰς τὰ ἅγια Φῶτα.

 Αʹ. Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον μυστήριον οὐκ ἀπατηλὸν, οὐδ' ἄκοσμον, οὐδὲ τῆς Ἑλληνικῆς πλάνης, καὶ μέθης (οὕτω γὰρ ἐγὼ καλῶ τὰ ἐκείνων

 Βʹ. Τοιγαροῦν ἀκούσατε θείας φωνῆς, ἐμοὶ μὲν καὶ λίαν σφοδρῶς ἐνηχούσης, τῷ μύστῃ καὶ μυσταγωγῷ τῶν τοιούτων, εἴη δὲ καὶ ὑμῖν: Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσ

 Γʹ. Μή τις τοιαύτη κάθαρσις νομικὴ καὶ σκιώδης, προσκαίροις ῥαντίσμασιν ὠφελοῦσα, καὶ σποδῷ δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους μή τι τοιοῦτο μυστ

 Δʹ. Οὐ Διὸς ταῦτα γοναὶ καὶ κλοπαὶ, τοῦ Κρητῶν τυράννου, κἂν Ἕλληνες ἀπαρέσκωνται: οὐδὲ Κουρήτων ἦχοι, καὶ κρότοι, καὶ ὀρχήσεις ἔνοπλοι, Θεοῦ κλαίοντο

 Εʹ. Ποῦ δὲ θήσεις τὴν Πέλοπος κρεουργίαν, πεινῶντας θεοὺς ἑστιῶσαν, καὶ φιλοξενίαν πικρὰν καὶ ἀπάνθρωπον ποῦ δὲ Ἑκάτης τὰ φοβερὰ καὶ σκοτεινὰ φάσματα

 #2ʹ. Ἐῶ γὰρ λέγειν ἑρπετῶν καὶ κνωδάλων τιμὰς καὶ τὸ τῆς ἀσχημοσύνης φιλότιμον: ὧν καθ' ἕκαστον ἰδία τις τελετὴ καὶ πανήγυρις, καὶ κοινὸν τὸ τῆς κακοδ

 Ζʹ. Ταῦτα μὲν οὖν παιζέτωσαν Ἑλλήνων παῖδες, καὶ δαίμονες, παρ' ὧν ἐκείνοις ἡ ἄνοια, τὴν τοῦ Θεοῦ τιμὴν εἰς ἑαυτοὺς μεθελκόντων, καὶ ἄλλους ἄλλως κατα

 Ηʹ. Ἡμῖν δὲ ὥσπερ ἐχαρίσθη τὸ φυγοῦσι τὴν δεισιδαίμονα πλάνην, μετὰ τῆς ἁληθείας γενέσθαι, καὶ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τὴν κτίσιν ὑπερανα

 Θʹ. Διὰ τοῦτο καθαρτέον ἑαυτὸν πρῶτον, εἶτα τῷ καθαρῷ προσομιλητέον: εἴπερ μὴ μέλλοιμεν τὸ τοῦ Ἰσραὴλ πείσεσθαι, μὴ φέροντος τὴν δόξαν τοῦ προσώπου Μω

 Ιʹ. Ὁ γὰρ αὐτὸς Λόγος, καὶ φοβερὸς τοῖς οὐκ ἀξίοις διὰ τὴν φύσιν, καὶ χωρητὸς διὰ φιλανθρωπίαν τοῖς οὕτως ηὐτρεπισμένοις: ὅσοι τὸ ἀκάθαρτον καὶ ὑλικὸν

 ΙΑʹ. Ἐπεὶ δὲ ἀνεκαθήραμεν τῷ λόγῳ τὸ θέατρον, φέρε τι περὶ τῆς ἑορτῆς ἤδη φιλοσοφήσωμεν, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις καὶ φιλοθέοις ψυχαῖς. Ἐπεὶ

 ΙΒʹ. Ἡμῖν δὲ, εἰς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα: τοῦ ἐξ οὗ, καὶ δι'

 ΙΓʹ. Ἐπεὶ δὲ οὕτω ταῦτα, ἢ τοῦτο, ἔδει δὲ μὴ τοῖς ἄνω μόνον τὴν προσκύνησιν περιγράφεσθαι, ἀλλ' εἶναί τινας καὶ κάτω προσκυνητὰς, ἵνα πληρωθῇ τὰ πάντα

 ΙΔʹ. Τῇ μὲν οὖν γεννήσει τὰ εἰκότα προεορτάσαμεν, ἐγώ τε ὁ τῆς ἑορτῆς ἔξαρχος, καὶ ὑμεῖς, καὶ πᾶν ὅσον ἐγκόσμιον τε καὶ ὑπερκόσμιον. Μετὰ ἀστέρος ἐδρά

 ΙΕʹ. Πλὴν Ἰωάννης βαπτίζει, πρόσεισιν Ἰησοῦς: ἁγιάσων τυχὸν μὲν καὶ τὸν βαπτιστήν: τὸ δὲ πρόδηλον, πάντα τὸν παλαιὸν Ἀδὰμ, ἵν' ἐνθάψῃ τῷ ὕδατι: πρὸ δὲ

 Ι#2ʹ. Ἀλλὰ καὶ ἄνεισιν Ἰησοῦς ἐκ τοῦ ὕδατος. Συναναφέρει γὰρ ἑαυτῷ τὸν κόσμον, καὶ ὁρᾷ σχιζομένους τοὺς οὐρανοὺς, οὓς ὁ Ἀδὰμ ἔκλεισεν ἑαυτῷ τε καὶ τοῖ

 ΙΖʹ. Ἐπεὶ δὲ βαπτίσματος ἡ πανήγυρις, καὶ δεῖ μικρόν τι προσκακοπαθῆσαι τῷ δι' ἡμᾶς μορφωθέντι, καὶ βαπτισθέντι, καὶ σταυρωθέντι, φέρε, τὶ περὶ διαφορ

 ΙΗʹ. Ἐγὼ μὲν οὖν (ἄνθρωπος εἶναι γὰρ ὁμολογῶ, ζῶον τρεπτὸν καὶ ῥευστῆς φύσεως), καὶ δέχομαι τοῦτο προθύμως, καὶ προσκυνῶ τὸν δεδωκότα, καὶ τοῖς ἄλλοις

 ΙΘʹ. Ἀλλ' οὐ μετὰ τὸ βάπτισμα ταῦτα. Τίς ἡ ἀπόδειξις ἢ δεῖξον, ἢ μὴ κατάκρινε. Εἰ δὲ ἀμφίβολον, νικάτω τὸ φιλάνθρωπον. Ἀλλὰ Ναυάτος, φησὶν, οὐκ ἐδέξα

 Κʹ. Ἡμεῖς δὲ τιμήσωμεν τὸ Χριστοῦ βάπτισμα σήμερον, καὶ καλῶς ἑορτάσωμεν, μὴ γαστρὶ τρυφῶντες, ἀλλὰ πνευματικῶς εὐφραινόμενοι. Τρυφήσωμεν δὲ πῶς Λούσ

X.  For the same Word is on the one hand terrible through its nature to those who are unworthy, and on the other through its loving kindness can be received by those who are thus prepared, who have driven out the unclean and worldly spirit from their souls, and have swept and adorned their own souls by self-examination, and have not left them idle or without employment, so as again to be occupied with greater armament by the seven spirits of wickedness…the same number as are reckoned of virtue (for that which is hardest to fight against calls for the sternest efforts)…but besides fleeing from evil, practise virtue, making Christ entirely, or at any rate to the greatest extent possible, to dwell within them, so that the power of evil cannot meet with any empty place to fill it again with himself, and make the last state of that man worse than the first, by the greater energy of his assault, and the greater strength and impregnability of the fortress.  But when, having guarded our soul with every care, and having appointed goings up in our heart,40    Ps. lxxxiv. 5. and broken up our fallow ground,41    Jer. iv. 3. and sown unto righteousness,42    Prov. xi. 18. as David and Solomon and Jeremiah bid us, let us enlighten ourselves with the light of knowledge, and then let us speak of the Wisdom of God that hath been hid in a mystery,43    2 Cor. ii. 6. and enlighten others.  Meanwhile let us purify ourselves, and receive the elementary initiation of the Word, that we may do ourselves the utmost good, making ourselves godlike, and receiving the Word at His coming; and not only so, but holding Him fast and shewing Him to others.

Ιʹ. Ὁ γὰρ αὐτὸς Λόγος, καὶ φοβερὸς τοῖς οὐκ ἀξίοις διὰ τὴν φύσιν, καὶ χωρητὸς διὰ φιλανθρωπίαν τοῖς οὕτως ηὐτρεπισμένοις: ὅσοι τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα τῶν ψυχῶν ἀπελάσαντες, καὶ τὰς ἑαυτῶν ψυχὰς τῇ ἐπιγνώσει σαρώσαντες καὶ κοσμήσαντες, μηδὲ ἀργὴν, μηδὲ ἄπρακτον εἴασαν, ὥστε μετὰ πλείονος τῆς παρασκευῆς, αὖθις καταληφθῆναι ὑπὸ τῶν ἑπτὰ τῆς κακίας πνευμάτων, ὅσα καὶ τῆς ἀρετῆς ἀπηρίθμηται (τὸ γὰρ δυσμαχώτερον, περισπουδαστότερον): ἀλλὰ πρὸς τῷ φεύγειν τὴν κακίαν, καὶ τὴν ἀρετὴν ἐργάζονται, ὅλον τὸν Χριστὸν, ἢ ὅτι μάλιστα, ἑαυτοῖς εἰσοικίσαντες, ὥστε μηδενὶ κενῷ τὴν πονηρὰν δύναμιν ὁμιλήσασαν, ἑαυτῆς πάλιν πληρῶσαι, καὶ γενέσθαι τὰ ἔσχατα χείρονα τῶν πρώτων, διὰ τὸ τῆς καταδρομῆς σφοδρότερον, καὶ τὸ τῆς φρουρᾶς ἀσφαλέστερον καὶ δυσαλωτότερον. Ὅταν δὲ πάσῃ φυλακῇ τηρήσαντες τὴν ἑαυτῶν ψυχὴν, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διαθέμενοι, καὶ νεώσαντες ἑαυτοῖς νεώματα, καὶ σπείραντες εἰς δικαιοσύνην, ὡς Σολομῶντι, καὶ Δαβὶδ, καὶ Ἱερεμίᾳ δοκεῖ, φωτίσωμεν ἑαυτοῖς φῶς γνώσεως: τηνικαῦτα λαλῶμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, καὶ τοῖς ἄλλοις ἐκλάμπωμεν. Τέως δὲ καθαιρώμεθα καὶ προτελώμεθα τῷ Λόγῳ, ἵν' ὅτι μάλιστα αὐτοὺς ἡμᾶς εὐεργετῶμεν, θεοειδεῖς ἐργαζόμενοι, καὶ ἥκοντα τὸν Λόγον ὑποδεχόμενοι: οὐ μόνον δὲ, ἀλλὰ καὶ κρατοῦντες, καὶ τοῖς ἄλλοις προφαίνοντες.