ΛΟΓΟΣ ΜΑʹ. Τοῦ αὐτοῦ εἰς τὴν Πεντηκοστήν.

 Αʹ. Περὶ τῆς ἑορτῆς βραχέα φιλοσοφήσωμεν, ἵνα πνευματικῶς ἑορτάσωμεν. Ἄλλη μὲν γὰρ ἄλλῳ πανήγυρις: τῷ δὲ θεραπευτῇ τοῦ Λόγου λόγος, καὶ λόγων ὁ τῷ και

 Βʹ. Διὰ ταῦτα μὲν οὖν ἑορταστέον πνευματικῶς. Ἀρχὴ δὲ τοῦ λόγου (ῥητέον γὰρ, καὶ εἰ μικρόν τι παρεκβατικώτερος ἡμῖν ὁ λόγος, καὶ φιλοπονητέον τοῖς φιλ

 Γʹ. Τῆς δὲ τοῦ ἑπτὰ τιμῆς, πολλὰ μὲν τὰ μαρτύρια, ὀλίγα δὲ ἐκ πολλῶν ἡμῖν ἀρκέσει. Ὡς ἑπτὰ μὲν ὀνομαζόμενα τίμια Πνεύματα. Τὰς γὰρ ἐνεργείας, οἶμαι, τ

 Δʹ. Εἰ δὲ δεῖ καὶ τὰς παλαιὰς ἱστορίας σκοπεῖν, ἐννοῶ μὲν τὸν ἕβδομον ἐν προγόνοις Ἐνὼχ, τῇ μεταθέσει τετιμημένον. Ἐννοῶ δὲ τὸν εἰκοστὸν πρῶτον Ἀβραὰμ

 Εʹ. Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν. Καὶ τὸ μυστήριον ὅσον! ὡς μέγα τε καὶ σεβάσμι

 #2ʹ. Τὸ Πνεῦμα τὸ ἅγιον οἱ μὲν εἰς κτίσμα κατάγοντες, ὑβρισταὶ, καὶ δοῦλοι κακοὶ, καὶ κακῶν κάκιστοι. Δούλων γὰρ κακῶν, ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίσ

 Ζʹ. Εἰ μὲν οὐδὲ ἄκτιστον, ὦ οὗτοι, ὁμολογεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ ἄχρονον, τοῦ ἐναντίου πνεύματος σαφῶς ἡ ἐνέργεια: δότε γὰρ τῷ ζήλῳ τι καὶ παρατ

 Ηʹ. Μιᾶς Θεότητος, ὦ οὗτοι, τὴν Τριάδα ὁμολογήσατε, εἰ δὲ βούλεσθε, μιᾶς φύσεως: καὶ τὴν Θεὸς φωνὴν παρὰ τοῦ Πνεύματος ὑμῖν αἰτήσομεν. Δώσει γὰρ, εὖ ο

 Θʹ. Τὸ Πνεῦμα τὸ ἅγιον ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον: οὐ

 Ιʹ. Ὠδίνεις τὰς ἀντιθέσεις ἐγὼ δὲ τοῦ λόγου τὸν δρόμον. Τίμησον τὴν ἡμέραν τοῦ Πνεύματος: ἐπίσχες μικρὸν τὴν γλῶτταν, εἰ δυνατόν. Περὶ ἄλλων γλωσσῶν

 ΙΑʹ. Τοῦτο ἐνήργει, πρότερον μὲν ἐν ταῖς ἀγγελικαῖς καὶ οὐρανίοις δυνάμεσι, καὶ ὅσαι πρῶται μετὰ Θεὸν, καὶ περὶ Θεόν. Οὐ γὰρ ἄλλοθεν αὐταῖς ἡ τελείωσι

 ΙΒʹ. Διὰ τοῦτο, μετὰ Χριστὸν μὲν, ἵνα Παράκλητος ἡμῖν μὴ λείπῃ: Ἄλλος δὲ, ἵνα σὺ τὴν ὁμοτιμίαν ἐνθυμηθῇς. Τὸ γὰρ, ἄλλος, ἄλλος οἷος ἐγὼ, καθίσταται. Τ

 ΙΓʹ. Τοῦτο ἐκηρύχθη μὲν ὑπὸ τῶν προφητῶν, ὡς ἐν τῷ, Πνεῦμα Κυρίου ἐπ' ἐμέ: καὶ, Ἀναπαύσεται ἐπ' αὐτὸν ἑπτὰ Πνεύματα: καὶ, Κατέβη Πνεῦμα Κυρίου, καὶ ὡδ

 ΙΔʹ. Τοῦτο τὸ Πνεῦμα συνδημιουργεῖ μὲν Υἱῷ καὶ τὴν κτίσιν καὶ τὴν ἀνάστασιν. Καὶ πειθέτω σε τὸ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματ

 ΙΕʹ. Ἐλάλουν μὲν οὖν ξέναις γλώσσαις, καὶ οὐ πατρίοις, καὶ τὸ θαῦμα μέγα, λόγος ὑπὸ τῶν οὐ μαθόντων λαλούμενος: καὶ τὸ σημεῖον τοῖς ἀπίστοις, οὐ τοῖς

 Ι#2ʹ. Πλὴν ἐπαινετὴ μὲν καὶ ἡ παλαιὰ διαίρεσις τῶν φωνῶν (ἡνίκα τὸν πύργον ᾠκοδόμουν οἱ κακῶς καὶ ἀθέως ὁμοφωνοῦντες, ὥσπερ καὶ τῶν νῦν τολμῶσί τινες)

 ΙΖʹ. Ἐπεὶ δὲ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ εὐλαβεστάτοις Ἰουδαίοις, Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, Αἰγυπτίοις, καὶ Λίβυσι, Κρησί τε καὶ Ἄραψι, Μεσο

 ΙΗʹ. Καὶ ταῦτα προεξήτασται τοῖς φιλομαθέσιν, ἴσως οὐ περιέργως. Καὶ ὅτι ἂν ἄλλο συνεισφέρῃ τις εἰς τὴν παροῦσαν ἡμέραν, καὶ ἡμῖν τοῦτο ἔσται συνειλοχ

VIII.  Confess, my friends, the Trinity to be of One Godhead; or if you will, of One Nature; and we will pray the Spirit to give you this word God.  He will give it to you, I well know, inasmuch as He has already granted you the first portion and the second;39    i.e., inasmuch as He has granted you a right faith in the Consubstantiality and Unity of the Trinity, I am sure He will in time grant you the grace also to call Him by the Name of God. and especially if that about which we are contending is some spiritual cowardice, and not the devil’s objection.  Yet more clearly and concisely, let me say, do not you call us to account for our loftier word (for envy has nothing to do with this ascent), and we will not find fault with what you have been able to attain, until by another road you are brought up to the same resting place.  For we are not seeking victory, but to gain brethren, by whose separation from us we are torn.  This we concede to you in whom we do find something of vital truth, who are sound as to the Son.  We admire your life, but we do not altogether approve your doctrine.  Ye who have the things of the Spirit, receive Himself in addition, that ye may not only strive, but strive lawfully,40    2 Tim. ii. 5. which is the condition of your crown.  May this reward of your conversation be granted you, that you may confess the Spirit perfectly and proclaim with us, aye and before us, all that is His due.  Yes, and I will venture even more on your behalf; I will even utter the Apostle’s wish.  So much do I cling to you, and so much do I revere your array, and the colour of your continence, and those sacred assemblies, and the august Virginity, and purification, and the Psalmody that lasts all night41    The Constantinopolitan followers of Macedonius at the period were noted for their strict asceticism.  The attempt to revive the Night Office among the secular Clergy of the Diocese brought great odium on S. John Chrysostom a few years later. and your love of the poor, and of the brethren, and of strangers, that I could consent to be Anathema from Christ, and even to suffer something as one condemned, if only you might stand beside us, and we might glorify the Trinity together.  For of the others why should I speak, seeing they are clearly dead (and it is the part of Christ alone to raise them, Who quickeneth the dead by His own Power), and are unhappily separated in place as they are bound together by their doctrine; and who quarrel among themselves as much as a pair of squinting eyes in looking at the same object, and differ with one another, not in sight but in position—if indeed we may charge them only with squinting, and not with utter blindness.  And now that I have to some extent laid down your position, come, let us return again to the subject of the Spirit, and I think you will follow me now.

Ηʹ. Μιᾶς Θεότητος, ὦ οὗτοι, τὴν Τριάδα ὁμολογήσατε, εἰ δὲ βούλεσθε, μιᾶς φύσεως: καὶ τὴν Θεὸς φωνὴν παρὰ τοῦ Πνεύματος ὑμῖν αἰτήσομεν. Δώσει γὰρ, εὖ οἶδα, ὁ τὸ πρῶτον δοὺς, καὶ τὸ δεύτερον, καὶ μάλιστα, εἰ δειλία τις εἴη πνευματικὴ, καὶ μὴ ἔνστασις διαβολικὴ, τὸ μαχόμενον. Ἔτι σαφέστερον εἴπω καὶ συντομώτερον: Μήτε ὑμεῖς ἡμᾶς εὐθύνητε τῆς ὑψηλοτέρας φωνῆς (φθόνος γὰρ οὐδεὶς ἀναβάσεως), οὔτε ἡμεῖς τὴν ἐφικτὴν τέως ὑμῖν ἐγκαλέσομεν, ἕως ἂν καὶ δι' ἄλλης ὁδοῦ πρὸς τὸ αὐτὸ φέρησθε καταγώγιον. Οὐ γὰρ νικῆσαι ζητοῦμεν, ἀλλὰ προσλαβεῖν ἀδελφοὺς, ὧν τῷ χωρισμῷ σπαρασσόμεθα. Ταῦτα ὑμῖν, παρ' οἷς τι καὶ ζωτικὸν εὑρίσκομεν, τοῖς περὶ τὸν Υἱὸν ὑγιαίνουσιν: ὧν τὸν βίον θαυμάζοντες, οὐκ ἐπαινοῦμεν πάντη τὸν λόγον: οἱ τὰ τοῦ Πνεύματος ἔχοντες, καὶ τὸ Πνεῦμα προσλάβετε, ἵνα μὴ ἀθλῆτε μόνον, ἀλλὰ καὶ νομίμως, ἐξ οὗ καὶ ὁ στέφανος. Οὗτος ὑμῖν δοθείη τῆς πολιτείας μισθὸς, ὁμολογῆσαι τὸ Πνεῦμα τελείως, καὶ κηρύξαι σὺν ἡμῖν τε καὶ πρὸ ἡμῶν ὅσον ἄξιον. Τολμῶ τι καὶ μεῖζον ὑπὲρ ὑμῶν, τὸ τοῦ Ἀποστόλου φθέγξασθαι. Τοσοῦτον ὑμῶν περιέχομαι, καὶ τοσοῦτον ὑμῶν αἰδοῦμαι τὴν εὔκοσμον ταύτην στολὴν, καὶ τὸ χρῶμα τῆς ἐγκρατείας, καὶ τὰ ἱερὰ ταῦτα συστήματα, καὶ τὴν σεμνὴν παρθενίαν καὶ κάθαρσιν, καὶ τὴν πάννυχον ψαλμῳδίαν, καὶ τὸ φιλόπτωχον, καὶ φιλάδελφον, καὶ φιλόξενον, ὥστε καὶ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, καὶ παθεῖν τι, ὡς κατάκριτος, δέχομαι: μόνον εἰ σταίητε μεθ' ἡμῶν, καὶ κοινῇ τὴν Τριάδα δοξάσαιμεν. Περὶ γὰρ τῶν ἄλλων, τί χρὴ καὶ λέγειν, σαφῶς τεθνηκότων (οὓς Χριστοῦ μόνου ἐγεῖραι, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς κατὰ τὴν αὐτοῦ δύναμιν, οἳ κακῶς τῷ τόπῳ χωρίζονται, τῷ λόγῳ συνδεδεμένοι, καὶ τοσοῦτον πρὸς ἀλλήλους ζυγομαχοῦσιν, ὅσον ὀφθαλμοὶ διάστροφοι, τὸ ἓν βλέποντες, καὶ οὐ τῇ ὄψει, τῇ θέσει δὲ στασιάζοντες: εἴ γε καὶ διαστροφὴν αὐτοῖς ἐγκλητέον, ἀλλὰ μὴ τύφλωσιν; Ἐπεὶ δὲ μετρίως ἐθέμην τὰ πρὸς ὑμᾶς, φέρε, καὶ πρὸς τὸ Πνεῦμα πάλιν ἐπανέλθωμεν: οἶμαι δὲ καὶ ὑμεῖς ἤδη συνέψεσθε.