ΛΟΓΟΣ ΜΑʹ. Τοῦ αὐτοῦ εἰς τὴν Πεντηκοστήν.

 Αʹ. Περὶ τῆς ἑορτῆς βραχέα φιλοσοφήσωμεν, ἵνα πνευματικῶς ἑορτάσωμεν. Ἄλλη μὲν γὰρ ἄλλῳ πανήγυρις: τῷ δὲ θεραπευτῇ τοῦ Λόγου λόγος, καὶ λόγων ὁ τῷ και

 Βʹ. Διὰ ταῦτα μὲν οὖν ἑορταστέον πνευματικῶς. Ἀρχὴ δὲ τοῦ λόγου (ῥητέον γὰρ, καὶ εἰ μικρόν τι παρεκβατικώτερος ἡμῖν ὁ λόγος, καὶ φιλοπονητέον τοῖς φιλ

 Γʹ. Τῆς δὲ τοῦ ἑπτὰ τιμῆς, πολλὰ μὲν τὰ μαρτύρια, ὀλίγα δὲ ἐκ πολλῶν ἡμῖν ἀρκέσει. Ὡς ἑπτὰ μὲν ὀνομαζόμενα τίμια Πνεύματα. Τὰς γὰρ ἐνεργείας, οἶμαι, τ

 Δʹ. Εἰ δὲ δεῖ καὶ τὰς παλαιὰς ἱστορίας σκοπεῖν, ἐννοῶ μὲν τὸν ἕβδομον ἐν προγόνοις Ἐνὼχ, τῇ μεταθέσει τετιμημένον. Ἐννοῶ δὲ τὸν εἰκοστὸν πρῶτον Ἀβραὰμ

 Εʹ. Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν. Καὶ τὸ μυστήριον ὅσον! ὡς μέγα τε καὶ σεβάσμι

 #2ʹ. Τὸ Πνεῦμα τὸ ἅγιον οἱ μὲν εἰς κτίσμα κατάγοντες, ὑβρισταὶ, καὶ δοῦλοι κακοὶ, καὶ κακῶν κάκιστοι. Δούλων γὰρ κακῶν, ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίσ

 Ζʹ. Εἰ μὲν οὐδὲ ἄκτιστον, ὦ οὗτοι, ὁμολογεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ ἄχρονον, τοῦ ἐναντίου πνεύματος σαφῶς ἡ ἐνέργεια: δότε γὰρ τῷ ζήλῳ τι καὶ παρατ

 Ηʹ. Μιᾶς Θεότητος, ὦ οὗτοι, τὴν Τριάδα ὁμολογήσατε, εἰ δὲ βούλεσθε, μιᾶς φύσεως: καὶ τὴν Θεὸς φωνὴν παρὰ τοῦ Πνεύματος ὑμῖν αἰτήσομεν. Δώσει γὰρ, εὖ ο

 Θʹ. Τὸ Πνεῦμα τὸ ἅγιον ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον: οὐ

 Ιʹ. Ὠδίνεις τὰς ἀντιθέσεις ἐγὼ δὲ τοῦ λόγου τὸν δρόμον. Τίμησον τὴν ἡμέραν τοῦ Πνεύματος: ἐπίσχες μικρὸν τὴν γλῶτταν, εἰ δυνατόν. Περὶ ἄλλων γλωσσῶν

 ΙΑʹ. Τοῦτο ἐνήργει, πρότερον μὲν ἐν ταῖς ἀγγελικαῖς καὶ οὐρανίοις δυνάμεσι, καὶ ὅσαι πρῶται μετὰ Θεὸν, καὶ περὶ Θεόν. Οὐ γὰρ ἄλλοθεν αὐταῖς ἡ τελείωσι

 ΙΒʹ. Διὰ τοῦτο, μετὰ Χριστὸν μὲν, ἵνα Παράκλητος ἡμῖν μὴ λείπῃ: Ἄλλος δὲ, ἵνα σὺ τὴν ὁμοτιμίαν ἐνθυμηθῇς. Τὸ γὰρ, ἄλλος, ἄλλος οἷος ἐγὼ, καθίσταται. Τ

 ΙΓʹ. Τοῦτο ἐκηρύχθη μὲν ὑπὸ τῶν προφητῶν, ὡς ἐν τῷ, Πνεῦμα Κυρίου ἐπ' ἐμέ: καὶ, Ἀναπαύσεται ἐπ' αὐτὸν ἑπτὰ Πνεύματα: καὶ, Κατέβη Πνεῦμα Κυρίου, καὶ ὡδ

 ΙΔʹ. Τοῦτο τὸ Πνεῦμα συνδημιουργεῖ μὲν Υἱῷ καὶ τὴν κτίσιν καὶ τὴν ἀνάστασιν. Καὶ πειθέτω σε τὸ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματ

 ΙΕʹ. Ἐλάλουν μὲν οὖν ξέναις γλώσσαις, καὶ οὐ πατρίοις, καὶ τὸ θαῦμα μέγα, λόγος ὑπὸ τῶν οὐ μαθόντων λαλούμενος: καὶ τὸ σημεῖον τοῖς ἀπίστοις, οὐ τοῖς

 Ι#2ʹ. Πλὴν ἐπαινετὴ μὲν καὶ ἡ παλαιὰ διαίρεσις τῶν φωνῶν (ἡνίκα τὸν πύργον ᾠκοδόμουν οἱ κακῶς καὶ ἀθέως ὁμοφωνοῦντες, ὥσπερ καὶ τῶν νῦν τολμῶσί τινες)

 ΙΖʹ. Ἐπεὶ δὲ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ εὐλαβεστάτοις Ἰουδαίοις, Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, Αἰγυπτίοις, καὶ Λίβυσι, Κρησί τε καὶ Ἄραψι, Μεσο

 ΙΗʹ. Καὶ ταῦτα προεξήτασται τοῖς φιλομαθέσιν, ἴσως οὐ περιέργως. Καὶ ὅτι ἂν ἄλλο συνεισφέρῃ τις εἰς τὴν παροῦσαν ἡμέραν, καὶ ἡμῖν τοῦτο ἔσται συνειλοχ

XIII.  This was proclaimed by the Prophets in such passages as the following:—The Spirit of the Lord is upon me;49    Isa. lxi. 1. and, There shall rest upon Him Seven Spirits; and The Spirit of the Lord descended and led them;50    Ib. xi. 2; lxiii. 14. and The spirit of Knowledge filling Bezaleel,51    Exod. xxxi. 3. the Master-builder of the Tabernacle; and, The Spirit provoking to anger;52    Isa. lxiii. 10. and the Spirit carrying away Elias in a chariot,53    2 Kings ii. 11. and sought in double measure by Elissæus; and David led and strengthened by the Good and Princely Spirit.54    Ps. li. 12; cxliii. 10.  And He was promised by the mouth of Joel first, who said, And it shall be in the last days that I will pour out of My Spirit upon all flesh (that is, upon all that believe), and upon your sons and upon your daughters,55    Joel ii. 28. and the rest; and then afterwards by Jesus, being glorified by Him, and giving back glory to Him, as He was glorified by and glorified the Father.56    John xiv. 16.  And how abundant was this Promise.  He shall abide for ever, and shall remain with you, whether now with those who in the sphere of time are worthy, or hereafter with those who are counted worthy of that world, when we have kept Him altogether by our life here, and not rejected Him in so far as we sin.

ΙΓʹ. Τοῦτο ἐκηρύχθη μὲν ὑπὸ τῶν προφητῶν, ὡς ἐν τῷ, Πνεῦμα Κυρίου ἐπ' ἐμέ: καὶ, Ἀναπαύσεται ἐπ' αὐτὸν ἑπτὰ Πνεύματα: καὶ, Κατέβη Πνεῦμα Κυρίου, καὶ ὡδήγησεν αὐτούς: καὶ, Πνεῦμα ἐπιστήμης ἐμπλῆσαν Βεσελεὴλ τὸν ἀρχιτέκτονα τῆς σκηνῆς: καὶ, Πνεῦμα παροξυνόμενον: καὶ, Πνεῦμα ἐξᾶραν Ἡλίαν ἐν ἅρματι, καὶ ζητηθὲν παρὰ Ἑλισσαίου διπλάσιον: καὶ, πνεύματι ἀγαθῷ καὶ ἡγεμονικῷ Δαβὶδ ὁδηγούμενός τε καὶ στηριζόμενος. Ἐπηγγέλθη δὲ, ὑπὸ μὲν Ἰωὴλ πρότερον: Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγοντος: Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα (δηλαδὴ τὴν πιστεύουσαν), καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν, καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν, καὶ τὰ ἑξῆς: ὑπὸ δὲ Ἰησοῦ καὶ ὕστερον, δοξαζομένου τε καὶ ἀντιδοξάζοντος, ὡς τὸν Πατέρα, καὶ ὑπὸ τοῦ Πατρός. Καὶ ἡ ἐπαγγελία, ὡς δαψιλὴς, συνδιαιωνίζειν καὶ συμπαραμενεῖν, εἴτουν νῦν τοῖς κατὰ καιρὸν ἀξίοις, εἴτε ὕστερον τοῖς τῶν ἐκεῖσε ἀξιουμένοις, ὅταν ὁλόκληρον αὐτὸ τῇ πολιτείᾳ φυλάξωμεν, ἀλλὰ μὴ τοσοῦτον ἀποβάλωμεν, καθ' ὅσον ἂν ἁμαρτάνωμεν.