ΛΟΓΟΣ ΜΒ. Συντακτήριος, εἰς τὴν τῶν ρνʹ ἐπισκόπων παρουσίαν.

 Αʹ. Πῶς ὑμῖν τὰ ἡμέτερα, ὦ φίλοι ποιμένες καὶ συμποιμένες: ὧν ὡραῖοι μὲν οἱ πόδες, εὐαγγελιζομένων εἰρήνην καὶ ἀγαθὰ, μεθ' ὧν ἐληλύθατε: ὡραῖοι δὲ τὰ

 Βʹ. Τίς οὖν ἡ ἀπολογία Καὶ εἰ μὲν ψευδὴς, ἐλέγξατε: εἰ δὲ ἀληθὴς, μαρτυρήσατε ὑμεῖς, ὑπὲρ ὧν, καὶ ἐν οἷς ὁ λόγος. Ὑμεῖς γάρ μοι καὶ ἀπολογία, καὶ μάρ

 Γʹ. Καὶ, ἵν' εἴπω τι συμπαθέστερον, ὡς πατρὶ τῷ παραδεδωκότι θαῤῥήσας Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς: ἀλλὰ σὺ Πατὴρ ἡμῶν εἶ: καὶ πρὸ

 Δʹ. Ἀλλ' ὅ μοι λέγειν ἀπ' ἀρχῆς ὁ λόγος ὥρμητο: τοῦτο τὸ γεώργιον ἦν, ὅτε μικρόν τε καὶ πενιχρὸν ἦν, καὶ οὐχ ὅπως Θεοῦ, τοῦ τὸν κόσμον ὅλον γεωργήσαντ

 Εʹ. Ἀφ' οὗ δὲ ὁ πτωχίζων καὶ πλουτίζων Θεὸς, ὁ θανατῶν καὶ ζωογονῶν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, ὁ ποιῶν ἐκ μὲν νυκτὸς ἡμέραν, ἐ

 Ϛʹ. Τοιοῦτόν ποτε τοῦτο τὸ ποίμνιον, καὶ τοιοῦτον νῦν, οὕτως εὐεκτοῦν τε καὶ πλατυνόμενον: εἰ δὲ μήπω τελείως, ἀλλ' εἰς τοῦτό γε ταῖς κατὰ μέρος ὁδεῦο

 Ζʹ. Δοκῶ μοι κἀκείνης ἀκούειν τῆς φωνῆς, παρὰ τοῦ συνάγοντος τοὺς συντετριμμένους, καὶ τοὺς πεπιεσμένους εἰσδεχομένου: Πλάτυνον τὰ σχοινίσματά σου ἔτι

 Ηʹ. Σὺ μὲν ἀριθμεῖς τὰς μυριάδας, Θεὸς δὲ τοὺς σωζομένους: καὶ σὺ μὲν τὸν ἀμέτρητον χοῦν, ἐγὼ δὲ τὰ σκεύη τῆς ἐκλογῆς. Οὐδὲν γὰρ οὕτω Θεῷ μεγαλοπρεπὲς

 Θʹ. Ταῦτα καὶ ἀκούειν λέγοντος ἐδόκουν, καὶ ποιοῦντος αἰσθάνεσθαι: καὶ ἔτι πρὸς τούτοις, πρὸς μὲν τὸν λαὸν βοῶντος, τὸν ἐξ ὀλίγου πολὺν ἤδη, καὶ συγκε

 Ιʹ. Τούτους δωροφοροῦμεν ὑμῖν, ὦ φίλοι ποιμένες, τούτους προσάγομεν, τούτοις δεξιούμεθα τοὺς ἡμετέρους φίλους, καὶ ξένους, καὶ συνεκδήμους. Τούτων οὐδ

 ΙΑʹ. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε, πᾶς ὁ τῶν ἐμῶν λόγων ἐξεταστής. Ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης, ἀντὶ τῶν μισθωτῶν Ἐφραῒμ, καὶ το

 ΙΒʹ. Τούτου τοῦ στεφάνου (ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, λαλήσω δὲ ὅμως) κἀγώ τι συνεβαλόμην τοῖς πλέκουσι. Τούτων τις καὶ τῶν ἐμῶν λόγων ἔργον, οὐχ οὓς

 ΙΓʹ. Βούλεσθε προσθῶμέν τι καὶ νεανικώτερον Ὁρᾶτε τὰς ἐναντίας γλώσσας ἡμερουμένας, καὶ τοὺς θεότητι πολεμοῦντας ἡμῖν ἡσυχάζοντας Καὶ τοῦτο τοῦ Πνεύ

 ΙΔʹ. Δεῖ δὲ ἴσως ποθοῦσιν ὑμῖν καὶ τὸν τῆς πίστεως αὐτῆς ἐπιδείξασθαι λόγον, ἥτις ποτέ ἐστιν ἡ καθ' ἡμᾶς. Ἐγώ τε γὰρ ἁγιασθήσομαι τῷ συνεχεῖ τῆς μνήμη

 ΙΕʹ. Ἓν μὲν οὖν καὶ σύντομον πρόγραμμα τοῦ καθ' ἡμᾶς λόγου, καὶ οἷον στηλογραφία τις πᾶσι γνώριμος, ὁ λαὸς οὗτος, γνήσιος ὢν τῆς Τριάδος προσκυνητὴς,

 Ι#2ʹ. Τὰς μὲν οὖν φιλονείκους ἐπὶ θάτερα μετακλίσεις τοῦ λόγου καὶ ἀντισηκώσεις, χαίρειν ἐάσωμεν: οὔτε τῷ ἑνὶ Σαβελλίζοντες κατὰ τῶν τριῶν, καὶ συναιρ

 ΙΖʹ. Ἀλλ' ἐπανιτέον μοι πάλιν πρὸς τὸν αὐτὸν λόγον. Τὸ μὲν οὖν ἀγέννητον, καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν λεγέσθω τε καὶ νοείσθω, εἴ τῳ φίλον δημιο

 ΙΗʹ. Πρὸς ταῦτα, Μοαβίταις μὲν καὶ Ἀμμωνίταις μηδὲ εἰσιτητὸν εἰς Ἐκκλησίαν ἔστω Θεοῦ, λόγοις διαλεκτικοῖς τε καὶ κακοπράγμοσιν, οἳ γέννησιν Θεοῦ πολυπ

 ΙΘʹ. Οὗτος ὑμῖν, ὦ ἄνδρες, ὁ τῆς ἐμῆς ἀπόλογος παρουσίας: εἰ μὲν ἐπαινετῶς ἔχων, τῷ Θεῷ χάρις, καὶ ὑμῖν τοῖς καλέσασιν: εἰ δὲ τῆς ἐλπίδος ἐνδεέστερον,

 Κʹ. Τί οὖν ἐστιν ὅ φημι Οὐ γὰρ ἄμισθος ἐγὼ τῆς ἀρετῆς ἐργάτης, οὐδ' εἰς τοσοῦτον ἀρετῆς ἀφικόμην. Δότε μοι τῶν πόνων μισθόν. Τίνα τοῦτον Οὐχ ὃν ἄν τ

 ΚΑʹ. Τί τἄλλα δεῖ λέγειν Ἀλλὰ πῶς οἴσω τὸν ἱερὸν τοῦτον πόλεμον Λεγέσθω γάρ τις καὶ πόλεμος ἱερὸς, ὥσπερ καὶ βαρβαρικός. Πῶς συνάψω, καὶ εἰς ἓν ἀγάγ

 ΚΒʹ. Οὐ φέρω τοὺς ἱππικοὺς ὑμῶν, καὶ τὰ θέατρα, καὶ τὴν ἀντίῤῥοπον ταύτην μανίαν ἔν τε δαπανήμασι καὶ σπουδάσμασι. Μεταζεύγνυμεν, ἀντιζεύγνυμεν, ἀντιφ

 ΚΓʹ. Σκοπείτε γὰρ καὶ ἡμῶν τὰ ἐγκλήματα. Τοσοῦτος χρόνος, φησὶν, ἐξ οὗ τὴν Ἐκκλησίαν ἄγεις, μετὰ τῆς τοῦ καιροῦ ῥοπῆς, καὶ τῆς τοῦ κρατοῦντος ὁρμῆς, τ

 ΚΔʹ. Τάχα δ' ἂν καὶ ταῦτα ἡμῖν ὀνειδίσαιεν (καὶ γὰρ ὠνειδίκασι): τὸ δὲ τῆς τραπέζης φιλότιμον, τὸ δὲ τῆς ἐσθῆτος αἰδέσιμον, αἱ δὲ πρόοδοι, τὸ δὲ σοβαρ

 ΚΕʹ. Τί φατε Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις, καὶ νενικήκαμεν Ἢ δεῖ καὶ στεῤῥοτέρων λόγων ἡμῖν πρὸς τὸ πείθειν Ναὶ, πρὸς τῆς Τριάδος αὐτῆς, ἣν πρ

 Κ#2ʹ. Χαίροις, Ἀναστασία μοι τῆς εὐσεβείας ἐπώνυμε. Σὺ γὰρ τὸν λόγον ἡμῖν ἐξανέστησας ἔτι καταφρονούμενον: τὸ τῆς κοινῆς νίκης χωρίον, ἡ νέα Σηλὼμ, ἐν

 ΚΖʹ. Χαῖρε, ὦ μεγαλόπολι καὶ φιλόχριστε (μαρτυρήσω γὰρ τἀληθῆ, καὶ εἰ μὴ κατ' ἐπίγνωσιν ὁ ζῆλος: πεποίηκε χρηστοτέρους ἡμᾶς ἡ διάζευξις). Πρόσιτε τῇ ἀ

8.  Thou countest tens of thousands, God counts those who are in a state of salvation; thou countest the dust which is without number, I the vessels of election.  For nothing is so magnificent in God’s sight as pure doctrine, and a soul perfect in all the dogmas of the truth.—For there is nothing worthy of Him Who made all things, of Him by Whom are all things, and for Whom are all things,67    1 Cor. viii. 6. so that it can be given or offered to God:  not merely the handiwork or means of any individual, but even if we wished to honour Him, by uniting together all the property and handiwork of all mankind.  Do not I fill heaven and earth?68    Jer. xxiii. 24. saith the Lord! and what house will ye build Me? or what is the place of My rest?69    Isai. lxvi. 1.  But, since man must needs fall short of what is worthy, I ask of you, as approaching it most nearly, piety, the wealth which is common to all and equal in My eyes, wherein the poorest may, if he be nobleminded, surpass the most illustrious.  For this kind of glory depends upon purpose, not upon affluence.  These things be well assured, I will accept at your hands.70    Ib. i. 12.  To tread71    To tread, etc.  The Arians for a time had been in possession of the churches of Constantinople. My courts ye shall not proceed, but the feet of the meek72    Isai. xxvi. 6 (LXX.). shall tread them, who have duly and sincerely acknowledged Me, and My only-begotten Word, and the Holy Spirit.  How long will ye inherit My holy Mountain?73    Ib. lvii. 13; lxv. 9.  How long shall My ark be among the heathen?74    1 Sam. vi. 1.  Now for a little longer ye indulge yourselves in that which belongs to others, and gratify your desires.  For as ye have devised to reject Me, so will I also reject you,75    Hos. iv. 6. saith the Lord Almighty.

Ηʹ. Σὺ μὲν ἀριθμεῖς τὰς μυριάδας, Θεὸς δὲ τοὺς σωζομένους: καὶ σὺ μὲν τὸν ἀμέτρητον χοῦν, ἐγὼ δὲ τὰ σκεύη τῆς ἐκλογῆς. Οὐδὲν γὰρ οὕτω Θεῷ μεγαλοπρεπὲς ὡς λόγος κεκαθαρμένος, καὶ ψυχὴ τελεία τοῖς τῆς ἀληθείας δόγμασιν. Ἄξιον μὲν γὰρ οὐδέν ἐστι τοῦ τὰ πάντα πεποιηκότος, καὶ παρ' οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα, δοῦναι Θεῷ καὶ προσενεγκεῖν: μὴ ὅτι μιᾶς χειρὸς ἔργον ἢ περιουσίας, ἀλλ' οὐδ' εἰ πᾶσάν τις τὴν ἐν ἀνθρώποις εὐπορίαν ἢ χεῖρα εἰς ἒν συνενεγκὼν, τιμῆσαι θελήσειεν. Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος: καὶ, Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ τίς τόπος τῆς καταπαύσεώς μου; ἐπεὶ δὲ τῆς ἀξίας διαμαρτεῖν ἀναγκαῖον, ὃ δεύτερόν ἐστιν, αἰτῶ παρ' ὑμῶν τὴν εὐσέβειαν, τὸν κοινὸν πλοῦτον ἐμοὶ καὶ ὁμότιμον, ἐν ᾧ τυχὸν ὑπερβαλεῖται καὶ τὸν λίαν λαμπρὸν ὁ πάνυ πένης, ἂν ᾖ μεγαλόψυχος. Προαιρέσεως γὰρ, οὐκ εὐπορίας ἡ τοιαύτη φιλοτιμία. Λήψομαι μὲν καὶ ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, εὖ ἴστε. Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε, ἀλλὰ πατήσουσιν αὐτὴν πόδες πραέων, τῶν ἐπεγνωκότων ἐμὲ, καὶ τὸν μονογενῆ μου Λόγον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὑγιῶς καὶ γνησίως. Μέχρι τίνος κληρυνομήσετε τὸ ὄρος τὸ ἅγιόν μου; μέχρι τίνος ἡ κιβωτὸς παρὰ τοῖς ἀλλοφύλοις; Νῦν δὲ μικρὸν ἔτι ἐντρυφήσατε τοῖς ἀλλοτρίοις, καὶ τοῦ βούλεσθαι ἀπολαύσατε. Ὅτι ὃν τρόπον ἐβουλεύσασθε τοῦ ἀπώσασθαί με, κἀγὼ ἀπώσομαι ὑμᾶς, λέγει Κύριος παντοκράτωρ.