ΛΟΓΟΣ ΜΒ. Συντακτήριος, εἰς τὴν τῶν ρνʹ ἐπισκόπων παρουσίαν.

 Αʹ. Πῶς ὑμῖν τὰ ἡμέτερα, ὦ φίλοι ποιμένες καὶ συμποιμένες: ὧν ὡραῖοι μὲν οἱ πόδες, εὐαγγελιζομένων εἰρήνην καὶ ἀγαθὰ, μεθ' ὧν ἐληλύθατε: ὡραῖοι δὲ τὰ

 Βʹ. Τίς οὖν ἡ ἀπολογία Καὶ εἰ μὲν ψευδὴς, ἐλέγξατε: εἰ δὲ ἀληθὴς, μαρτυρήσατε ὑμεῖς, ὑπὲρ ὧν, καὶ ἐν οἷς ὁ λόγος. Ὑμεῖς γάρ μοι καὶ ἀπολογία, καὶ μάρ

 Γʹ. Καὶ, ἵν' εἴπω τι συμπαθέστερον, ὡς πατρὶ τῷ παραδεδωκότι θαῤῥήσας Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς: ἀλλὰ σὺ Πατὴρ ἡμῶν εἶ: καὶ πρὸ

 Δʹ. Ἀλλ' ὅ μοι λέγειν ἀπ' ἀρχῆς ὁ λόγος ὥρμητο: τοῦτο τὸ γεώργιον ἦν, ὅτε μικρόν τε καὶ πενιχρὸν ἦν, καὶ οὐχ ὅπως Θεοῦ, τοῦ τὸν κόσμον ὅλον γεωργήσαντ

 Εʹ. Ἀφ' οὗ δὲ ὁ πτωχίζων καὶ πλουτίζων Θεὸς, ὁ θανατῶν καὶ ζωογονῶν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, ὁ ποιῶν ἐκ μὲν νυκτὸς ἡμέραν, ἐ

 Ϛʹ. Τοιοῦτόν ποτε τοῦτο τὸ ποίμνιον, καὶ τοιοῦτον νῦν, οὕτως εὐεκτοῦν τε καὶ πλατυνόμενον: εἰ δὲ μήπω τελείως, ἀλλ' εἰς τοῦτό γε ταῖς κατὰ μέρος ὁδεῦο

 Ζʹ. Δοκῶ μοι κἀκείνης ἀκούειν τῆς φωνῆς, παρὰ τοῦ συνάγοντος τοὺς συντετριμμένους, καὶ τοὺς πεπιεσμένους εἰσδεχομένου: Πλάτυνον τὰ σχοινίσματά σου ἔτι

 Ηʹ. Σὺ μὲν ἀριθμεῖς τὰς μυριάδας, Θεὸς δὲ τοὺς σωζομένους: καὶ σὺ μὲν τὸν ἀμέτρητον χοῦν, ἐγὼ δὲ τὰ σκεύη τῆς ἐκλογῆς. Οὐδὲν γὰρ οὕτω Θεῷ μεγαλοπρεπὲς

 Θʹ. Ταῦτα καὶ ἀκούειν λέγοντος ἐδόκουν, καὶ ποιοῦντος αἰσθάνεσθαι: καὶ ἔτι πρὸς τούτοις, πρὸς μὲν τὸν λαὸν βοῶντος, τὸν ἐξ ὀλίγου πολὺν ἤδη, καὶ συγκε

 Ιʹ. Τούτους δωροφοροῦμεν ὑμῖν, ὦ φίλοι ποιμένες, τούτους προσάγομεν, τούτοις δεξιούμεθα τοὺς ἡμετέρους φίλους, καὶ ξένους, καὶ συνεκδήμους. Τούτων οὐδ

 ΙΑʹ. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε, πᾶς ὁ τῶν ἐμῶν λόγων ἐξεταστής. Ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης, ἀντὶ τῶν μισθωτῶν Ἐφραῒμ, καὶ το

 ΙΒʹ. Τούτου τοῦ στεφάνου (ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, λαλήσω δὲ ὅμως) κἀγώ τι συνεβαλόμην τοῖς πλέκουσι. Τούτων τις καὶ τῶν ἐμῶν λόγων ἔργον, οὐχ οὓς

 ΙΓʹ. Βούλεσθε προσθῶμέν τι καὶ νεανικώτερον Ὁρᾶτε τὰς ἐναντίας γλώσσας ἡμερουμένας, καὶ τοὺς θεότητι πολεμοῦντας ἡμῖν ἡσυχάζοντας Καὶ τοῦτο τοῦ Πνεύ

 ΙΔʹ. Δεῖ δὲ ἴσως ποθοῦσιν ὑμῖν καὶ τὸν τῆς πίστεως αὐτῆς ἐπιδείξασθαι λόγον, ἥτις ποτέ ἐστιν ἡ καθ' ἡμᾶς. Ἐγώ τε γὰρ ἁγιασθήσομαι τῷ συνεχεῖ τῆς μνήμη

 ΙΕʹ. Ἓν μὲν οὖν καὶ σύντομον πρόγραμμα τοῦ καθ' ἡμᾶς λόγου, καὶ οἷον στηλογραφία τις πᾶσι γνώριμος, ὁ λαὸς οὗτος, γνήσιος ὢν τῆς Τριάδος προσκυνητὴς,

 Ι#2ʹ. Τὰς μὲν οὖν φιλονείκους ἐπὶ θάτερα μετακλίσεις τοῦ λόγου καὶ ἀντισηκώσεις, χαίρειν ἐάσωμεν: οὔτε τῷ ἑνὶ Σαβελλίζοντες κατὰ τῶν τριῶν, καὶ συναιρ

 ΙΖʹ. Ἀλλ' ἐπανιτέον μοι πάλιν πρὸς τὸν αὐτὸν λόγον. Τὸ μὲν οὖν ἀγέννητον, καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν λεγέσθω τε καὶ νοείσθω, εἴ τῳ φίλον δημιο

 ΙΗʹ. Πρὸς ταῦτα, Μοαβίταις μὲν καὶ Ἀμμωνίταις μηδὲ εἰσιτητὸν εἰς Ἐκκλησίαν ἔστω Θεοῦ, λόγοις διαλεκτικοῖς τε καὶ κακοπράγμοσιν, οἳ γέννησιν Θεοῦ πολυπ

 ΙΘʹ. Οὗτος ὑμῖν, ὦ ἄνδρες, ὁ τῆς ἐμῆς ἀπόλογος παρουσίας: εἰ μὲν ἐπαινετῶς ἔχων, τῷ Θεῷ χάρις, καὶ ὑμῖν τοῖς καλέσασιν: εἰ δὲ τῆς ἐλπίδος ἐνδεέστερον,

 Κʹ. Τί οὖν ἐστιν ὅ φημι Οὐ γὰρ ἄμισθος ἐγὼ τῆς ἀρετῆς ἐργάτης, οὐδ' εἰς τοσοῦτον ἀρετῆς ἀφικόμην. Δότε μοι τῶν πόνων μισθόν. Τίνα τοῦτον Οὐχ ὃν ἄν τ

 ΚΑʹ. Τί τἄλλα δεῖ λέγειν Ἀλλὰ πῶς οἴσω τὸν ἱερὸν τοῦτον πόλεμον Λεγέσθω γάρ τις καὶ πόλεμος ἱερὸς, ὥσπερ καὶ βαρβαρικός. Πῶς συνάψω, καὶ εἰς ἓν ἀγάγ

 ΚΒʹ. Οὐ φέρω τοὺς ἱππικοὺς ὑμῶν, καὶ τὰ θέατρα, καὶ τὴν ἀντίῤῥοπον ταύτην μανίαν ἔν τε δαπανήμασι καὶ σπουδάσμασι. Μεταζεύγνυμεν, ἀντιζεύγνυμεν, ἀντιφ

 ΚΓʹ. Σκοπείτε γὰρ καὶ ἡμῶν τὰ ἐγκλήματα. Τοσοῦτος χρόνος, φησὶν, ἐξ οὗ τὴν Ἐκκλησίαν ἄγεις, μετὰ τῆς τοῦ καιροῦ ῥοπῆς, καὶ τῆς τοῦ κρατοῦντος ὁρμῆς, τ

 ΚΔʹ. Τάχα δ' ἂν καὶ ταῦτα ἡμῖν ὀνειδίσαιεν (καὶ γὰρ ὠνειδίκασι): τὸ δὲ τῆς τραπέζης φιλότιμον, τὸ δὲ τῆς ἐσθῆτος αἰδέσιμον, αἱ δὲ πρόοδοι, τὸ δὲ σοβαρ

 ΚΕʹ. Τί φατε Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις, καὶ νενικήκαμεν Ἢ δεῖ καὶ στεῤῥοτέρων λόγων ἡμῖν πρὸς τὸ πείθειν Ναὶ, πρὸς τῆς Τριάδος αὐτῆς, ἣν πρ

 Κ#2ʹ. Χαίροις, Ἀναστασία μοι τῆς εὐσεβείας ἐπώνυμε. Σὺ γὰρ τὸν λόγον ἡμῖν ἐξανέστησας ἔτι καταφρονούμενον: τὸ τῆς κοινῆς νίκης χωρίον, ἡ νέα Σηλὼμ, ἐν

 ΚΖʹ. Χαῖρε, ὦ μεγαλόπολι καὶ φιλόχριστε (μαρτυρήσω γὰρ τἀληθῆ, καὶ εἰ μὴ κατ' ἐπίγνωσιν ὁ ζῆλος: πεποίηκε χρηστοτέρους ἡμᾶς ἡ διάζευξις). Πρόσιτε τῇ ἀ

18.  Moreover, the Moabites and Ammonites must not even be allowed to enter96    Deut. xxiii. 3. into the Church of God, I mean those sophistical, mischievous arguments which enquire curiously into the generation and inexpressible procession of God, and rashly set themselves in array against the Godhead:  as if it were necessary that those things which it is beyond the power of language to set forth, must either be accessible to them alone, or else have no existence because they have not comprehended them.  We however, following the Divine Scriptures, and removing out of the way of the blind the stumbling blocks contained in them, will cling to salvation, daring any and every thing rather than arrogance against God.  As for the evidences, we leave them to others, since they have been set forth by many, and by ourselves also with no little care.  And indeed, it would be a very shameful thing for me at this time to be gathering together proofs for what has all along been believed.  For it is not the best order of things, first to teach and then to learn, even in matters which are small and of no consequence, and much more in those which are Divine and of such great importance.  Nor, again, is it proper to the present occasion to explain and disentangle the difficulties of Scripture, a task requiring fuller and more careful consideration than our present purpose will allow.  Such then, to sum up, is our teaching.  I have entered into these details, with no intention of contending against the adversaries:  for I have already often, even if it be imperfectly, fought out the question with them:  but in order that I might exhibit to you the character of my teaching, that you might see whether I have not a share in the defence of your own, and do not take my stand on the same side, and opposed to the same enemies as yourselves.

ΙΗʹ. Πρὸς ταῦτα, Μοαβίταις μὲν καὶ Ἀμμωνίταις μηδὲ εἰσιτητὸν εἰς Ἐκκλησίαν ἔστω Θεοῦ, λόγοις διαλεκτικοῖς τε καὶ κακοπράγμοσιν, οἳ γέννησιν Θεοῦ πολυπραγμονοῦντες, καὶ πρόοδον ἄῤῥητον, κατεξανίστανται τολμηρῶς θεότητος: ὡς δέον, ἢ ἐφικτὰ μόνοις εἶναι τὰ ὑπὲρ λόγον, ἢ μηδὲ εἶναι, ὅτι μὴ αὐτοὶ κατειλήφασιν. Ἡμεῖς δὲ ταῖς θείαις Γραφαῖς ἑπόμενοι, καὶ τὰ ἐγκείμενα σκῶλα τοῖς τυφλώττουσι λύοντες, τῆς σωτηρίας ἑξόμεθα, πάντα τολμῶντες πρότερον, ἢ κατὰ Θεοῦ τι νεανιεύεσθαι. Τὰς μὲν δὴ μαρτυρίας ἄλλοις παρήσομεν, πολλοῖς τε λογογραφηθείσας ἤδη πολλάκις, καὶ ἡμῖν οὐ παρέργως. Καὶ ἅμα λίαν αἰσχρὸν ἐμοὶ γοῦν, νῦν τὰς πίστεις συλλέγειν τῶν πάλαι πεπιστευμένων. Τάξις γὰρ οὐκ ἀρίστη διδάσκειν πρότερον, εἶτα μανθάνειν, μὴ ὅτι τὰ θεῖα καὶ τηλικαῦτα τὸ μέγεθος, ἀλλ' οὐδὲ ἄλλο τι τῶν μικρῶν καὶ τοῦ μηδενὸς ἀξίων. Καὶ τὰ ἐκ τῆς Γραφῆς προσκόμματα λύειν καὶ διαρθροῦν, οὐ τοῦ παρόντος καιροῦ, σπουδῆς δὲ τελεωτέρας καὶ μείζονος, ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τῆς ὑποθέσεως. Ὁ δ' οὖν λόγος ἡμῶν, ὡς ἐν κεφαλαίῳ περιλαβεῖν, ἔστιν οὗτος. Καὶ ταῦτα διῆλθον, οὐχ ἵν' ἀγωνίσωμαι πρὸς τοὺς ἀντιθέτους (πολλάκις γὰρ ἤδη διηγωνισάμεθα, εἰ καὶ μετρίως), ἀλλ' ἵν' ὑμῖν ἐπιδείξω τὸν χαρακτῆρα τῶν ἐμῶν διδαγμάτων, εἰ μὴ τῶν ὑμετέρων ἐγὼ συναγωνιστὴς, καὶ κατὰ τῶν αὐτῶν, καὶ ὑπὲρ τῶν αὐτῶν ἱστάμενος.