ΛΟΓΟΣ ΜΒ. Συντακτήριος, εἰς τὴν τῶν ρνʹ ἐπισκόπων παρουσίαν.

 Αʹ. Πῶς ὑμῖν τὰ ἡμέτερα, ὦ φίλοι ποιμένες καὶ συμποιμένες: ὧν ὡραῖοι μὲν οἱ πόδες, εὐαγγελιζομένων εἰρήνην καὶ ἀγαθὰ, μεθ' ὧν ἐληλύθατε: ὡραῖοι δὲ τὰ

 Βʹ. Τίς οὖν ἡ ἀπολογία Καὶ εἰ μὲν ψευδὴς, ἐλέγξατε: εἰ δὲ ἀληθὴς, μαρτυρήσατε ὑμεῖς, ὑπὲρ ὧν, καὶ ἐν οἷς ὁ λόγος. Ὑμεῖς γάρ μοι καὶ ἀπολογία, καὶ μάρ

 Γʹ. Καὶ, ἵν' εἴπω τι συμπαθέστερον, ὡς πατρὶ τῷ παραδεδωκότι θαῤῥήσας Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς: ἀλλὰ σὺ Πατὴρ ἡμῶν εἶ: καὶ πρὸ

 Δʹ. Ἀλλ' ὅ μοι λέγειν ἀπ' ἀρχῆς ὁ λόγος ὥρμητο: τοῦτο τὸ γεώργιον ἦν, ὅτε μικρόν τε καὶ πενιχρὸν ἦν, καὶ οὐχ ὅπως Θεοῦ, τοῦ τὸν κόσμον ὅλον γεωργήσαντ

 Εʹ. Ἀφ' οὗ δὲ ὁ πτωχίζων καὶ πλουτίζων Θεὸς, ὁ θανατῶν καὶ ζωογονῶν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι, ὁ ποιῶν ἐκ μὲν νυκτὸς ἡμέραν, ἐ

 Ϛʹ. Τοιοῦτόν ποτε τοῦτο τὸ ποίμνιον, καὶ τοιοῦτον νῦν, οὕτως εὐεκτοῦν τε καὶ πλατυνόμενον: εἰ δὲ μήπω τελείως, ἀλλ' εἰς τοῦτό γε ταῖς κατὰ μέρος ὁδεῦο

 Ζʹ. Δοκῶ μοι κἀκείνης ἀκούειν τῆς φωνῆς, παρὰ τοῦ συνάγοντος τοὺς συντετριμμένους, καὶ τοὺς πεπιεσμένους εἰσδεχομένου: Πλάτυνον τὰ σχοινίσματά σου ἔτι

 Ηʹ. Σὺ μὲν ἀριθμεῖς τὰς μυριάδας, Θεὸς δὲ τοὺς σωζομένους: καὶ σὺ μὲν τὸν ἀμέτρητον χοῦν, ἐγὼ δὲ τὰ σκεύη τῆς ἐκλογῆς. Οὐδὲν γὰρ οὕτω Θεῷ μεγαλοπρεπὲς

 Θʹ. Ταῦτα καὶ ἀκούειν λέγοντος ἐδόκουν, καὶ ποιοῦντος αἰσθάνεσθαι: καὶ ἔτι πρὸς τούτοις, πρὸς μὲν τὸν λαὸν βοῶντος, τὸν ἐξ ὀλίγου πολὺν ἤδη, καὶ συγκε

 Ιʹ. Τούτους δωροφοροῦμεν ὑμῖν, ὦ φίλοι ποιμένες, τούτους προσάγομεν, τούτοις δεξιούμεθα τοὺς ἡμετέρους φίλους, καὶ ξένους, καὶ συνεκδήμους. Τούτων οὐδ

 ΙΑʹ. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε, πᾶς ὁ τῶν ἐμῶν λόγων ἐξεταστής. Ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης, ἀντὶ τῶν μισθωτῶν Ἐφραῒμ, καὶ το

 ΙΒʹ. Τούτου τοῦ στεφάνου (ὃ λαλῶ, οὐ κατὰ Κύριον λαλῶ, λαλήσω δὲ ὅμως) κἀγώ τι συνεβαλόμην τοῖς πλέκουσι. Τούτων τις καὶ τῶν ἐμῶν λόγων ἔργον, οὐχ οὓς

 ΙΓʹ. Βούλεσθε προσθῶμέν τι καὶ νεανικώτερον Ὁρᾶτε τὰς ἐναντίας γλώσσας ἡμερουμένας, καὶ τοὺς θεότητι πολεμοῦντας ἡμῖν ἡσυχάζοντας Καὶ τοῦτο τοῦ Πνεύ

 ΙΔʹ. Δεῖ δὲ ἴσως ποθοῦσιν ὑμῖν καὶ τὸν τῆς πίστεως αὐτῆς ἐπιδείξασθαι λόγον, ἥτις ποτέ ἐστιν ἡ καθ' ἡμᾶς. Ἐγώ τε γὰρ ἁγιασθήσομαι τῷ συνεχεῖ τῆς μνήμη

 ΙΕʹ. Ἓν μὲν οὖν καὶ σύντομον πρόγραμμα τοῦ καθ' ἡμᾶς λόγου, καὶ οἷον στηλογραφία τις πᾶσι γνώριμος, ὁ λαὸς οὗτος, γνήσιος ὢν τῆς Τριάδος προσκυνητὴς,

 Ι#2ʹ. Τὰς μὲν οὖν φιλονείκους ἐπὶ θάτερα μετακλίσεις τοῦ λόγου καὶ ἀντισηκώσεις, χαίρειν ἐάσωμεν: οὔτε τῷ ἑνὶ Σαβελλίζοντες κατὰ τῶν τριῶν, καὶ συναιρ

 ΙΖʹ. Ἀλλ' ἐπανιτέον μοι πάλιν πρὸς τὸν αὐτὸν λόγον. Τὸ μὲν οὖν ἀγέννητον, καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν λεγέσθω τε καὶ νοείσθω, εἴ τῳ φίλον δημιο

 ΙΗʹ. Πρὸς ταῦτα, Μοαβίταις μὲν καὶ Ἀμμωνίταις μηδὲ εἰσιτητὸν εἰς Ἐκκλησίαν ἔστω Θεοῦ, λόγοις διαλεκτικοῖς τε καὶ κακοπράγμοσιν, οἳ γέννησιν Θεοῦ πολυπ

 ΙΘʹ. Οὗτος ὑμῖν, ὦ ἄνδρες, ὁ τῆς ἐμῆς ἀπόλογος παρουσίας: εἰ μὲν ἐπαινετῶς ἔχων, τῷ Θεῷ χάρις, καὶ ὑμῖν τοῖς καλέσασιν: εἰ δὲ τῆς ἐλπίδος ἐνδεέστερον,

 Κʹ. Τί οὖν ἐστιν ὅ φημι Οὐ γὰρ ἄμισθος ἐγὼ τῆς ἀρετῆς ἐργάτης, οὐδ' εἰς τοσοῦτον ἀρετῆς ἀφικόμην. Δότε μοι τῶν πόνων μισθόν. Τίνα τοῦτον Οὐχ ὃν ἄν τ

 ΚΑʹ. Τί τἄλλα δεῖ λέγειν Ἀλλὰ πῶς οἴσω τὸν ἱερὸν τοῦτον πόλεμον Λεγέσθω γάρ τις καὶ πόλεμος ἱερὸς, ὥσπερ καὶ βαρβαρικός. Πῶς συνάψω, καὶ εἰς ἓν ἀγάγ

 ΚΒʹ. Οὐ φέρω τοὺς ἱππικοὺς ὑμῶν, καὶ τὰ θέατρα, καὶ τὴν ἀντίῤῥοπον ταύτην μανίαν ἔν τε δαπανήμασι καὶ σπουδάσμασι. Μεταζεύγνυμεν, ἀντιζεύγνυμεν, ἀντιφ

 ΚΓʹ. Σκοπείτε γὰρ καὶ ἡμῶν τὰ ἐγκλήματα. Τοσοῦτος χρόνος, φησὶν, ἐξ οὗ τὴν Ἐκκλησίαν ἄγεις, μετὰ τῆς τοῦ καιροῦ ῥοπῆς, καὶ τῆς τοῦ κρατοῦντος ὁρμῆς, τ

 ΚΔʹ. Τάχα δ' ἂν καὶ ταῦτα ἡμῖν ὀνειδίσαιεν (καὶ γὰρ ὠνειδίκασι): τὸ δὲ τῆς τραπέζης φιλότιμον, τὸ δὲ τῆς ἐσθῆτος αἰδέσιμον, αἱ δὲ πρόοδοι, τὸ δὲ σοβαρ

 ΚΕʹ. Τί φατε Πείθομεν ὑμᾶς τοῖς λόγοις τούτοις, καὶ νενικήκαμεν Ἢ δεῖ καὶ στεῤῥοτέρων λόγων ἡμῖν πρὸς τὸ πείθειν Ναὶ, πρὸς τῆς Τριάδος αὐτῆς, ἣν πρ

 Κ#2ʹ. Χαίροις, Ἀναστασία μοι τῆς εὐσεβείας ἐπώνυμε. Σὺ γὰρ τὸν λόγον ἡμῖν ἐξανέστησας ἔτι καταφρονούμενον: τὸ τῆς κοινῆς νίκης χωρίον, ἡ νέα Σηλὼμ, ἐν

 ΚΖʹ. Χαῖρε, ὦ μεγαλόπολι καὶ φιλόχριστε (μαρτυρήσω γὰρ τἀληθῆ, καὶ εἰ μὴ κατ' ἐπίγνωσιν ὁ ζῆλος: πεποίηκε χρηστοτέρους ἡμᾶς ἡ διάζευξις). Πρόσιτε τῇ ἀ

26.  Farewell my Anastasia,109    Anastasia.  The little church “of the Resurrection” in which the orthodox Christians worshipped with S. Gregory at first on his arrival, while the churches of the city were held by the heretics. whose name is redolent of piety:  for thou hast raised up for us the doctrine which was in contempt:  farewell, scene of our common victory, modern Shiloh,110    Josh. xviii. 1. where the tabernacle was first fixed, after being carried about in its wanderings for forty years in the wilderness.  Farewell likewise, grand and renowned temple, our new inheritance, whose greatness is now due to the Word, which once wast a Jebus,111    1 Chron. xi. 4. and hast now been made by us a Jerusalem.  Farewell, all ye others, inferior only to this in beauty, scattered through the various parts of the city, like so many links, uniting together each your own neighbourhood, which have been filled with worshippers of whose existence we had despaired, not by me, in my weakness, but by the grace which was with me.112    1 Cor. xv. 10.  Farewell, ye Apostles,113    Apostles.  The Church of the Holy Apostles, to which Constantius translated the relics of SS. Andrew, Luke and Timothy. noble settlers here, my masters in the strife; if I have not often kept festival with you, it has been possibly due to the Satan114    Satan, i.e., “thorn in the flesh, a messenger of Satan”—in S. Gregory’s case serious ill health. which I, like S. Paul,115    2 Cor. xii. 7. who was one of you, carry about in my body for my own profit, and which is the cause of my now leaving you.  Farewell, my throne, envied and perilous height; farewell assembly of high priests, honoured by the dignity and age of its priests, and all ye others ministers of God round the holy table, drawing nigh to the God Who draws nigh to you.116    S. James iv. 8.  Farewell, choirs of Nazarites, harmonies of the Psalter, night-long stations, venerable virgins, decorous matrons, gatherings of widows and orphans, and ye eyes of the poor, turned towards God and towards me.  Farewell, hospitable and Christ-loved dwellings, helpers of my infirmity.  Farewell, ye lovers of my discourses, in your eagerness and concourse, ye pencils seen and unseen, and thou balustrade, pressed upon by those who thrust themselves forward to hear the word.  Farewell, Emperors, and palace, and ministers and household of the Emperor, whether faithful or not to him, I know not, but for the most part, unfaithful to God.  Clap your hands, shout aloud, extol your orator to the skies.  This pestilent and garrulous tongue has ceased to speak to you.  Though it will not utterly cease to speak:  for it will fight with hand and ink:  but for the present we have ceased to speak.

Κ#2ʹ. Χαίροις, Ἀναστασία μοι τῆς εὐσεβείας ἐπώνυμε. Σὺ γὰρ τὸν λόγον ἡμῖν ἐξανέστησας ἔτι καταφρονούμενον: τὸ τῆς κοινῆς νίκης χωρίον, ἡ νέα Σηλὼμ, ἐν ᾗ πρῶτον τὴν σκηνὴν ἐπήξαμεν, τεσσαράκοντα ἔτη περιφερομένην ἐν τῇ ἐρήμῳ καὶ πλανωμένην. Σύ τε ὁ μέγας ναὸς οὗτος καὶ περιβόητος, ἡ νέα κληρονομία, τὸ νῦν μέγας εἶναι παρὰ τοῦ Λόγου λαβὼν, ὃν Ἰεβοῦς πρότερον ὅντα, Ἱερουσαλὴμ πεποιήκαμεν: ὑμεῖς τε ὅσοι μετὰ τοῦτον εὐθὺς τοῖς κάλλεσιν, ἄλλος ἄλλο τι τῆς πόλεως μέρος διειληφότες, ὥσπερ σύνδεσμοί τινες καὶ τὸ Γειτονοῦν οἰκειούμενοι: οὓς μετὰ τῆς ἀσθενείας ταύτης, οὐχ ἡμεῖς, ἡ χάρις δὲ σὺν ἡμῖν ἐπλήρωσε τοῖς ἀπεγνωσμένοις. Χαίρετε, ἀπόστολοι, ἡ καλὴ μετοικία, οἱ ἐμοὶ διδάσκαλοι τῆς ἀθλήσεως, εἰ καὶ μὴ πολλάκις ὑμῖν ἐπανηγύρισα, ἴσως τὸν τοῦ ὑμετέρου Παύλου Σατᾶν περιφέρων ἐν τῷ σώματι πρὸς τὸ συμφέρον, δι' ὃν νῦν ὑμῶν ἀποικίζομαι. Χαῖρέ μοι, ὦ καθέδρα, τὸ ἐπίφθονον ὕψος τοῦτο καὶ ἐπικίνδυνον, ἀρχιερέων συνέδριον, ἱερέων αἰδοῖ καὶ χρόνῳ τετιμημένον, ὅσον τε ἄλλο περὶ τὴν ἱερὰν τράπεζαν λειτουργικὸν Θεοῦ, καὶ ἐγγίζον Θεῷ τῷ ἐγγίζοντι. Χαίρετε, Ναζαραίων χοροστασίαι, ψαλμῳδιῶν ἁρμονίαι, στάσεις πάννυχοι, παρθένων σεμνότης, γυναικῶν εὐκοσμία, χηρῶν, ὀρφανῶν συστήματα, πτωχῶν ὀφθαλμοὶ, πρὸς Θεὸν καὶ πρὸς ἡμᾶς βλέποντες. Χαίρετε, οἶκοι φιλόξενοι καὶ φιλόχριστοι, καὶ τῆς ἐμῆς ἀσθενείας ἀντιλήπτορες. Χαίρετε, τῶν ἐμῶν λόγων ἐρασταὶ, καὶ δρόμοι, καὶ συνδρομαὶ, καὶ γραφίδες φανεραὶ καὶ λανθάνουσαι, καὶ ἡ βιαζομένη κιγκλὶς, αὕτη τοῖς περὶ τὸν λόγον ὠθιζομένοις. Χαίρετε, ὦ βασιλεῖς, καὶ βασίλεια, ὅσον τε περὶ τὸν βασιλέα θεραπευτικὸν καὶ οἰκίδιον: εἰ μὲν καὶ βασιλεῖ πιστὸν, οὐκ οἶδα: Θεῷ δὲ τὸ πλεῖον ἄπιστον. Κροτήσατε χεῖρας, ὀξὺ βοήσατε, ἄρατε εἰς ὕψος τὸν ῥήτορα ὑμῶν. Σεσίγηκεν ὑμῖν ἡ πονηρὰ γλῶσσα καὶ λάλος: οὐ μὴν σιγήσεται παντάπασιν: μαχήσεται γὰρ διὰ χειρὸς καὶ μέλανος: τὸ δ' οὖν παρὸν σεσιγήκαμεν.