ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΒΑΣΙΛΕΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΕΠΙΤΑΦΙΟΣ

 Ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προθεὶς ὁ μέγας Βασίλειος, καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἐμοῖς λόγοις ὡς οὔπω τοῖς ἑαυτοῦ τῶν πάντων οὐδεί

 Ἃ μὲν οὖν πεποίηκέ μοι τὸν λόγον καὶ δι' ἃ τὸν ἀγῶνα τοῦτον ἐνεστησάμην, ταῦτά ἐστιν. Εἰ δὲ τοσοῦτον ἀπήντηκα τοῦ καιροῦ δεύτερος καὶ μετὰ τοσούτους ἐ

 Εἰ μὲν οὖν ἑώρων αὐτὸν γένει καὶ τοῖς ἐκ γένους φιλοτιμούμενον, ἤ τινι τῶν μικρῶν ὅλως καὶ οἷς οἱ χαμαὶ βλέποντες, ἄλλος ἂν ἡρώων ὤφθη κατάλογος. Ὅσα

 Ἐπειδὴ δὲ ὑπὲρ ἀνδρὸς ἡμῖν ὁ λόγος κατ' ἄνδρα κρίνεσθαι τὴν εὐγένειαν ἀξιοῦντος, καὶ μὴ τὰς μὲν μορφὰς καὶ τὰς χρόας ἐξ ἑαυτῶν δοκιμάζεσθαι καὶ τῶν ἵπ

 Διωγμὸς ἦν, καὶ διωγμῶν ὁ φρικωδέστατος καὶ βαρύτατος: εἰδόσι λέγω τὸν Μαξιμίνου, ὃς πολλοῖς τοῖς ἐγγύθεν γενομένοις ἐπιφυεὶς πάντας φιλανθρώπους ἀπέδ

 Ἐπεὶ δὲ νόμιμον αὐτοῖς ἔδει καὶ τὸν ἀγῶνα γενέσθαι: νόμος δὲ μαρτυρίας μήτε ἐθελοντὰς πρὸς τὸν ἀγῶνα χωρεῖν, φειδοῖ τῶν διωκόντων καὶ τῶν ἀσθενεστέρων

 Ἐπόθουν τι καὶ τῶν πρὸς ἡδονὴν οἱ γεννάδαι, τῷ χρόνῳ κάμνοντες καὶ τῶν ἀναγκαίων ὄντες διακορεῖς: καὶ τὰ μὲν τοῦ Ἰσραὴλ οὐκ ἐφθέγξαντο: οὐ γὰρ ἦσαν γο

 Ὦ τοῦ θαύματος! αὐτοὶ τοῦ θηράματος ἦσαν ταμίαι. Ὅσον φίλον εἴχετο θελήμασι μόνον: ὅσον περιττὸν ἀπεπέμφθη ταῖς λόχμαις εἰς δευτέραν τράπεζαν. Οἱ ὀψοπ

 Τῆς δὲ τῶν πατέρων συζυγίας οὐχ ἧττον κατὰ τὸ τῆς ἀρετῆς ὁμότιμον ἢ καὶ τὰ σώματα, πολλὰ μὲν καὶ ἄλλα γνωρίσματα, πτωχοτροφίαι, ξενοδοχίαι, ψυχῆς κάθα

 Τίς οὐκ οἶδε τὸν τούτου πατέρα, Βασίλειον, τὸ μέγα παρὰ πᾶσιν ὄνομα, ὃς πατρικῆς εὐχῆς ἔτυχεν, ἵνα μὴ λέγω μόνος, εἴπερ τις ἀνθρώπων Παντὸς γὰρ κρατῶ

 Οἶμαι δὲ πᾶσιν ἀνωμολογῆσθαι τὸν νοῦν ἐχόντων, παίδευσιν τῶν παρ' ἡμῖν ἀγαθῶν εἶναι τὸ πρῶτον: οὐ ταύτην μόνην τὴν εὐγενεστέραν καὶ ἡμετέραν, ἣ πᾶν τὸ

 Τὰ μὲν δὴ πρῶτα τῆς ἡλικίας ὑπὸ τῷ μεγάλῳ πατρί, ὃν κοινὸν παιδευτὴν ἀρετῆς ὁ Πόντος τηνικαῦτα προὐβάλλετο, σπαργανοῦται καὶ διαπλάττεται πλάσιν τὴν ἀ

 Ἐπεὶ δὲ ἱκανῶς εἶχε τῆς ἐνταῦθα παιδεύσεως, ἔδει δ' αὐτὸν μηδὲν τῶν καλῶν διαφυγεῖν, μηδὲ τῷ φιλοπόνῳ τῆς μελίσσης ἀπολειφθῆναι συλλεγούσης ἐκ παντὸς

 Ἐντεῦθεν ἐπὶ τὸ Βυζάντιον, τὴν προκαθεζομένην τῆς Ἑῴας πόλιν: καὶ γὰρ ηὐδοκίμει σοφιστῶν τε καὶ φιλοσόφων τοῖς τελεωτάτοις, ὧν ἐν βραχεῖ χρόνῳ τὰ κράτ

 Εἶχον ἡμᾶς Ἀθῆναι, καθάπερ τι ῥεῦμα ποτάμιον, ἀπὸ μιᾶς σχισθέντας πηγῆς τῆς πατρίδος εἰς διάφορον ὑπερορίαν κατ' ἔρωτα τῆς παιδεύσεως καὶ πάλιν εἰς τὸ

 Ἐπειδὰν οὖν τις ἐπιστῇ τῶν νέων καὶ ἐν χερσὶ γένηται τῶν ἑλόντων, γίνεται δὲ ἢ βιασθεὶς ἢ ἑκών, νόμος οὗτός ἐστιν αὐτοῖς Ἀττικὸς καὶ παιδιὰ σπουδῇ σύμ

 Τοῦτο ἡμῖν τῆς φιλίας προοίμιον: ἐντεῦθεν ὁ τῆς συναφείας σπινθήρ: οὕτως ἐπ' ἀλλήλοις ἐτρώθημεν. Ἔπειτα συνηνέχθη τι καὶ τοιοῦτον: οὐδὲ γὰρ τοῦτο παρα

 Οἱ μὲν οὖν οὕτως ἀπῆλθον ἄπρακτοι, πολλὰ μὲν τῆς προπετείας ἑαυτοῖς καταμεμψάμενοι, πολλὰ δὲ τῆς ἐπιβουλῆς ἐμοὶ δυσχεράναντες, ὡς καὶ φανερὰν ἔχθραν ὁ

 Ὡς δὲ προϊόντος τοῦ χρόνου τὸν πόθον ἀλλήλοις καθωμολογήσαμεν, καὶ φιλοσοφίαν εἶναι τὸ σπουδαζόμενον, τηνικαῦτα ἤδη τὰ πάντα ἦμεν ἀλλήλοις, ὁμόστεγοι,

 Οὕτω δὴ τὰ πρὸς ἀλλήλους ἔχοντες, καὶ τοιαύτας ὑποστήσαντες εὐτειχεῖ θαλάμῳ χρυσέας κίονας, ὅ φησι Πίνδαρος, οὕτως ᾔειμεν εἰς τὸ πρόσω, Θεῷ καὶ πόθῳ σ

 Δύο μὲν ἐγνωρίζοντο ἡμῖν ὁδοί: ἡ μὲν πρώτη καὶ τιμιωτέρα, ἡ δὲ δευτέρα καὶ οὐ τοῦ ἴσου λόγου: ἥ τε πρὸς τοὺς ἱεροὺς ἡμῶν οἴκους καὶ τοὺς ἐκεῖσε διδασκ

 Καὶ τὸ κάλλιστον, ὅτι καὶ φρατρία τις περὶ ἡμᾶς οὐκ ἀγεννὴς ἦν, ὑπ' ἐκείνῳ καθηγεμόνι παιδευομένη καὶ ἀγομένη καὶ τοῖς αὐτοῖς χαίρουσα: εἰ καὶ πεζοὶ π

 Τίς μὲν οὕτω πολιὸς ἦν τὴν σύνεσιν καὶ πρὸ τῆς πολιᾶς ἐπειδὴ τούτῳ καὶ Σολομῶν τὸ γῆρας ὁρίζεται. Τίς δὲ οὕτως αἰδέσιμος ἢ παλαιοῖς ἢ νέοις, μὴ ὅτι τ

 Εἶχε μὲν οὖν οὕτω ταῦτα, καὶ πλήρης παιδεύσεως ἡ φορτίς, ὡς γοῦν ἐφικτὸν ἀνθρωπίνῃ φύσει: τὸ γὰρ ἐπέκεινα Γαδείρων οὐ περατόν: ἔδει δὲ λοιπὸν ἐπανόδου

 Ὡς δ' οὖν ἐπανήκαμεν, μικρὰ τῷ κόσμῳ καὶ τῇ σκηνῇ χαρισάμενοι καὶ ὅσον τὸν τῶν πολλῶν πόθον ἀφοσιώσασθαι: οὐ γὰρ αὐτοί γε εἴχομεν θεατρικῶς οὐδ' ἐπιδε

 Οὐκ ἐπαινῶ γὰρ ἐγὼ τὴν παρ' ἡμῖν ἀταξίαν καὶ ἀκοσμίαν, ἔστιν ὅτε καὶ ἐφ' ὧν προεδρευόντων ἐν βήμασιν: οὐ γὰρ ἁπάντων τολμήσω κατηγορεῖν, οὐδὲ δίκαιον.

 Ἀλλ' οὐχ ὁ πολὺς οὕτω καὶ μέγας Βασίλειος: ἀλλ' ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τοῦ περὶ ταῦτα κόσμου τοῖς πολλοῖς τύπος καθίσταται. Τὰς γὰρ ἱερὰς π

 Ἐγένετό τις πρὸς τὸν ἄνδρα διαφορὰ τῷ πρὸ τούτου καθηγεμόνι τῆς Ἐκκλησίας: τὸ μὲν ὅθεν καὶ ὅπως σιωπᾶν ἄμεινον, πλὴν ἐγένετο: ἀνδρὶ τἆλλα μὲν οὐκ ἀγεν

 Τί οὖν ὁ γεννάδας ἐκεῖνος καὶ τοῦ εἰρηνικοῦ μαθητής Οὔτε γὰρ ἀντιτείνειν εἶχε πρὸς τοὺς ὑβριστὰς ἢ τοὺς σπουδαστάς, οὔτε πρὸς αὐτοῦ τὸ μάχεσθαι, ἢ δι

 Ἐν τούτοις ὄντων ἡμῶν, ἐξαίφνης ἐφίσταται νέφος χαλάζης πλῆρες καὶ τετριγὸς ὀλέθριον, πᾶσαν ἐκτρίψαν ἐκκλησίαν, καθ' ἧς ἐρράγη καὶ ὅσην ἐπέλαβε: βασιλ

 Ὁ μὲν οὖν οὕτω φρονῶν καὶ μετὰ τοιαύτης ἡμῖν ἐπιστρατεύει τῆς ἀσεβείας: οὐ γὰρ ἄλλο τι ἢ βαρβαρικὴν καταδρομὴν τοῦτο ὑποληπτέον, καθαιροῦσαν οὐ τείχη

 Ἆρ' οὖν προεθυμήθη μὲν οὕτως, ἠγώνισται δὲ τῆς προθυμίας ἔλαττον Ἢ διαγωνίζεται μὲν ἀνδρικῶς, οὐ συνετῶς δέ Ἢ πεπαιδευμένως μέν, ἀκινδύνως δέ Ἢ πάν

 Οἱ μὲν οὖν οὕτως ἀπῆλθον ἄπρακτοι, καὶ κακοὶ κακῶς τότε πρῶτον αἰσχυνθέντες καὶ ἡττηθέντες, καὶ μαθόντες μὴ ῥᾳδίως Καππαδοκῶν καταφρονεῖν, εἰ καὶ πάντ

 Τῆς δὲ περὶ τὴν Ἐκκλησίαν τοῦ ἀνδρὸς κηδεμονίας καὶ προστασίας, πολλὰ μὲν καὶ ἄλλα γνωρίσματα: παρρησία πρὸς ἄρχοντας τούς τε ἄλλους καὶ τοὺς δυνατωτά

 Ὁ δὲ ὕειν μὲν οὐκ εἶχεν ἄρτον ἐξ οὐρανοῦ δι' εὐχῆς, καὶ τρέφειν ἐν ἐρήμῳ λαὸν φυγάδα, οὐδὲ πυθμέσι πηγάζειν τροφὴν ἀδάπανον κενώσει πληρουμένοις, ὃ κα

 Τοιοῦτος ἦν ὁ νέος σιτοδότης ἡμῖν, καὶ δεύτερος Ἰωσήφ: πλὴν ὅτι καὶ πλέον τι λέγειν ἔχομεν. Ὁ μὲν γὰρ καταπραγματεύεται τοῦ λιμοῦ καὶ τὴν Αἴγυπτον ἐξω

 Ἐκ δὴ τούτων καὶ τῶν τοιούτων, _τί γὰρ δεῖ πάντα λέγοντα διατρίβειν _ἄρτι τοῦ φερωνύμου τῆς εὐσεβείας μετατεθέντος καὶ ταῖς ἐκείνου χερσὶν ἡδέως ἐναπ

 Οὕτω δὲ τῆς προεδρίας ἀξιωθείς, ὡς τοὺς τοιούτους μὲν γεγονότας, τοιαύτης δὲ χάριτος τετυχηκότας, οὕτω δὲ ὑπειλημμένους εἰκός, οὐ κατῄσχυνεν οὐδενὶ τῶ

 Πρῶτον μὲν ἐκεῖνο πᾶσι ποιεῖ φανερόν, ὡς οὐκ ἀνθρωπίνης χάριτος ἦν αὐτῷ ἔργον, ἀλλὰ Θεοῦ δῶρον τὸ δεδομένον: δηλώσει δὲ καὶ τὸ ἡμέτερον. Οἷα γάρ μοι φ

 Ἔπειτα τὸ στασιάζον πρὸς ἑαυτὸν μαλάσσει καὶ θεραπεύει λόγοις ἰατρικῆς μεγαλόφρονος: οὐ γὰρ θωπευτικῶς οὐδὲ ἀνελευθέρως τοῦτο ποιεῖ, ἀλλὰ καὶ λίαν νεα

 Ἐπεὶ δὲ τὰ οἴκοι κατὰ νοῦν εἶχεν αὐτῷ καὶ ὡς οὐκ ἄν τις ᾠήθη τῶν ἀπίστων κἀκεῖνον ἠγνοηκότων, περινοεῖ τι τῇ διανοίᾳ μεῖζον καὶ ὑψηλότερον. Τῶν γὰρ ἄλ

 Τί γὰρ εἶναι τῆς συμφορᾶς ταύτης ἀνιαρότερον, ὑπὲρ δὲ τοῦ κοινοῦ χρῆναι μᾶλλον σπουδάζειν τὸν ἄνω βλέποντα Ἑνὸς μὲν γὰρ εὖ πράττοντος ἢ κακῶς, οὐδὲν

 Ἓν μὲν οὖν ἐκεῖνο ἐπινοεῖ καὶ λίαν σωτήριον. Συναγαγὼν ἑαυτόν, ὡς οἷόν τε ἦν, καὶ συγκλείσας τῷ Πνεύματι, καὶ πάντας μὲν ἀνθρωπίνους λογισμοὺς κινήσας

 Τί τἆλλα χρὴ λέγειν Ἀλλ' ἧκεν αὖθις ἡμῖν ὁ χριστομάχος βασιλεὺς καὶ τῆς πίστεως τύραννος, μετὰ πλείονος τῆς ἀσεβείας καὶ θερμοτέρας τῆς παρατάξεως, ὡ

 Τὸν μὲν δὴ Περσῶν βασιλέα φασίν, ἐπειδή ποτε κατὰ τῆς Ἑλλάδος ἐστράτευε, πᾶν μὲν γένος ἀνθρώπων ἐπ' αὐτοὺς ἐλαύνων, παντὶ δὲ ζέων θυμῷ καὶ φρονήματι,

 Καὶ δὴ λαμπρὰ μὲν αὐτοῦ τὰ πρῶτα νεανιεύματα, λαμπρότερα δὲ τὰ τελευταῖα καθ' ἡμῶν ἀγωνίσματα. Τίνα δὴ λέγω τὰ πρῶτα Ἐξορίαι, φυγαί, δημεύσεις, ἐπιβο

 Ἐπεὶ δὲ πάντα διεξελθών, ἐπὶ τὴν ἄσειστον καὶ ἀνεπηρέαστον τήνδε τῶν ἐκκλησιῶν μητέρα ὡς δουλωσόμενος ὥρμησε, καὶ τὸν λειπόμενον ἔτι μόνον ζωτικὸν σπι

 Τίς οὐκ οἶδε τὸν τηνικαῦτα ὕπαρχον, πολλῷ μὲν τῷ οἰκείῳ θράσει καθ' ἡμῶν μάλιστα χρώμενον, ἐπειδὴ καὶ παρ' ἐκείνων ἦν τῷ βαπτίσματι τελεσθείς, ἢ συντε

 Τότε δὴ κινηθέντα τὸν ὕπαρχον ζέσαι τε πλέον τῷ θυμῷ καὶ τῆς καθέδρας ἐξαναστῆναι καὶ τραχυτέροις πρὸς αὐτὸν χρήσασθαι λόγοις. »Τί δαί Οὐ φοβεῖ τὴν ἐ

 Τούτοις καταπλαγέντα τὸν ὕπαρχον: »Οὐδείς, φάναι, μέχρι τοῦ νῦν οὕτως ἐμοὶ διείλεκται καὶ μετὰ τοσαύτης τῆς παρρησίας, τὸ ἑαυτοῦ προσθεὶς ὄνομα. _ Οὐδ

 Ἐπειδὴ ταῦτα εἰπεῖν καὶ ἀκοῦσαι τὸν ὕπαρχον, καὶ τὴν ἔνστασιν μαθεῖν τοῦ ἀνδρὸς οὕτως ἀκατάπληκτον καὶ ἀήττητον, τὸν μὲν ἔξω πέμψαι καὶ μεταστήσασθαι,

 Εἰς γὰρ τὸ ἱερὸν εἰσελθὼν μετὰ πάσης τῆς περὶ αὐτὸν δορυφορίας: ἦν δὲ ἡμέρα τῶν Ἐπιφανίων καὶ ἀθροίσιμος: καὶ τοῦ λαοῦ μέρος γενόμενος, οὕτως ἀφοσιοῦτ

 Ἃ δὲ αὐτῷ διείλεκται τῷ βασιλεῖ καὶ μεθ' ὅσης τῆς φιλοσοφίας, ἐπειδή γε αὖθις τρόπον τινὰ συνεκκλησιάσας ἡμῖν εἴσω τοῦ παραπετάσματος ἑαυτὸν ἐποιήσατο

 Ἕτερον δὲ τῶν εἰρημένων οὐκ ἔλαττον. Ἐνίκων οἱ πονηροί, καὶ κυροῦται κατὰ τοῦ ἀνδρὸς ἐξορία: καὶ οὐδὲν ἀπῆν τῶν εἰς τοῦτο φερόντων. Ἡ νὺξ παρῆν, ὁ δίφ

 Τὸ δὲ αὐτὸ καὶ τῷ ὑπάρχῳ μικρὸν ὕστερόν φασι συμβῆναι. Κάμπτει καὶ τοῦτον ταῖς τοῦ ἁγίου χερσὶ συμπεσοῦσά τις ἀρρωστία. Καὶ ὄντως πληγὴ τοῖς εὖ φρονοῦ

 Γυναῖκά τινα τῶν ἐπιφανῶν ἐξ ἀνδρὸς οὐ πρὸ πολλοῦ τὸν βίον ἀπολιπόντος ὁ τοῦ δικαστοῦ σύνεδρος ἐβιάζετο, πρὸς γάμον ἕλκων ἀπαξιοῦσαν. Ἡ δὲ οὐκ ἔχουσα

 Ἄθρει δὴ πάλην ἑτέραν ἀγωνιστοῦ καὶ διώκτου. Τὸ περιαυχένιον ῥάκος σφενδονᾶσθαι προσέταττεν. Ὁ δέ, »Προσαποδύσομαί σοι, φησίν, εἰ βούλει, καὶ τὸ χιτών

 Ὁ μὲν δὴ κοσμικὸς πόλεμος ἐνταῦθα ἐτελεύτησε, καὶ πέρας εἶχεν ἐκ Θεοῦ δεξιὸν καὶ τῆς ἐκείνου πίστεως ἄξιον. Ἄρχεται δὲ ὁ πόλεμος ἐνθένδε ἤδη τῶν ἐπισκ

 Οὐ μὴν ὁ ἅγιος τοῦ Θεοῦ καὶ τῆς ἄνω Ἱερουσαλὴμ ὄντως μητροπολίτης ἢ συναπήχθη τοῖς πταίουσιν, ἢ παριδεῖν ταῦτα ἠνέσχετο, ἢ μικρὰν τοῦ κακοῦ λύσιν ἐπεν

 Δέδοικα μὲν οὖν μὴ ῥᾳθυμίας ἔγκλημα φεύγων, παρὰ τοῖς τὰ ἐκείνου πάντα ἐπιζητοῦσιν, ἀπληστίας περιπέσω γραφῇ, παρὰ τοῖς ἐπαινοῦσι τὸ μέτριον, ὃ μηδὲ ἐ

 Θαυμαστὸν ἡ ἐγκράτεια καὶ ὀλιγάρκεια καὶ τὸ μὴ κρατεῖσθαι τῶν ἡδονῶν, μηδ' ὡς ὑπὸ πικρᾶς καὶ ἀνελευθέρου δεσποίνης, τῆς γαστρός, ἄγεσθαι. Τίς οὕτω μᾶλ

 Μέγα παρθενία καὶ ἀζυγία καὶ τὸ μετ' ἀγγέλων τετάχθαι καὶ τῆς μοναδικῆς φύσεως: ὀκνῶ γὰρ εἰπεῖν Χριστοῦ, ὃς καὶ γεννηθῆναι θελήσας διὰ τοὺς γεννητοὺς

 Τί ἔτι Καλὸν φιλανθρωπία καὶ πτωχοτροφία καὶ τὸ τῆς ἀνθρωπίνης ἀσθενείας βοήθημα. Μικρὸν ἀπὸ τῆς πόλεως πρόελθε, καὶ θέασαι τὴν καινὴν πόλιν, τὸ τῆς

 Πρὸς ταῦτα, τί φήσουσιν ἡμῖν οἱ τὸν τῦφον ἐγκαλοῦντες ἐκείνῳ καὶ τὴν ὀφρύν, οἱ πικροὶ τῶν τηλικούτων κριταί, καὶ τῷ κανόνι τοὺς οὐ κανόνας προσάγοντες

 Ἀλλὰ τί ταῦτα πρὸς τὴν ἐν λόγοις τοῦ ἀνδρὸς ἀρετὴν καὶ τὸ τῆς διδασκαλίας κράτος τὰ πέρατα οἰκειούμενον Ἔτι περὶ τοὺς πρόποδας τοῦ ὄρους στρεφόμεθα,

 Ἡλίου μὲν ἐπαινεῖται παρὰ τῷ Δαβὶδ κάλλος καὶ μέγεθος καὶ δρόμου τάχος καὶ δύναμις, λάμποντος ὡς νυμφίου, εὐμεγέθους ὡς γίγαντος, οὗ καὶ τὸ πολὺ διαβα

 Ἐγὼ τοῦτο μόνον αὐτοῦ διηγήσομαι. Ὅταν τὴν ἑξαήμερον αὐτοῦ μεταχειρίζωμαι καὶ διὰ γλώσσης φέρω, μετὰ τοῦ κτίστου γίνομαι, καὶ γινώσκω κτίσεως λόγους,

 Ἐπεὶ δὲ θεολογίας ἐμνήσθην, καὶ τῆς περὶ τοῦτο τοῦ ἀνδρὸς μάλιστα μεγαλοφωνίας, ἔτι κἀκεῖνο προσθήσω τοῖς εἰρημένοις: χρησιμώτατον γὰρ τοῖς πολλοῖς, τ

 Ἐπεὶ ὅτι γε παντὸς μᾶλλον ᾔδει τὸ Πνεῦμα Θεόν, δῆλον μὲν ἐξ ὧν καὶ δημοσίᾳ τοῦτο πολλάκις ἐκήρυξεν, εἴ ποτε καιρὸς ἦν καὶ ἰδίᾳ τοῖς ἐρωτῶσι προθύμως ἀ

 Φέρε δή, πολλῶν ἐν τοῖς πάλαι καὶ νῦν γεγονότων ἀνδρῶν ἐπ' εὐσεβείᾳ γνωρίμων, νομοθετῶν, στρατηγῶν, προφητῶν, διδασκάλων, τῶν ἀνδρικῶν μέχρις αἵματος,

 Μέγας ὁ Ἀβραὰμ καὶ πατριάρχης καὶ θύτης καινῆς θυσίας, τὸν ἐκ τῆς ἐπαγγελίας τῷ δεδωκότι προσαγαγών, ἱερεῖον ἕτοιμον καὶ πρὸς τὴν σφαγὴν ἐπειγόμενον:

 Ἰωσὴφ ἐγένετο σιτοδότης, ἀλλ' Αἰγύπτου μόνης καὶ οὐ πολλάκις καὶ σωματικῶς: ὁ δὲ πάντων καὶ ἀεὶ καὶ πνευματικῶς, ὅπερ ἐμοὶ τῆς σιτοδοσίας ἐκείνης αἰδε

 Καὶ ἵνα τοὺς Κριτὰς παραδράμωμεν, ἢ τῶν Κριτῶν τοὺς εὐδοκιμωτάτους, Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ, καὶ Θεῷ δοτὸς πρὸ γενέσεως, καὶ μετ

 Ἐπαινεῖς Ἡλίου τὴν πρὸς τοὺς τυράννους παρρησίαν, καὶ τὴν διὰ πυρὸς ἁρπαγήν Ἐλισσαίου τε τὴν καλὴν κληρονομίαν, τὴν μηλωτήν, ᾗ τὸ Ἡλίου πνεῦμα συνηκο

 Ἐπὶ δὲ τὴν νέαν μέτειμι διαθήκην, καὶ τοῖς ἐνταῦθα εὐδοκίμοις τὰ ἐκείνου παρεξετάσας, τιμήσω τὸν μαθητὴν ἐκ τῶν διδασκάλων. Τίς Ἰησοῦ πρόδρομος Ἰωάνν

 Ἐμιμήσατο Πέτρου τὸν ζῆλον, Παύλου τὸν τόνον, τῶν ὀνομαστῶν καὶ μετωνομασμένων ἀμφοτέρων τὴν πίστιν: τῶν υἱῶν Ζεβεδαίου τὸ μεγαλόφωνον: πάντων τῶν μαθ

 Τοσαύτη τοῦ ἀνδρὸς ἡ ἀρετὴ καὶ ἡ τῆς δόξης περιουσία, ὥστε πολλὰ καὶ τῶν ἐκείνου μικρῶν, ἤδη δὲ καὶ τῶν σωματικῶν ἐλαττωμάτων, ἑτέροις εἰς εὐδοξίαν ἐπ

 Ἐπεὶ δὲ τὸν δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας ἐπόθει τὴν ἀνάλυσιν, καὶ ὁ τῶν στεφάνων ἐνειστήκει καιρός, κἀκεῖνο μὲν οὐκ ἤκουσεν: »Εἰς τὸ ὄρος ἀνά

 Ἔκειτο μὲν ὁ ἀνὴρ τὰ τελευταῖα πνέων καὶ παρὰ τῆς ἄνω χοροστασίας ἐπιζητούμενος, πρὸς ἣν ἐκ πλείονος ἔβλεπεν. Ἐγχεῖτο δὲ περὶ αὐτὸν πᾶσα ἡ πόλις, τὴν

 Προεκομίζετο μὲν ὁ ἅγιος, χερσὶν ἁγίων ὑψούμενος: σπουδὴ δ' ἦν ἑκάστῳ τῷ μὲν κρασπέδου λαβέσθαι, τῷ δὲ σκιᾶς, τῷ δὲ τοῦ ἱεροφόρου σκίμποδος, καὶ ψαῦσα

 Δεῦρο δὴ περιστάντες με πᾶς ὁ ἐκείνου χορός, ὅσοι τοῦ βήματος καὶ ὅσοι τῶν κάτω, ὅσοι τῶν ἡμετέρων καὶ ὅσοι τῶν ἔξωθεν, τὴν εὐφημίαν μοι συνεργάζεσθε,

 Ταῦτά σοι παρ' ἡμῶν, ὦ Βασίλειε, τῆς ἡδίστης σοί ποτε γλώττης καὶ ὁμοτίμου καὶ ἥλικος. Εἰ μὲν τῆς ἀξίας ἐγγύς, σὴ τοῦτο χάρις: σοὶ γὰρ θαρρῶν, τὸν περ

68.  Since I have mentioned theology, and his most sublime treatises in this science, I will make this addition to what I have already said.  For it is of great service to the community, to save them from being injured by an unjustifiably low opinion of him.  My remarks are directed against those evil disposed persons who shelter their own vices under cover of their calumnies against others.  In his defence of orthodox teaching, and of the union and coequal divinity of the Holy Trinity, to use terms which are, I think, as exact and clear as possible, he would have eagerly welcomed as a gain, and not a danger, not only expulsion from his see, in which he had originally no desire to be enthroned, but even exile, and death, and its preliminary tortures.  This is manifest from his actual conduct and sufferings.  For when he had been sentenced to banishment on behalf of the truth, the only notice which he took of it was, to bid one of his servants to take his writing tablet and follow him.  He held it necessary, according to the divine David’s advice, to guide his words with discretion,130    Ib. cxii. 5. and to endure for a while the time of war, and the ascendency of the heretics, until it should be succeeded by a time of freedom and calm, which would admit of freedom of speech.  The enemy were on the watch for the unqualified statement “the Spirit is God;” which, although it is true, they and the wicked patron of their impiety imagined to be impious; so that they might banish him and his power of theological instruction from the city, and themselves be able to seize upon the church, and make it the starting point and citadel, from which they could overrun with their evil doctrine the rest of the world.  Accordingly, by the use of other terms, and by statements which unmistakably had the same meaning, and by arguments necessarily leading to this conclusion, he so overpowered his antagonists, that they were left without reply, and involved in their own admissions,—the greatest proof possible of dialectical power and skill.  His treatise on this subject makes it further manifest, being evidently written by a pen borrowed from the Spirit’s store.  He postponed for the time the use of the exact term, begging as a favour from the Spirit Himself and his earnest champions, that they would not be annoyed at his economy,131    Economy.  In refraining from the express assertion “The Holy Ghost is God”—some have blamed S. Basil for this:  but his conduct has the approval of S. Athanasius.  Ep. ad Palladium. nor, by clinging to a single expression, ruin the whole cause, from an uncompromising temper, at a crisis when religion was in peril.  He assured them that they would suffer no injury from a slight change in their expressions, and from teaching the same truth in other terms.  For our salvation is not so much a matter of words as of actions; for we would not reject the Jews, if they desired to unite with us, and yet for a while sought to use the term “Anointed” instead of “Christ:”  while the community would suffer a very serious injury, if the church were seized upon by the heretics.

Ἐπεὶ δὲ θεολογίας ἐμνήσθην, καὶ τῆς περὶ τοῦτο τοῦ ἀνδρὸς μάλιστα μεγαλοφωνίας, ἔτι κἀκεῖνο προσθήσω τοῖς εἰρημένοις: χρησιμώτατον γὰρ τοῖς πολλοῖς, τοῦ μὴ βλάπτεσθαι, τὴν χείρω περὶ αὐτοῦ δόξαν ἔχοντας. Πρὸς δὲ τοὺς κακούργους ὁ λόγος, οἳ τοῖς ἑαυτῶν κακοῖς βοηθοῦσιν, ἐξ ὧν ἄλλοις ἐπηρεάζουσιν. Ἐκεῖνος γὰρ ἕνεκα τοῦ ὀρθοῦ λόγου καὶ τῆς κατὰ τὴν ἁγίαν Τριάδα συναφείας καὶ συνθεΐας, ἢ οὐκ οἶδ' ὅ τι κυριώτερον χρὴ εἰπεῖν καὶ σαφέστερον, μὴ ὅτι θρόνων ἐκπεσεῖν, οἷς οὐδὲ ἀπ' ἀρχῆς ἐπεπήδησεν, ἀλλὰ καὶ φυγὴν καὶ θάνατον καὶ τὰς πρὸ τοῦ θανάτου κολάσεις προθύμως ἐδέξατο ἂν ὡς κέρδος, οὐ κίνδυνον. Δηλοῖ δὲ οἷς τε ἤδη πεποίηκεν, οἷς τε πέπονθεν: ὅς γε καὶ ἐξορίαν ὑπὲρ τῆς ἀληθείας κατακριθείς, τοσοῦτον ἐπραγματεύσατο μόνον, ὅσον ἑνὶ τῶν ἀκολούθων εἰπεῖν, ἀραμένῳ τὸ πυκτίον ἀκολουθεῖν. Οἰκονομεῖν δὲ τοὺς λόγους ἐν κρίσει τῶν ἀναγκαίων ἐνόμιζε, τῷ θείῳ Δαβὶδ περὶ τούτου συμβούλῳ χρώμενος, καὶ μικρὸν ὅσον τὸν τοῦ πολέμου καιρὸν διαφέρειν, καὶ τὴν τῶν αἱρετικῶν δυναστείαν, ἕως ὁ τῆς ἐλευθερίας καὶ τῆς αἰθρίας ἐπιλάβοι καιρὸς καὶ δῷ τῇ γλώσσῃ παρρησίαν. Οἱ μὲν γὰρ ἐζήτουν λαβέσθαι γυμνῆς τῆς περὶ τοῦ Πνεύματος φωνῆς, ὡς εἴη Θεός: ὅπερ ὂν ἀληθές, ἀσεβὲς ἐκείνοις ὑπελαμβάνετο καὶ τῷ κακῷ προστάτῃ τῆς ἀσεβείας: ἵνα τὸν μὲν τῆς πόλεως μετὰ τῆς θεολόγου γλώσσης ὑπερορίσωσιν, αὐτοὶ δὲ κατασχόντες τὴν Ἐκκλησίαν, καὶ τῆς ἑαυτῶν κακίας ὁρμητήριον ποιησάμενοι, ἐντεῦθεν τὸ λειπόμενον ἅπαν, ὡς ἔκ τινος ἀκροπόλεως, καταδράμωσιν. Ὁ δὲ ἐν ἄλλαις μὲν φωναῖς γραφικαῖς καὶ μαρτυρίαις ἀναμφιλέκτοις ταὐτὸν δυναμέναις καὶ ταῖς ἐκ τῶν συλλογισμῶν ἀνάγκαις, οὕτως ἦρχε τοὺς ἀντιλέγοντας, ὥστε μὴ ἀντιβαίνειν ἔχειν, ἀλλ' οἰκείαις συνδεῖσθαι φωναῖς, ἥπερ δὴ καὶ μεγίστη λόγου δύναμις καὶ σύνεσις. Δηλώσει δὲ καὶ ὁ λόγος, ὃν περὶ τούτου συνέγραψε, κινῶν τὴν γραφίδα ὡς ἐκ πυξίδος τοῦ Πνεύματος: τὴν δὲ κυρίαν φωνὴν τέως ὑπερετίθετο, παρά τε τοῦ Πνεύματος αὐτοῦ καὶ τῶν γνησίων τούτου συναγωνιστῶν χάριν αἰτῶν, τῇ οἰκονομίᾳ μὴ δυσχεραίνειν: μηδὲ μιᾶς ἀντεχομένους φωνῆς, τὸ πᾶν ἀπολέσαι δι' ἀπληστίαν, τῷ καιρῷ παρασυρείσης τῆς εὐσεβείας. Αὐτοῖς μὲν γὰρ οὐδεμίαν εἶναι ζημίαν, ὑπαλλαττομένων μικρὸν τῶν λέξεων, καὶ φωναῖς ἄλλαις τὸ ἶσον διδασκομένοις: οὐδὲ γὰρ ἐν ῥήμασιν ἡμῖν εἶναι τὴν σωτηρίαν μᾶλλον ἢ πράγμασι: μηδὲ γὰρ τὸ Ἰουδαίων ἔθνος ἀποβαλεῖν ἄν, εἰ τὴν τοῦ ἠλειμμένου φωνὴν ἀντὶ τῆς χριστοῦ πρὸς ὀλίγον ἐπιζητοῦντες, ἠξίουν μεθ' ἡμῶν τάττεσθαι: τῷ δὲ κοινῷ μεγίστην ἂν βλάβην γενέσθαι, τῆς Ἐκκλησίας κατασχεθείσης.