ΛΟΓΟΣ ΜΕʹ. Εἰς τὸ ἅγιον Πάσχα.

 Αʹ. Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησὶν ὁ θαυμάσιος Ἀββακούμ. Κἀγὼ μετ' αὐτοῦ σήμερον, τῆς δεδομένης μοι παρὰ τοῦ Πνεύματος ἐξουσίας καὶ θεωρίας, καὶ

 Βʹ. Πάσχα Κυρίου, Πάσχα, καὶ πάλιν ἐρῶ Πάσχα, τιμῇ τῆς Τριάδος. Αὕτη ἑορτῶν ἡμῖν ἑορτὴ, καὶ πανήγυρις πανηγύρεων, τοσοῦτον ὑπεραίρουσα πάσας, οὐ τὰς ἀ

 Γʹ. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται: μᾶλλον δὲ, ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ' ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως: ὁ δὲ ὢν ἀε

 Δʹ. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τούτοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέ

 Εʹ. Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ' ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργετούμ

 #2ʹ. Οὕτω μὲν οὖν ὁ νοητὸς αὐτῷ καὶ διὰ ταῦτα ὑπέστη κόσμος, ὡς ἐμὲ γοῦν περὶ τούτων φιλοσοφῆσαι, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενον. Ἐπεὶ δὲ τὰ πρῶτα κ

 Ζʹ. Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ' ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν, καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔ

 Ηʹ. Τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιμήσας, ἵν' ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντο

 Θʹ. Πολλοῖς δὲ παιδευθεὶς πρότερον ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε, κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήτα

 Ιʹ. Ἀλλὰ τί τούτων ἡμῖν, τάχα ἂν εἴποι τις τῶν λίαν φιλεόρτων καὶ θερμοτέρων Κέντει τὸν πῶλον περὶ τὴν νύσσαν: τὰ τῆς ἑορτῆς ἡμῖν φιλοσόφει, καὶ οἷς

 ΙΑʹ. Πάντα μὲν οὖν τὸν νόμον, σκιὰν εἶναι τῶν μελλόντων καὶ νοουμένων, ὁ θεῖος Ἀπόστολος πρὸ ἡμῶν ἀπεφήνατο. Καὶ ὁ χρηματίσας πρὸ τούτου τῷ Μωϋσεῖ Θεὸ

 ΙΒʹ. Ὅμως δὲ μέσην χωροῦντες ἡμεῖς τῶν τε πάντη παχυτέρων τὴν διάνοιαν, καὶ τῶν ἄγαν θεωρητικῶν τε καὶ ἀνηγμένων, ἵνα μήτε παντελῶς ἀργοὶ καὶ ἀκίνητοι

 ΙΓʹ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, εἱσῆλθεν ὁ γραπτὸς νόμος, συνάγων ἡμᾶς εἰς Χριστὸν, καὶ οὗτος τῶν θυσιῶν ὁ λόγος, ὡς ὁ ἐμὸς λόγος. Ὡς ἂν δὲ τὸ τῆς σο

 ΙΔʹ. Τί ἔτι Μὴν μὲν εἰσάγεται πρῶτος, μᾶλλον δὲ, ἀρχὴ μηνῶν: εἴτε τις τοῦτο παρ' Ἑβραίοις ὢν ἀπ' ἀρχῆς, εἴτε ὕστερον ἐντεῦθεν γενόμενος, καὶ παρὰ τοῦ

 ΙΕʹ. Ἐντεῦθεν ἡ ἱερὰ νὺξ, καὶ τοῦ παρόντος βίου τῆς κεχυμένης, τῆσδε νυκτὸς ἀντίπαλος, καθ' ἣν τὸ πρωτόγονον λύεται σκότος, καὶ εἰς φῶς ἅπαντα, καὶ τά

 Ι#2ʹ. Καὶ οἱ μὲν θρηνείτωσαν: ἡμῖν δὲ ὁ ἀμνὸς βρωθήσεται: τὸ πρὸς ἑσπέραν μὲν, ὅτι ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ Χριστοῦ πάθος: ἐπεὶ καὶ κοινωνεῖ τοῦ μυ

 ΙΖʹ. Ἄξιον δὲ μηδὲ τὸν τῆς βρώσεως τρόπον παραδραμεῖν, ὅτι μηδὲ ὁ νόμος, ἄχρι καὶ τούτου, τὴν θεωρίαν φιλοπονῶν ἐν τῷ γράμματι. Ἀναλώσομεν γὰρ τὸ θῦμα

 ΙΗʹ. Ὀσφὺς δὲ, τοῖς μὲν ἀλόγοις, ἄνετος ἔστω καὶ ἄδετος: οὐδὲ γὰρ λόγον ἔχουσι, τὸν κρατοῦντα τῶν ἡδονῶν: οὔπω λέγω, ὅτι κἀκεῖνα ὅρον οἶδε τῆς φυσικῆς

 ΙΘʹ. Τὰ δὲ ὑποδήματα, ὁ μὲν τῆς ἁγίας γῆς καὶ θεοστιβοῦς ψαύειν μέλλων, ὑπολυέσθω, καθὰ καὶ Μωϋσῆς ἐκεῖνος ἐπὶ τοῦ ὄρους, ἵνα μηδὲν νεκρὸν φέρῃ, μηδὲ

 Κʹ. Τί φῄς Οὕτω ταῦτα ἔδοξεν, Αἴγυπτον ἐξελθεῖν, τὴν σιδηρᾶν κάμινον, καταλιπεῖν σε τὴν ἐκεῖσε πολυθεΐαν, καὶ ὑπὸ Μωϋσέως ἀχθῆναι, καὶ τῆς ἐκείνου νο

 ΚΑʹ. Εἰ μέν τις εἶ Ῥαχὴλ, ἢ Λεία, ψυχὴ πατριαρχικὴ καὶ μεγάλη, καὶ τὰ εἴδωλα κλέψον, ἅπερ ἂν εὕρῃς, τοῦ σοῦ πατρὸς, οὐχ ἵνα φυλάξῃς, ἀλλ' ἵν' ἀφανίσῃς

 ΚΒʹ. Ἔστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα, τοῖς μὲν πολλοῖς παρορώμενον, ἐμοὶ δὲ, καὶ λίαν ἐξεταζόμενον. Τίνι γὰρ τὸ ὑπὲρ ἡμῶν αἷμα, καὶ περὶ τίνος ἐ

 ΚΓʹ. Μεταληψόμεθα δὲ τοῦ Πάσχα, νῦν μὲν τυπικῶς ἔτι, καὶ εἰ τοῦ παλαιοῦ γυμνότερον (τὸ γὰρ νομικὸν Πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότερος):

 ΚΔʹ. Ἂν Σίμων ἦς Κυρηναῖος, τὸν σταυρὸν ἆρον, καὶ ἀκολούθησον. Ἂν συσταυρωθῇς ὡς λῃστὴς, ὡς εὐγνώμων τὸν Θεὸν γνώρισον: εἰ κἀκεῖνος μετὰ ἀνόμων ἐλογίσ

 ΚΕʹ. Κἂν εἰς οὐρανοὺς ἀνίῃ, συνάνελθε: γενοῦ μετὰ τῶν παραπεμπόντων ἀγγέλων, ἢ τῶν δεχομένων. Ἀρθῆναι ταῖς πύλαις διακέλευσαι, ὑψηλοτέραις γενέσθαι, ἵ

 Κ#2ʹ. Πρὸς ταῦτα τί φασιν ἡμῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς Θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σο

 ΚΖʹ. Ἀπεστάλη μὲν, ἀλλ' ὡς ἄνθρωπος: διπλοῦς γὰρ ἦν: ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε, νόμῳ φύσεως. Εἰ δὲ καὶ

 ΚΗʹ. Νῦν δὲ ἀναγκαῖον ἡμῖν οὕτω κεφαλαιῶσαι τὸν λόγον: Γεγόναμεν, ἵν' εὖ πάθωμεν: εὖ πεπόνθαμεν, ἐπειδὴ γεγόναμεν. Τὸν παράδεισον ἐπιστεύθημεν, ἵνα τρ

 ΚΘʹ. Πολλὰ μὲν δὴ τοῦ τότε καιροῦ τὰ θαύματα: Θεὸς σταυρούμενος, ἥλιος σκοτιζόμενος, καὶ πάλιν ἀναφλεγόμενος (ἔδει γὰρ τῷ Κτίστῃ συμπαθεῖν καὶ τὰ κτίσ

 Λʹ. Ἀλλ', ὦ Πάσχα, τὸ μέγα καὶ ἱερὸν, καὶ παντὸς τοῦ κόσμου καθάρσιον! ὡς γὰρ ἐμψύχῳ σοι διαλέξομαι. Ὦ Λόγε Θεοῦ, καὶ φῶς, καὶ ζωὴ, καὶ σοφία, καὶ δύν

IV.  And when Infinity is considered from two points of view, beginning and end (for that which is beyond these and not limited by them is Infinity), when the mind looks into the depths above, not having where to stand, and leans upon phænomena to form an idea of God it calls the Infinite and Unapproachable which it finds there by the name of Unoriginate.  And when it looks into the depth below and at the future, it calls Him Undying and Imperishable.  And when it draws a conclusion from the whole, it calls Him Eternal.  For Eternity is neither time nor part of time; for it cannot be measured.  But what time measured by the course of the sun is to us, that Eternity is to the Everlasting; namely a sort of timelike movement and interval, coextensive with Their Existence.  This however is all that I must now say of God; for the present is not a suitable time, as my present subject is not the doctrine of God, but that of the Incarnation.  And when I say God, I mean Father, Son, and Holy Ghost; for Godhead is neither diffused beyond These, so as to introduce a mob of gods, nor yet bounded by a smaller compass than These, so as to condemn us for a poverty stricken conception of Deity, either Judaizing to save the Monarchia, or falling into heathenism by the multitude of our gods.  For the evil on either side is the same, though found in contrary directions.  Thus then is the Holy of Holies, Which is hidden even from the Seraphim, and is glorified with a thrice-repeated Holy meeting in one ascription of the title Lord and God, as one of our predecessors has most beautifully and loftily reasoned out.

Δʹ. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τούτοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέψῃ, οὐκ ἔχων ὅποι στῇ καὶ ἀπερείσηται ταῖς περὶ Θεοῦ φαντασίαις, τὸ ἐνταῦθα ἄπειρον καὶ ἀνέκβατον, ἄναρχον προσηγόρευσεν: ὅταν δὲ εἰς τὸν κάτω, καὶ τὰ ἑξῆς, ἀθάνατον καὶ ἀνώλεθρον: ὅταν δὲ συνέλῃ τὸ πᾶν, αἰώνιον. Αἰὼν γὰρ, οὔτε χρόνος, οὔτε χρόνου τι μέρος: οὐδὲ γὰρ μετρητόν: ἀλλ' ὅπερ ἡμῖν ὁ χρόνος, ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀϊδίοις αἰὼν, τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν, οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. Ταῦτά μοι περὶ Θεοῦ πεφιλοσοφήσθω τανῦν. Οὐδὲ γὰρ ὑπὲρ ταῦτα καιρὸς, ὅτι μὴ θεολογία τὸ προκείμενον ἡμῖν, ἀλλ' οἰκονομία. Θεοῦ δὲ ὅταν εἴπω, λέγω Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος: οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν: οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν, ἣ διὰ τὴν μοναρχίαν Ἰουδαΐζοντες, ἢ διὰ τὴν ἀφθονίαν Ἑλληνίζοντες. Τὸ γὰρ κακὸν ἐν ἁμφοτέροις ὅμοιον, κἂν ἐν τοῖς ἐναντίοις εὑρίσκηται. Οὕτω μὲν οὖν τὰ Ἅγια τῶν ἁγίων, ἂ καὶ τοῖς σεραφὶμ συγκαταλύπτεται, καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητα καὶ θεότητα: ὅπερ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.