ΛΟΓΟΣ ΜΕʹ. Εἰς τὸ ἅγιον Πάσχα.

 Αʹ. Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησὶν ὁ θαυμάσιος Ἀββακούμ. Κἀγὼ μετ' αὐτοῦ σήμερον, τῆς δεδομένης μοι παρὰ τοῦ Πνεύματος ἐξουσίας καὶ θεωρίας, καὶ

 Βʹ. Πάσχα Κυρίου, Πάσχα, καὶ πάλιν ἐρῶ Πάσχα, τιμῇ τῆς Τριάδος. Αὕτη ἑορτῶν ἡμῖν ἑορτὴ, καὶ πανήγυρις πανηγύρεων, τοσοῦτον ὑπεραίρουσα πάσας, οὐ τὰς ἀ

 Γʹ. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται: μᾶλλον δὲ, ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ' ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως: ὁ δὲ ὢν ἀε

 Δʹ. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τούτοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέ

 Εʹ. Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ' ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργετούμ

 #2ʹ. Οὕτω μὲν οὖν ὁ νοητὸς αὐτῷ καὶ διὰ ταῦτα ὑπέστη κόσμος, ὡς ἐμὲ γοῦν περὶ τούτων φιλοσοφῆσαι, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενον. Ἐπεὶ δὲ τὰ πρῶτα κ

 Ζʹ. Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ' ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν, καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔ

 Ηʹ. Τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιμήσας, ἵν' ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντο

 Θʹ. Πολλοῖς δὲ παιδευθεὶς πρότερον ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε, κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήτα

 Ιʹ. Ἀλλὰ τί τούτων ἡμῖν, τάχα ἂν εἴποι τις τῶν λίαν φιλεόρτων καὶ θερμοτέρων Κέντει τὸν πῶλον περὶ τὴν νύσσαν: τὰ τῆς ἑορτῆς ἡμῖν φιλοσόφει, καὶ οἷς

 ΙΑʹ. Πάντα μὲν οὖν τὸν νόμον, σκιὰν εἶναι τῶν μελλόντων καὶ νοουμένων, ὁ θεῖος Ἀπόστολος πρὸ ἡμῶν ἀπεφήνατο. Καὶ ὁ χρηματίσας πρὸ τούτου τῷ Μωϋσεῖ Θεὸ

 ΙΒʹ. Ὅμως δὲ μέσην χωροῦντες ἡμεῖς τῶν τε πάντη παχυτέρων τὴν διάνοιαν, καὶ τῶν ἄγαν θεωρητικῶν τε καὶ ἀνηγμένων, ἵνα μήτε παντελῶς ἀργοὶ καὶ ἀκίνητοι

 ΙΓʹ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, εἱσῆλθεν ὁ γραπτὸς νόμος, συνάγων ἡμᾶς εἰς Χριστὸν, καὶ οὗτος τῶν θυσιῶν ὁ λόγος, ὡς ὁ ἐμὸς λόγος. Ὡς ἂν δὲ τὸ τῆς σο

 ΙΔʹ. Τί ἔτι Μὴν μὲν εἰσάγεται πρῶτος, μᾶλλον δὲ, ἀρχὴ μηνῶν: εἴτε τις τοῦτο παρ' Ἑβραίοις ὢν ἀπ' ἀρχῆς, εἴτε ὕστερον ἐντεῦθεν γενόμενος, καὶ παρὰ τοῦ

 ΙΕʹ. Ἐντεῦθεν ἡ ἱερὰ νὺξ, καὶ τοῦ παρόντος βίου τῆς κεχυμένης, τῆσδε νυκτὸς ἀντίπαλος, καθ' ἣν τὸ πρωτόγονον λύεται σκότος, καὶ εἰς φῶς ἅπαντα, καὶ τά

 Ι#2ʹ. Καὶ οἱ μὲν θρηνείτωσαν: ἡμῖν δὲ ὁ ἀμνὸς βρωθήσεται: τὸ πρὸς ἑσπέραν μὲν, ὅτι ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ Χριστοῦ πάθος: ἐπεὶ καὶ κοινωνεῖ τοῦ μυ

 ΙΖʹ. Ἄξιον δὲ μηδὲ τὸν τῆς βρώσεως τρόπον παραδραμεῖν, ὅτι μηδὲ ὁ νόμος, ἄχρι καὶ τούτου, τὴν θεωρίαν φιλοπονῶν ἐν τῷ γράμματι. Ἀναλώσομεν γὰρ τὸ θῦμα

 ΙΗʹ. Ὀσφὺς δὲ, τοῖς μὲν ἀλόγοις, ἄνετος ἔστω καὶ ἄδετος: οὐδὲ γὰρ λόγον ἔχουσι, τὸν κρατοῦντα τῶν ἡδονῶν: οὔπω λέγω, ὅτι κἀκεῖνα ὅρον οἶδε τῆς φυσικῆς

 ΙΘʹ. Τὰ δὲ ὑποδήματα, ὁ μὲν τῆς ἁγίας γῆς καὶ θεοστιβοῦς ψαύειν μέλλων, ὑπολυέσθω, καθὰ καὶ Μωϋσῆς ἐκεῖνος ἐπὶ τοῦ ὄρους, ἵνα μηδὲν νεκρὸν φέρῃ, μηδὲ

 Κʹ. Τί φῄς Οὕτω ταῦτα ἔδοξεν, Αἴγυπτον ἐξελθεῖν, τὴν σιδηρᾶν κάμινον, καταλιπεῖν σε τὴν ἐκεῖσε πολυθεΐαν, καὶ ὑπὸ Μωϋσέως ἀχθῆναι, καὶ τῆς ἐκείνου νο

 ΚΑʹ. Εἰ μέν τις εἶ Ῥαχὴλ, ἢ Λεία, ψυχὴ πατριαρχικὴ καὶ μεγάλη, καὶ τὰ εἴδωλα κλέψον, ἅπερ ἂν εὕρῃς, τοῦ σοῦ πατρὸς, οὐχ ἵνα φυλάξῃς, ἀλλ' ἵν' ἀφανίσῃς

 ΚΒʹ. Ἔστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα, τοῖς μὲν πολλοῖς παρορώμενον, ἐμοὶ δὲ, καὶ λίαν ἐξεταζόμενον. Τίνι γὰρ τὸ ὑπὲρ ἡμῶν αἷμα, καὶ περὶ τίνος ἐ

 ΚΓʹ. Μεταληψόμεθα δὲ τοῦ Πάσχα, νῦν μὲν τυπικῶς ἔτι, καὶ εἰ τοῦ παλαιοῦ γυμνότερον (τὸ γὰρ νομικὸν Πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότερος):

 ΚΔʹ. Ἂν Σίμων ἦς Κυρηναῖος, τὸν σταυρὸν ἆρον, καὶ ἀκολούθησον. Ἂν συσταυρωθῇς ὡς λῃστὴς, ὡς εὐγνώμων τὸν Θεὸν γνώρισον: εἰ κἀκεῖνος μετὰ ἀνόμων ἐλογίσ

 ΚΕʹ. Κἂν εἰς οὐρανοὺς ἀνίῃ, συνάνελθε: γενοῦ μετὰ τῶν παραπεμπόντων ἀγγέλων, ἢ τῶν δεχομένων. Ἀρθῆναι ταῖς πύλαις διακέλευσαι, ὑψηλοτέραις γενέσθαι, ἵ

 Κ#2ʹ. Πρὸς ταῦτα τί φασιν ἡμῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς Θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σο

 ΚΖʹ. Ἀπεστάλη μὲν, ἀλλ' ὡς ἄνθρωπος: διπλοῦς γὰρ ἦν: ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε, νόμῳ φύσεως. Εἰ δὲ καὶ

 ΚΗʹ. Νῦν δὲ ἀναγκαῖον ἡμῖν οὕτω κεφαλαιῶσαι τὸν λόγον: Γεγόναμεν, ἵν' εὖ πάθωμεν: εὖ πεπόνθαμεν, ἐπειδὴ γεγόναμεν. Τὸν παράδεισον ἐπιστεύθημεν, ἵνα τρ

 ΚΘʹ. Πολλὰ μὲν δὴ τοῦ τότε καιροῦ τὰ θαύματα: Θεὸς σταυρούμενος, ἥλιος σκοτιζόμενος, καὶ πάλιν ἀναφλεγόμενος (ἔδει γὰρ τῷ Κτίστῃ συμπαθεῖν καὶ τὰ κτίσ

 Λʹ. Ἀλλ', ὦ Πάσχα, τὸ μέγα καὶ ἱερὸν, καὶ παντὸς τοῦ κόσμου καθάρσιον! ὡς γὰρ ἐμψύχῳ σοι διαλέξομαι. Ὦ Λόγε Θεοῦ, καὶ φῶς, καὶ ζωὴ, καὶ σοφία, καὶ δύν

IX.  And having first been chastened by many means because his sins were many, whose root of evil sprang up through divers causes and sundry times, by word, by law, by prophets, by benefits, by threats, by plagues, by waters, by fires, by wars, by victories, by defeats, by signs in heaven, and signs in the air, and in the earth, and in the sea; by unexpected changes of men, of cities, of nations (the object of which was the destruction of wickedness) at last he needed a stronger remedy, for his diseases were growing worse; mutual slaughters, adulteries, perjuries, unnatural crimes, and that first and last of all evils, idolatry, and the transfer of worship from the Creator to the creatures.  As these required a greater aid, so they also obtained a greater.  And that was that the Word of God Himself, Who is before all worlds, the Invisible, the Incomprehensible, the Bodiless, the Beginning of beginning, the Light of Light, the Source of Life and Immortality, the Image of the Archetype, the Immovable Seal, the Unchangeable Image, the Father’s Definition and Word, came to His own Image, and took on Him Flesh for the sake of our flesh, and mingled Himself with an intelligent soul for my soul’s sake, purifying like by like; and in all points except sin was made Man; conceived by the Virgin, who first in body and soul was purified by the Holy Ghost, for it was needful both That Child-bearing should be honoured and that Virginity should receive a higher honour.  He came forth then, as God, with That which He had assumed; one Person in two natures, flesh and Spirit, of which the latter deified the former.  O new commingling; O strange conjunction! the Self-existent comes into Being, the Uncreated is created, That which cannot be contained is contained by the intervention of an intellectual soul mediating between the Deity and the corporeity of the flesh.  And He who gives riches becomes poor; for He assumes the poverty of my flesh, that I may assume the riches of His Godhead.  He that is full empties Himself; for He empties Himself of His Glory for a short while, that I may have a share in His Fulness.  What is the riches of His Goodness?  What is this mystery that is around me?  I had a share in the Image and I did not keep it; He partakes of my flesh that He may both save the Image and make the flesh immortal.  He communicates a Second Communion, far more marvellous than the first, inasmuch as then He imparted the better nature, but now He Himself assumes the worse.  This is more godlike than the former action; this is loftier in the eyes of all men of understanding.

Θʹ. Πολλοῖς δὲ παιδευθεὶς πρότερον ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε, κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήταις, εὐεργεσίαις, ἀπειλαῖς, πληγαῖς, ὕδασιν, ἐμπρησμοῖς, πολέμοις, νίκαις, ἥτταις, σημείοις ἐξ οὐρανοῦ, σημείοις ἐξ ἀέρος, ἐκ γῆς, ἐκ θαλάττης, ἀνδρῶν, πόλεων, ἐθνῶν, ἀνελπίστοις μεταβολαῖς, ὑφ' ὧν ἐκτριβῆναι τὴν κακίαν τὸ σπουδαζόμενον ἦν: τέλος, ἰσχυροτέρου δεῖται φαρμάκου ἐπὶ δεινοτέροις τοῖς ἀῤῥωστήμασιν, ἀλληλοφονίαις, μοιχείαις, ἐπιορκίαις, ἀνδρομανίαις, τὸ πάντων ἔσχατον τῶν κακῶν καὶ πρῶτον, εἰδωλολατρίαις, καὶ τῇ μεταθέσει τῆς προσκυνήσεως ἀπὸ τοῦ πεποιηκότος ἐπὶ τὰ κτίσματα. Ταῦτα, ἐπειδὴ μείζονος ἐδεῖτο τοῦ βοηθήματος, μείζονος καὶ τυγχάνει. Τὸ δὲ ἦν, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, ὁ προαιώνιος, ὁ ἀόρατος, ὁ ἀπερίληπτος, ὁ ἀσώματος, ἡ ἐκ τῆς ἀρχῆς ἀρχὴ, τὸ ἐκ τοῦ φωτὸς φῶς, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ ἐκμαγεῖον τοῦ ἀρχετύπου, ἡ μὴ κινουμένη σφραγὶς, ἡ ἀπαράλλακτος εἰκὼν, ὁ τοῦ Πατρὸς ὅρος καὶ λόγος, ἐπὶ τὴν ἰδίαν εἰκόνα χωρεῖ, καὶ σάρκα φορεῖ διὰ τὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων. καὶ πάντα γίνεται, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος: κυηθεὶς μὲν ἐκ τῆς Παρθένου, καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης τῷ Πνεύματι (ἔδει γὰρ, καὶ γέννησιν τιμηθῆναι, καὶ παρθενίαν προτιμηθῆναι), προελθὼν δὲ Θεὸς μετὰ τῆς προσλήψεως, ἓν ἐκ δύο τῶν ἐναντίων, σαρκὸς καὶ πνεύματος, ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη. Ὢ τῆς καινῆς μίξεως! Ὢ τῆς παραδόξου κράσεως! Ὁ ὢν, γίνεται: καὶ ὁ ἄκτιστος, κτίζεται: καὶ ὁ ἀχώρητος, χωρεῖται, διὰ μέσης ψυχῆς νοερᾶς μεσιτευούσης θεότητι καὶ σαρκὸς παχύτητι: καὶ ὁ πλουτίζων, πτωχεύει: πτωχεύει γὰρ τὴν ἐμὴν σάρκα, ἵν' ἐγὼ πλουτήσω τὴν αὐτοῦ θεότητα. Καὶ ὁ πλήρης, κενοῦται: κενοῦται γὰρ τῆς ἑαυτοῦ δόξης ἐπὶ μικρὸν, ἵν' ἐγὼ τῆς ἐκείνου μεταλάβω πληρώσεως. Τίς ὁ πλοῦτος τῆς ἀγαθότητος; τί τὸ περὶ ἐμὲ τοῦτο μυστήριον; Μετέλαβον τῆς εἰκόνος, καὶ οὐκ ἐφύλαξα: μεταλαμβάνει τῆς ἐμῆς σαρκὸς, ἵνα καὶ τὴν εἰκόνα σώσῃ, καὶ τὴν σάρκα ἀθανατίσῃ. Δευτέραν κοινωνεῖ κοινωνίαν, πολὺ τῆς προτέρας παραδοξοτέραν: ὅσῳ τότε μὲν τοῦ κρείττονος μετέδωκε, νῦν δὲ μεταλαμβάνει τοῦ χείρονος. Τοῦτο τοῦ προτέρου θεοειδέστερον: τοῦτο τοῖς νοῦν ἔχουσιν ὑψηλότερον.