ΛΟΓΟΣ ΜΕʹ. Εἰς τὸ ἅγιον Πάσχα.

 Αʹ. Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησὶν ὁ θαυμάσιος Ἀββακούμ. Κἀγὼ μετ' αὐτοῦ σήμερον, τῆς δεδομένης μοι παρὰ τοῦ Πνεύματος ἐξουσίας καὶ θεωρίας, καὶ

 Βʹ. Πάσχα Κυρίου, Πάσχα, καὶ πάλιν ἐρῶ Πάσχα, τιμῇ τῆς Τριάδος. Αὕτη ἑορτῶν ἡμῖν ἑορτὴ, καὶ πανήγυρις πανηγύρεων, τοσοῦτον ὑπεραίρουσα πάσας, οὐ τὰς ἀ

 Γʹ. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται: μᾶλλον δὲ, ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ' ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως: ὁ δὲ ὢν ἀε

 Δʹ. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τούτοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέ

 Εʹ. Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ' ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργετούμ

 #2ʹ. Οὕτω μὲν οὖν ὁ νοητὸς αὐτῷ καὶ διὰ ταῦτα ὑπέστη κόσμος, ὡς ἐμὲ γοῦν περὶ τούτων φιλοσοφῆσαι, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενον. Ἐπεὶ δὲ τὰ πρῶτα κ

 Ζʹ. Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ' ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν, καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔ

 Ηʹ. Τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιμήσας, ἵν' ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντο

 Θʹ. Πολλοῖς δὲ παιδευθεὶς πρότερον ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε, κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήτα

 Ιʹ. Ἀλλὰ τί τούτων ἡμῖν, τάχα ἂν εἴποι τις τῶν λίαν φιλεόρτων καὶ θερμοτέρων Κέντει τὸν πῶλον περὶ τὴν νύσσαν: τὰ τῆς ἑορτῆς ἡμῖν φιλοσόφει, καὶ οἷς

 ΙΑʹ. Πάντα μὲν οὖν τὸν νόμον, σκιὰν εἶναι τῶν μελλόντων καὶ νοουμένων, ὁ θεῖος Ἀπόστολος πρὸ ἡμῶν ἀπεφήνατο. Καὶ ὁ χρηματίσας πρὸ τούτου τῷ Μωϋσεῖ Θεὸ

 ΙΒʹ. Ὅμως δὲ μέσην χωροῦντες ἡμεῖς τῶν τε πάντη παχυτέρων τὴν διάνοιαν, καὶ τῶν ἄγαν θεωρητικῶν τε καὶ ἀνηγμένων, ἵνα μήτε παντελῶς ἀργοὶ καὶ ἀκίνητοι

 ΙΓʹ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, εἱσῆλθεν ὁ γραπτὸς νόμος, συνάγων ἡμᾶς εἰς Χριστὸν, καὶ οὗτος τῶν θυσιῶν ὁ λόγος, ὡς ὁ ἐμὸς λόγος. Ὡς ἂν δὲ τὸ τῆς σο

 ΙΔʹ. Τί ἔτι Μὴν μὲν εἰσάγεται πρῶτος, μᾶλλον δὲ, ἀρχὴ μηνῶν: εἴτε τις τοῦτο παρ' Ἑβραίοις ὢν ἀπ' ἀρχῆς, εἴτε ὕστερον ἐντεῦθεν γενόμενος, καὶ παρὰ τοῦ

 ΙΕʹ. Ἐντεῦθεν ἡ ἱερὰ νὺξ, καὶ τοῦ παρόντος βίου τῆς κεχυμένης, τῆσδε νυκτὸς ἀντίπαλος, καθ' ἣν τὸ πρωτόγονον λύεται σκότος, καὶ εἰς φῶς ἅπαντα, καὶ τά

 Ι#2ʹ. Καὶ οἱ μὲν θρηνείτωσαν: ἡμῖν δὲ ὁ ἀμνὸς βρωθήσεται: τὸ πρὸς ἑσπέραν μὲν, ὅτι ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ Χριστοῦ πάθος: ἐπεὶ καὶ κοινωνεῖ τοῦ μυ

 ΙΖʹ. Ἄξιον δὲ μηδὲ τὸν τῆς βρώσεως τρόπον παραδραμεῖν, ὅτι μηδὲ ὁ νόμος, ἄχρι καὶ τούτου, τὴν θεωρίαν φιλοπονῶν ἐν τῷ γράμματι. Ἀναλώσομεν γὰρ τὸ θῦμα

 ΙΗʹ. Ὀσφὺς δὲ, τοῖς μὲν ἀλόγοις, ἄνετος ἔστω καὶ ἄδετος: οὐδὲ γὰρ λόγον ἔχουσι, τὸν κρατοῦντα τῶν ἡδονῶν: οὔπω λέγω, ὅτι κἀκεῖνα ὅρον οἶδε τῆς φυσικῆς

 ΙΘʹ. Τὰ δὲ ὑποδήματα, ὁ μὲν τῆς ἁγίας γῆς καὶ θεοστιβοῦς ψαύειν μέλλων, ὑπολυέσθω, καθὰ καὶ Μωϋσῆς ἐκεῖνος ἐπὶ τοῦ ὄρους, ἵνα μηδὲν νεκρὸν φέρῃ, μηδὲ

 Κʹ. Τί φῄς Οὕτω ταῦτα ἔδοξεν, Αἴγυπτον ἐξελθεῖν, τὴν σιδηρᾶν κάμινον, καταλιπεῖν σε τὴν ἐκεῖσε πολυθεΐαν, καὶ ὑπὸ Μωϋσέως ἀχθῆναι, καὶ τῆς ἐκείνου νο

 ΚΑʹ. Εἰ μέν τις εἶ Ῥαχὴλ, ἢ Λεία, ψυχὴ πατριαρχικὴ καὶ μεγάλη, καὶ τὰ εἴδωλα κλέψον, ἅπερ ἂν εὕρῃς, τοῦ σοῦ πατρὸς, οὐχ ἵνα φυλάξῃς, ἀλλ' ἵν' ἀφανίσῃς

 ΚΒʹ. Ἔστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα, τοῖς μὲν πολλοῖς παρορώμενον, ἐμοὶ δὲ, καὶ λίαν ἐξεταζόμενον. Τίνι γὰρ τὸ ὑπὲρ ἡμῶν αἷμα, καὶ περὶ τίνος ἐ

 ΚΓʹ. Μεταληψόμεθα δὲ τοῦ Πάσχα, νῦν μὲν τυπικῶς ἔτι, καὶ εἰ τοῦ παλαιοῦ γυμνότερον (τὸ γὰρ νομικὸν Πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότερος):

 ΚΔʹ. Ἂν Σίμων ἦς Κυρηναῖος, τὸν σταυρὸν ἆρον, καὶ ἀκολούθησον. Ἂν συσταυρωθῇς ὡς λῃστὴς, ὡς εὐγνώμων τὸν Θεὸν γνώρισον: εἰ κἀκεῖνος μετὰ ἀνόμων ἐλογίσ

 ΚΕʹ. Κἂν εἰς οὐρανοὺς ἀνίῃ, συνάνελθε: γενοῦ μετὰ τῶν παραπεμπόντων ἀγγέλων, ἢ τῶν δεχομένων. Ἀρθῆναι ταῖς πύλαις διακέλευσαι, ὑψηλοτέραις γενέσθαι, ἵ

 Κ#2ʹ. Πρὸς ταῦτα τί φασιν ἡμῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς Θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σο

 ΚΖʹ. Ἀπεστάλη μὲν, ἀλλ' ὡς ἄνθρωπος: διπλοῦς γὰρ ἦν: ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε, νόμῳ φύσεως. Εἰ δὲ καὶ

 ΚΗʹ. Νῦν δὲ ἀναγκαῖον ἡμῖν οὕτω κεφαλαιῶσαι τὸν λόγον: Γεγόναμεν, ἵν' εὖ πάθωμεν: εὖ πεπόνθαμεν, ἐπειδὴ γεγόναμεν. Τὸν παράδεισον ἐπιστεύθημεν, ἵνα τρ

 ΚΘʹ. Πολλὰ μὲν δὴ τοῦ τότε καιροῦ τὰ θαύματα: Θεὸς σταυρούμενος, ἥλιος σκοτιζόμενος, καὶ πάλιν ἀναφλεγόμενος (ἔδει γὰρ τῷ Κτίστῃ συμπαθεῖν καὶ τὰ κτίσ

 Λʹ. Ἀλλ', ὦ Πάσχα, τὸ μέγα καὶ ἱερὸν, καὶ παντὸς τοῦ κόσμου καθάρσιον! ὡς γὰρ ἐμψύχῳ σοι διαλέξομαι. Ὦ Λόγε Θεοῦ, καὶ φῶς, καὶ ζωὴ, καὶ σοφία, καὶ δύν

XXVIII.  It is now needful for us to sum up our discourse as follows:  We were created that we might be made happy.  We were made happy when we were created.  We were entrusted with Paradise that we might enjoy life.  We received a Commandment that we might obtain a good repute by keeping it; not that God did not know what would take place, but because He had laid down the law of Free Will.  We were deceived because we were the objects of envy.  We were cast out because we transgressed.  We fasted because we refused to fast, being overpowered by the Tree of Knowledge.  For the Commandment was ancient, coeval with ourselves, and was a kind of education of our souls and curb of luxury, to which we were reasonably made subject, in order that we might recover by keeping it that which we had lost by not keeping it.  We needed an Incarnate God, a God put to death, that we might live.  We were put to death together with Him, that we might be cleansed; we rose again with Him because we were put to death with Him; we were glorified with Him, because we rose again with Him.

ΚΗʹ. Νῦν δὲ ἀναγκαῖον ἡμῖν οὕτω κεφαλαιῶσαι τὸν λόγον: Γεγόναμεν, ἵν' εὖ πάθωμεν: εὖ πεπόνθαμεν, ἐπειδὴ γεγόναμεν. Τὸν παράδεισον ἐπιστεύθημεν, ἵνα τρυφήσωμεν. Ἐντολὴν ἐλάβομεν, ἵν' εὐδοκιμήσωμεν ταύτην φυλάξαντες: οὐκ ἀγνοοῦντος τοῦ Θεοῦ τὸ ἐσόμενον, ἀλλὰ νομοθετοῦντος τὸ αὐτεξούσιον. Ἠπατήθημεν, ἐπειδὴ ἐφθονήθημεν: ἐκπεπτώκαμεν, ἐπειδὴ παρέβημεν: ἐνηστεύσαμεν, ἐπειδὴ μὴ ἐνηστεύσαμεν, τοῦ ξύλου τῆς γνώσεως ὑποκρατηθέντες. Ἀρχαία γὰρ ἦν ἡ ἐντολὴ, καὶ ἡμῖν ὁμόχρονος ψυχῆς τις οὖσα παιδαγωγία, καὶ τρυφῆς σωφρόνισμα: ἣν ἐπετάχθημεν εἰκότως, ἵν' ὃ μὴ φυλάξαντες ἀποβεβλήκαμεν, φυλάξαντες ἀπολάβωμεν. Ἐδεήθημεν Θεοῦ σαρκουμένου καὶ νεκρουμένου, ἵνα ζήσωμεν: συνενεκρώθημεν, ἵνα καθαρῶμεν: συνανέστημεν, ἐπειδὴ συνενεκρώθημεν: συνεδοξάσθημεν, ἐπειδὴ συνανέστημεν.