ΛΟΓΟΣ Εʹ. Κατὰ Ἰουλιανοῦ βασιλέως στηλιτευτικὸς δεύτερος.

 Αʹ. Οὗτος μὲν δὴ τῶν ἐμῶν λόγων ὁ πρῶτος ἄεθλος ἐκτετέλεσται καὶ διήνυσται: καὶ γὰρ ἐπεδειξάμην ἱκανῶς τὴν τοῦ ἀνδρὸς κακοήθειαν ἐν οἷς ἔδρασέ τε καθ'

 Βʹ. Νόσους μὲν δὴ τῶν ἀσεβῶν ἐνδίκους, καὶ ῥήξεις οὐκ ἀφανεῖς, καὶ πολυτρόπους ἄλλας πληγὰς καὶ μάστιγας οἷς τετολμήκασι παραπλησίας, καὶ θανάτους οὐ

 Γʹ. Ἐμαίνετο καθ' ἡμῶν ἀεί τι πλέον, ὥσπερ κύμασιν ἐπεγείρων κύματα, ὁ καθ' ἑαυτοῦ πρῶτον μανεὶς καὶ πατήσας τὰ ἅγια, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρί

 Δʹ. Ἐπεὶ δὲ ταῦτα καὶ διενοήθη καὶ ἔπεισεν (εὔκολον γὰρ εἰς ἀπάτην τὸ πρὸς ἡδονὴν ἅπαν), οἱ μὲν ὡς ἀναστήσοντες διενοοῦντο τὸ ἱερὸν, καὶ χειρὶ πολλῇ κ

 Εʹ. Πρὸς ταῦτα τί φήσουσιν οἱ τοῦ αἰῶνος τούτου σοφοὶ, καὶ τὰ παρ' αὐτοῖς ἀποσεμνύνοντες, οἱ τὰς βαθείας ὑπήνας ἕλκοντες, καὶ τὸ κομψὸν περισύροντες ἡ

 #2ʹ. Ταῦτα μὲν ἐκ τῶν οὐρανίων καὶ τῶν ἄνω συμπασχόντων τοῖς ἡμετέροις, κατὰ τὴν μεγάλην τοῦ παντὸς ἁρμονίαν τε καὶ οἰκείωσιν: τὰ δὲ ἑξῆς ὁ ψαλμὸς συμ

 Ζʹ. Ἆρ' οὖν γῆ μὲν οὕτω καὶ οὐρανός: ἀὴρ δὲ οὐκ ἐπισημαίνει τοῖς τοιούτοις καιροῖς, οὐδὲ ἡγιάσθη τότε τοῖς σημείοις τοῦ πάθους Ἐπιδειξάτωσαν ἔτι καὶ

 Ηʹ. Εἶχε μὲν οὖν οὕτω ταῦτα: ὁ δὲ, ταῖς κατὰ μικρὸν μανίαις οἰστρηλατούμενος καὶ δονούμενος, ἐπὶ αὐτὸ τὸ κεφάλαιον ἀπαντᾷ τῶν ἑαυτοῦ συμφορῶν. Ὡς γὰρ

 Θʹ. Ἀλλ' οὖν ἔδοξε ταῦτα, καὶ τῆς ὁρμῆς ἦν πᾶσαν μαντείας καὶ γοητείας, ῥητῆς τε καὶ ἀῤῥήτου θυσίας τερατείαν εἰς ἓν ἀγαγὼν, ἵν' ἐν βραχεῖ πᾶσα καταλυ

 Ιʹ. Ἐντεῦθεν δὲ ἤδη, ὥσπερ ψάμμου ποδῶν ὑποσπασθείσης, ἢ νηῒ ζάλης ἀντιπεσούσης, εἰς τοὐπίσω χωρεῖ τὰ πράγματα. Ἡ γὰρ Κτησιφῶν φρούριόν ἐστι καρτερὸν

 ΙΑʹ. Ἀνὴρ γάρ τις τῶν οὐκ ἀδοκίμων ἐν Πέρσαις, τὸν ἐπὶ Βαβυλῶνι πρὸς Κῦρον Ζώπυρον μιμησάμενος, ὡς δή τι τῷ Περσῶν βασιλεῖ, μᾶλλον δὲ μέγιστα καὶ ἐπὶ

 ΙΒʹ. Ὡς δὲ εἶπε ταῦτα, καὶ εἰπὼν ἔπεισεν, εὔπιστον γὰρ ἡ κουφότης, καὶ τοῦ Θεοῦ μάλιστα συνελαύνοντος, ἅπαντα ἦν ὁμοῦ τὰ δεινά: τὰς μὲν ναῦς εἶχε τὸ π

 ΙΓʹ. Τὰ μὲν δὴ μέχρι τούτου τοιαύτα: τὰ δὲ ἐντεῦθεν οὐχ εἷς λέγεται λόγος, ἄλλος δὲ ἄλλῳ συμφέρεται καὶ συντίθεται, τῶν τε παρόντων ὁμοίως τῇ μάχῃ: κα

 ΙΔʹ. Ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν τοῦ ἀνδρὸς, μεγίστην τῆς ἐκείνου κακοδαιμονίας ἐπὶ πολλοῖς ἔχον ἀπόδειξιν. Ἔκειτο μὲν ἐπὶ τῇ ὄχθῃ τοῦ ποταμοῦ, κα

 ΙΕʹ. Διαδεξάμενος δὲ τὴν βασιλείαν εὐθὺς μετ' ἐκεῖνον, ὁ μετ' ἐκεῖνον ἀναῤῥηθεὶς ἐν αὐτῷ τῷ στρατοπέδῳ, καὶ τῇ τῶν κινδύνων ἀκμῇ ἀναγκαίως ἐπιζητούσῃ

 Ι#2ʹ. Τί λοιπὸν ἦν ἢ τὸ σῶμα Ῥωμαίοις ἐπαναχθῆναι τοῦ δυσσεβοῦς, καίπερ οὕτω καταστρέψαντος Ἐπεὶ δὲ καὶ ἡμῖν ἐστι νεκρὸς ὁ πρὸ αὐτοῦ καταλύσας τὸν βί

 ΙΖ. Ἀλλ' οὖν ἡμεῖς, τὸ κοινότερον, τόν τε πατέρα ἐννοοῦντες τὸν βαλόμενον τὴν κρηπίδα τῆς βασιλικῆς τῷ Χριστιανισμῷ δυναστείας καὶ πίστεως, καὶ τὸν εἰ

 ΙΗʹ. Τῷ δὲ αἰσχρὰ μὲν τὰ τῆς ἐκστρατείας (ἠλαύνετο δήμοις καὶ πόλεσι, καὶ φωναῖς δημοσίαις καὶ βωμολόχοις, ὧν ἔτι καὶ νῦν οἱ πολλοὶ μνημονεύουσιν), ἀδ

 ΙΘʹ. Καὶ ταῦτα διῆλθον ὡς μέγιστα τῶν ἐκείνου κατηγορημάτων καὶ κυριώτατα, οὐκ ἀγνοῶν, ὅτι δυσὶ μὲν καὶ τρισὶ τῶν περὶ τὰ βασίλεια κολάκων, καὶ τὴν ἀσ

 Κʹ. Τί δ' ἂν εἰ λέγοιμι δικῶν μεταθέσεις καὶ μετακλίσεις διὰ μέσης νυκτὸς πολλάκις μεταβαλλομένων καὶ περιτρεπομένων, ὥσπερ ἀμπώτιδας: ἐπεὶ καὶ δικάζε

 ΚΑʹ. Ἐκεῖνο δὲ πῶς οὐκ ἐπαινετὸν τῆς τοῦ φιλοσόφου παιδεύσεως, ὅτι τοσοῦτον ἀόργητος ἦν, καὶ τῶν παθῶν ὑψηλότερος, κατὰ τοὺς πώποτε τῶν βασιλέων ἀτρέπ

 ΚΒʹ. Τὰς δὲ φυσήσεις τε καὶ ἀντιφυσήσεις, ἃς ὁ θαυμάσιος ἐκεῖνος, καὶ τὰ ἡμέτερα διασύρων, τοῖς γραϊδίοις ἀντεπεδείκνυτο, τὸ ἐπιβώμιον πῦρ ἀνάπτων, πο

 ΚΓʹ. Ταῦτα τοῖς μὲν ἄλλοις ἡ πεῖρα παρέστησε, καὶ ἡ δυναστεία προλαβοῦσα τὴν ἐξουσίαν: ἐμοὶ δὲ καὶ πόῤῥωθεν τρόπον τινὰ ἑωρᾶτο, ἐξ οὗ τῷ ἀνδρὶ συνεγεν

 ΚΔʹ. Τί ἂν τὰ καθ' ἕκαστον γράφοιμι Τοῦτον πρὸ τῶν ἔργων ἐθεασάμην, ὃν καὶ ἐπὶ τῶν ἔργων ἐγνώρισα. Καὶ εἴ μοι παρῆσάν τινες τῶν τηνικαῦτα συνόντων κα

 ΚΕʹ. Ταῦτα τῶν Γαλιλαίων ἡμῶν, ταῦτα τῶν ἀτίμων τὰ διηγήματα: ταῦτα οἱ τὸν ἐσταυρωμένον προσκυνοῦντες ἡμεῖς, ταῦτα οἱ τῶν ἁλιέων μαθηταὶ καὶ τῶν ἀπαιδ

 Κ#2ʹ. Ὁ μὲν οὖν τοῦ Ἰούδα βασιλεὺς Ἐζεκίας, ἐλθόντος ἐπ' αὐτὸν δυνάμει πολλῇ τῶν ἀλλοφύλων τινὸς βασιλέως, καὶ στρατοπέδῳ κυκλώσαντος τὴν Ἱερουσαλὴμ,

 ΚΖʹ. Ταῦτα Χριστιανοῖς παρὰ σοῦ ἀνθ' ὧν ἐσώθης δι' αὐτῶν κακῶς τὰ ἐπίχειρα Ταῦτα Κυρίῳ τῷ Θεῷ σου ἀνταπέδωκας Πρότερον μὲν οὖν, ἡνίκα ἔτι ἀνεῖχε καὶ

 ΚΗʹ. Ταῦτα μὲν οὖν πρότερον καὶ διενοούμην καὶ ἀνεβόων πρὸς τὸν Θεόν: νυνὶ δὲ οἵας ἀνθ' οἵων μεταλαμβάνω φωνάς! θρηνῶ λοιπὸν τῶν ἀσεβῶν τὴν ἀπώλειαν,

 ΚΘʹ. Τοῦτο μὲν οὖν, ὅπη τῷ Θεῷ φίλον, οὕτως ἐχέτω. Τίς οἶδεν εἰ ὁ λύων τοὺς πεπεδημένους Θεὸς, καὶ ἀνάγων ἐκ τῶν πυλῶν τοῦ θανάτου τὸν βαρύν τε καὶ κά

 Λʹ. Δός μοι τοὺς λόγους σου τοὺς βασιλικούς τε καὶ σοφιστικοὺς, τοὺς ἀφύκτους συλλογισμούς σου καὶ τὰ ἐνθυμήματα: ἴδωμεν οἷα καὶ παρ' ἡμῖν οἱ ἁλιεῖς κ

 ΛΑʹ. Σιγάτω σὸς κῆρυξ τὰ ἄτιμα: φθεγγέσθω κῆρυξ ἐμὸς τὰ ἔνθεα. Παῦσόν σου τὰς γοητικὰς καὶ μαντικὰς βίβλους: αἱ προφητικαὶ δὲ καὶ ἀποστολικαὶ μόναι ἀν

 ΛΒʹ. Οὐκ ἔτι φθέγγεται δρῦς: οὐκ ἔτι λέβης μαντεύεται: οὐκ ἔτι Πυθία πληροῦται, οὐκ οἶδ' ὧντινων, πλὴν μύθων καὶ ληρημάτων. Πάλιν ἡ Κασταλία σεσίγηται

 ΛΓʹ. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, νέοι τε καὶ πρεσβύται, ὅσοι τε εἰς τὸ βῆμα τοῦτο τελεῖτε, καὶ ὅσοι τὴν κάτω τέταχθε χώραν, πάντες ὅσους ἐλυτρώσατο Κύρι

 ΛΔʹ. Τοιγάρτοι καὶ ἡμεῖς ἔργῳ τῆς θείας παιδεύσεως ἐπαισθώμεθα. Δείξωμεν ἡμᾶς αὐτοὺς ἀξίους οὐχ ὧν πρῶτον πεπόνθαμεν, ἀλλὰ ὧν ὕστερον τετυχήκαμεν. Ἀπο

 ΛΕʹ. Πρῶτον μὲν, ἀδελφοὶ, πανηγυρίσωμεν, μὴ φαιδρότητι σώματος, μηδὲ ἐσθῆτος ἐξαλλαγαῖς καὶ πολυτελείαις, μηδὲ κώμοις καὶ μέθαις, ὧν κοίτας καὶ ἀσελγε

 Λ#2ʹ. Δεύτερον δὲ χαλεπὸν μὲν οἶδα λόγον ἐρῶν καὶ δυσπαράδεκτον τοῖς πολλοῖς: φιλεῖ γὰρ ἐν ἐξουσίᾳ τοῦ ἀντιδρᾷν κακῶς γενόμενος ἄνθρωπος, ἄλλως τε κἂν

 ΛΖʹ. Νικήσωμεν ἐπιεικείᾳ τοὺς τυραννήσαντας, καὶ μάλιστα μὲν φιλανθρωπία ἔστω τὸ συγχωροῦν, καὶ ἡ τῆς ἐντολῆς δύναμις, τὴν ἴσην ἀντιδιδοῦσα φιλανθρωπί

 ΛΗʹ. Ἐῶ τὰ θεῖα καὶ τὰ ἡμέτερα, καὶ τὰς καθ' ἡμᾶς ἐκεῖθεν ἀποκειμένας μάστιγας: ἀλλὰ καὶ ἐπὶ τοὺς σοὺς ἐλθὲ λόγους καὶ φόβους οὐ ποιηταῖς μόνον, ἀλλὰ

 ΛΘʹ. Τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὦ λῷστε καὶ συνετώτατε, ἵνα σε προσείπω τοῖς σοῖς: ταῦτα οἱ τῶν λόγων ἀποκλεισθέντες ἡμεῖς, κατὰ τὴν μεγάλην καὶ θ

 Μʹ. Οὐ γὰρ ἀγεννέστεροι τῶν νεανίσκων ἐκείνων ἡμεῖς, τῶν ἐν πυρὶ δροσισθέντων καὶ θῆρας νικησάντων ἐκ πίστεως, καὶ μητρὶ γενναίᾳ, καὶ ἱερεῖ γενναιοτέρ

 ΜΑʹ. Οὗτος ὁ λόγος σοι τῶν Πορφυρίου ψευσμάτων καὶ ληρημάτων, οἷς ὑμεῖς ὡς θείαις φωναῖς ἀγάλλεσθε, ἢ τοῦ σοῦ Μισοπώγωνος, εἴτ' οὖν Ἀντιοχικοῦ (ἀμφότε

 ΜΒʹ. Αὕτη σοι παρ' ἡμῶν στήλη, τῶν Ἡρακλείων στηλῶν ὑψηλοτέρα τε καὶ περιφανεστέρα: αἱ μὲν γὰρ ἐφ' ἑνὸς τόπου πεπήγασι, καὶ μόνοις εἰσὶ θεαταὶ τοῖς ἐκ

4. And when he had formed this plan, and made them believe it (for whatever suits one's wishes is a ready engine for deceiving people), they began to debate about rebuilding the Temple, and in large number and with great zeal set about the work. For the partisans of the other side report that not only did their women strip off all their personal ornaments and contribute it towards the work and operations, but even carried away the rubbish in the laps of their gowns, sparing neither the so precious clothes nor yet the tenderness of their own limbs, for they believed they were doing a pious action, and regarded everything of less moment than the work in hand. But they being driven against one another, as though by a furious blast 3 of wind, and sudden heaving of the earth, some rushed to one of the neighbouring sacred places to pray for mercy; others, as is wont to happen in such cases, made use of what came to hand to shelter themselves; others were carried away blindly by the panic, and struck against those who were running up to see what was the matter. There are some who say that neither did the sacred place (το ἱερὸν) 4 admit them, but that when they approached the folding doors that stood wide open, on coming up to them they found them closed in their faces by an unseen and invisible power 5 which works wonders of the sort for the confusion of the impious and the saving of the godly. But what all people nowadays report and believe is that when they were forcing their way and struggling about the entrance a flame issued forth from the sacred place [church] and stopped them, and some it burnt up and consumed so that a fate befell them similar to the disaster of the people of Sodom, or to the miracle about Nadab and Abiud, who offered incense and perished so strangely: whilst others it maimed in the principal parts of the body, and so left them for a living monument of God's threatening and wrath against sinners. Such then was this event; and let no one disbelieve, unless he doubts likewise the other mighty works of God! But what is yet more strange and more conspicuous, there stood in the heavens a light circumscribing a Cross, and that which before on earth was contemned by the ungodly both in figure and in name is now exhibited in heaven, and is made by God a trophy of His victory over the impious, a trophy more lofty than any other!

Δʹ. Ἐπεὶ δὲ ταῦτα καὶ διενοήθη καὶ ἔπεισεν (εὔκολον γὰρ εἰς ἀπάτην τὸ πρὸς ἡδονὴν ἅπαν), οἱ μὲν ὡς ἀναστήσοντες διενοοῦντο τὸ ἱερὸν, καὶ χειρὶ πολλῇ καὶ προθυμίᾳ περὶ τὸ ἔργον ἐταλαιπώρουν: φασί γέ τοι καὶ τὰς γυναῖκας αὐτῶν οἱ τὰ ἐκείνων θαυμάζοντες, οὐ μόνον ἅπαντας τοὺς περὶ τὸ σῶμα κόσμους περιελομένας ἑτοίμως συνεισφέρειν τῷ ἔργῳ καὶ τοῖς πονουμένοις, ἀλλὰ καὶ τοῖς κόλποις τὸν χοῦν ἐκφερούσας, καὶ οὔτε πολυτελοῦς ἐσθῆτος, οὔτε μελῶν ἁπαλότητος φειδομένας, εὐσεβεῖν οἴεσθαι καὶ πάντα ἐλάττω νομίζειν τοῦ ἐγχειρήματος. Ὡς δὲ ὑπὸ ἀγρίας λαίλαπος καὶ βρασμοῦ γῆς ἄφνω συνελαθέντες, ἐπί τι τῶν πλησίον ἱερῶν, οἱ μὲν ὡς ἱκετεύσοντες, ὥρμησαν, οἱ δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ συμβαίνειν, τῷ παρόντι χρώμενοι πρὸς βοήθειαν, οἱ δὲ ἄλλως τῇ ταραχῇ συμφερόμενοι, καὶ τοῖς θέουσι συνεισπίπτοντες. Εἰσὶ μὲν οἳ λέγουσιν, ὡς οὐδὲ τὸ ἱερὸν αὐτοὺς προσεδέξατο, ἀλλ' ἀναπεπταμέναις προσελθόντες ταῖς πύλαις, ἐπικλεισθείσαις ἐνέτυχον ἔκ τινος ἀοράτου καὶ ἀφανοῦς δυνάμεως, ἣ τὰ τοιαῦτα τερατουργεῖ πρὸς τὴν τῶν ἀσεβῶν κατάπληξιν, καὶ τῶν εὐσεβῶν ἀσφάλειαν: ὃ δὲ ἅπαντες ἤδη καὶ λέγουσι καὶ πιστεύουσιν, ὅτι βιαζομένους αὐτοὺς καὶ φιλονεικοῦντας περὶ τὴν εἴσοδον, πῦρ ἔστησεν ἀπαντῆσαν ἐκ τοῦ ἱεροῦ, καὶ τοὺς μὲν κατέφλεξε καὶ ἀνήλωσεν (ὡς ὅμοιόν τι περὶ αὐτοὺς συμβῆναι τοῖς Σοδομιτῶν πάθεσιν, ἢ τῷ περὶ Νάδαβ καὶ Ἀβιοὺδ θαύματι ξένως καὶ θυμιάσασι καὶ κινδυνεύσασι), τοὺς δὲ τῶν καιρίων ἀκρωτηριάσαν, στήλην ἀφῆκεν ἔμψυχον τῆς τοῦ Θεοῦ κατὰ τῶν ἁμαρτωλῶν ἀπειλῆς καὶ κινήσεως. Τοῦτο μὲν δὴ τοιοῦτο, καὶ ἀπιστείτω μηδεὶς, ὅτι μηδὲ ταῖς ἄλλαις τοῦ Θεοῦ δυνάμεσιν: ὃ δὲ ἔτι τούτου παραδοξότερον καὶ περιφανέστερον, ἔστη φῶς ἐν τῷ οὐρανῷ τὸν σταυρὸν περιγράφον, καὶ τὸ πρότερον ἐπὶ γῆς ἀτιμαζόμενον τοῖς ἀθέοις καὶ σχῆμα καὶ ὄνομα νῦν ἐν οὐρανῷ δείκνυται πᾶσιν ἐπίσης, καὶ γίνεται τρόπαιον τῷ Θεῷ τῆς κατὰ τῶν ἀσεβῶν νίκης, τροπαίου παντὸς ὑψηλότερον.