ΛΟΓΟΣ Εʹ. Κατὰ Ἰουλιανοῦ βασιλέως στηλιτευτικὸς δεύτερος.

 Αʹ. Οὗτος μὲν δὴ τῶν ἐμῶν λόγων ὁ πρῶτος ἄεθλος ἐκτετέλεσται καὶ διήνυσται: καὶ γὰρ ἐπεδειξάμην ἱκανῶς τὴν τοῦ ἀνδρὸς κακοήθειαν ἐν οἷς ἔδρασέ τε καθ'

 Βʹ. Νόσους μὲν δὴ τῶν ἀσεβῶν ἐνδίκους, καὶ ῥήξεις οὐκ ἀφανεῖς, καὶ πολυτρόπους ἄλλας πληγὰς καὶ μάστιγας οἷς τετολμήκασι παραπλησίας, καὶ θανάτους οὐ

 Γʹ. Ἐμαίνετο καθ' ἡμῶν ἀεί τι πλέον, ὥσπερ κύμασιν ἐπεγείρων κύματα, ὁ καθ' ἑαυτοῦ πρῶτον μανεὶς καὶ πατήσας τὰ ἅγια, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρί

 Δʹ. Ἐπεὶ δὲ ταῦτα καὶ διενοήθη καὶ ἔπεισεν (εὔκολον γὰρ εἰς ἀπάτην τὸ πρὸς ἡδονὴν ἅπαν), οἱ μὲν ὡς ἀναστήσοντες διενοοῦντο τὸ ἱερὸν, καὶ χειρὶ πολλῇ κ

 Εʹ. Πρὸς ταῦτα τί φήσουσιν οἱ τοῦ αἰῶνος τούτου σοφοὶ, καὶ τὰ παρ' αὐτοῖς ἀποσεμνύνοντες, οἱ τὰς βαθείας ὑπήνας ἕλκοντες, καὶ τὸ κομψὸν περισύροντες ἡ

 #2ʹ. Ταῦτα μὲν ἐκ τῶν οὐρανίων καὶ τῶν ἄνω συμπασχόντων τοῖς ἡμετέροις, κατὰ τὴν μεγάλην τοῦ παντὸς ἁρμονίαν τε καὶ οἰκείωσιν: τὰ δὲ ἑξῆς ὁ ψαλμὸς συμ

 Ζʹ. Ἆρ' οὖν γῆ μὲν οὕτω καὶ οὐρανός: ἀὴρ δὲ οὐκ ἐπισημαίνει τοῖς τοιούτοις καιροῖς, οὐδὲ ἡγιάσθη τότε τοῖς σημείοις τοῦ πάθους Ἐπιδειξάτωσαν ἔτι καὶ

 Ηʹ. Εἶχε μὲν οὖν οὕτω ταῦτα: ὁ δὲ, ταῖς κατὰ μικρὸν μανίαις οἰστρηλατούμενος καὶ δονούμενος, ἐπὶ αὐτὸ τὸ κεφάλαιον ἀπαντᾷ τῶν ἑαυτοῦ συμφορῶν. Ὡς γὰρ

 Θʹ. Ἀλλ' οὖν ἔδοξε ταῦτα, καὶ τῆς ὁρμῆς ἦν πᾶσαν μαντείας καὶ γοητείας, ῥητῆς τε καὶ ἀῤῥήτου θυσίας τερατείαν εἰς ἓν ἀγαγὼν, ἵν' ἐν βραχεῖ πᾶσα καταλυ

 Ιʹ. Ἐντεῦθεν δὲ ἤδη, ὥσπερ ψάμμου ποδῶν ὑποσπασθείσης, ἢ νηῒ ζάλης ἀντιπεσούσης, εἰς τοὐπίσω χωρεῖ τὰ πράγματα. Ἡ γὰρ Κτησιφῶν φρούριόν ἐστι καρτερὸν

 ΙΑʹ. Ἀνὴρ γάρ τις τῶν οὐκ ἀδοκίμων ἐν Πέρσαις, τὸν ἐπὶ Βαβυλῶνι πρὸς Κῦρον Ζώπυρον μιμησάμενος, ὡς δή τι τῷ Περσῶν βασιλεῖ, μᾶλλον δὲ μέγιστα καὶ ἐπὶ

 ΙΒʹ. Ὡς δὲ εἶπε ταῦτα, καὶ εἰπὼν ἔπεισεν, εὔπιστον γὰρ ἡ κουφότης, καὶ τοῦ Θεοῦ μάλιστα συνελαύνοντος, ἅπαντα ἦν ὁμοῦ τὰ δεινά: τὰς μὲν ναῦς εἶχε τὸ π

 ΙΓʹ. Τὰ μὲν δὴ μέχρι τούτου τοιαύτα: τὰ δὲ ἐντεῦθεν οὐχ εἷς λέγεται λόγος, ἄλλος δὲ ἄλλῳ συμφέρεται καὶ συντίθεται, τῶν τε παρόντων ὁμοίως τῇ μάχῃ: κα

 ΙΔʹ. Ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν τοῦ ἀνδρὸς, μεγίστην τῆς ἐκείνου κακοδαιμονίας ἐπὶ πολλοῖς ἔχον ἀπόδειξιν. Ἔκειτο μὲν ἐπὶ τῇ ὄχθῃ τοῦ ποταμοῦ, κα

 ΙΕʹ. Διαδεξάμενος δὲ τὴν βασιλείαν εὐθὺς μετ' ἐκεῖνον, ὁ μετ' ἐκεῖνον ἀναῤῥηθεὶς ἐν αὐτῷ τῷ στρατοπέδῳ, καὶ τῇ τῶν κινδύνων ἀκμῇ ἀναγκαίως ἐπιζητούσῃ

 Ι#2ʹ. Τί λοιπὸν ἦν ἢ τὸ σῶμα Ῥωμαίοις ἐπαναχθῆναι τοῦ δυσσεβοῦς, καίπερ οὕτω καταστρέψαντος Ἐπεὶ δὲ καὶ ἡμῖν ἐστι νεκρὸς ὁ πρὸ αὐτοῦ καταλύσας τὸν βί

 ΙΖ. Ἀλλ' οὖν ἡμεῖς, τὸ κοινότερον, τόν τε πατέρα ἐννοοῦντες τὸν βαλόμενον τὴν κρηπίδα τῆς βασιλικῆς τῷ Χριστιανισμῷ δυναστείας καὶ πίστεως, καὶ τὸν εἰ

 ΙΗʹ. Τῷ δὲ αἰσχρὰ μὲν τὰ τῆς ἐκστρατείας (ἠλαύνετο δήμοις καὶ πόλεσι, καὶ φωναῖς δημοσίαις καὶ βωμολόχοις, ὧν ἔτι καὶ νῦν οἱ πολλοὶ μνημονεύουσιν), ἀδ

 ΙΘʹ. Καὶ ταῦτα διῆλθον ὡς μέγιστα τῶν ἐκείνου κατηγορημάτων καὶ κυριώτατα, οὐκ ἀγνοῶν, ὅτι δυσὶ μὲν καὶ τρισὶ τῶν περὶ τὰ βασίλεια κολάκων, καὶ τὴν ἀσ

 Κʹ. Τί δ' ἂν εἰ λέγοιμι δικῶν μεταθέσεις καὶ μετακλίσεις διὰ μέσης νυκτὸς πολλάκις μεταβαλλομένων καὶ περιτρεπομένων, ὥσπερ ἀμπώτιδας: ἐπεὶ καὶ δικάζε

 ΚΑʹ. Ἐκεῖνο δὲ πῶς οὐκ ἐπαινετὸν τῆς τοῦ φιλοσόφου παιδεύσεως, ὅτι τοσοῦτον ἀόργητος ἦν, καὶ τῶν παθῶν ὑψηλότερος, κατὰ τοὺς πώποτε τῶν βασιλέων ἀτρέπ

 ΚΒʹ. Τὰς δὲ φυσήσεις τε καὶ ἀντιφυσήσεις, ἃς ὁ θαυμάσιος ἐκεῖνος, καὶ τὰ ἡμέτερα διασύρων, τοῖς γραϊδίοις ἀντεπεδείκνυτο, τὸ ἐπιβώμιον πῦρ ἀνάπτων, πο

 ΚΓʹ. Ταῦτα τοῖς μὲν ἄλλοις ἡ πεῖρα παρέστησε, καὶ ἡ δυναστεία προλαβοῦσα τὴν ἐξουσίαν: ἐμοὶ δὲ καὶ πόῤῥωθεν τρόπον τινὰ ἑωρᾶτο, ἐξ οὗ τῷ ἀνδρὶ συνεγεν

 ΚΔʹ. Τί ἂν τὰ καθ' ἕκαστον γράφοιμι Τοῦτον πρὸ τῶν ἔργων ἐθεασάμην, ὃν καὶ ἐπὶ τῶν ἔργων ἐγνώρισα. Καὶ εἴ μοι παρῆσάν τινες τῶν τηνικαῦτα συνόντων κα

 ΚΕʹ. Ταῦτα τῶν Γαλιλαίων ἡμῶν, ταῦτα τῶν ἀτίμων τὰ διηγήματα: ταῦτα οἱ τὸν ἐσταυρωμένον προσκυνοῦντες ἡμεῖς, ταῦτα οἱ τῶν ἁλιέων μαθηταὶ καὶ τῶν ἀπαιδ

 Κ#2ʹ. Ὁ μὲν οὖν τοῦ Ἰούδα βασιλεὺς Ἐζεκίας, ἐλθόντος ἐπ' αὐτὸν δυνάμει πολλῇ τῶν ἀλλοφύλων τινὸς βασιλέως, καὶ στρατοπέδῳ κυκλώσαντος τὴν Ἱερουσαλὴμ,

 ΚΖʹ. Ταῦτα Χριστιανοῖς παρὰ σοῦ ἀνθ' ὧν ἐσώθης δι' αὐτῶν κακῶς τὰ ἐπίχειρα Ταῦτα Κυρίῳ τῷ Θεῷ σου ἀνταπέδωκας Πρότερον μὲν οὖν, ἡνίκα ἔτι ἀνεῖχε καὶ

 ΚΗʹ. Ταῦτα μὲν οὖν πρότερον καὶ διενοούμην καὶ ἀνεβόων πρὸς τὸν Θεόν: νυνὶ δὲ οἵας ἀνθ' οἵων μεταλαμβάνω φωνάς! θρηνῶ λοιπὸν τῶν ἀσεβῶν τὴν ἀπώλειαν,

 ΚΘʹ. Τοῦτο μὲν οὖν, ὅπη τῷ Θεῷ φίλον, οὕτως ἐχέτω. Τίς οἶδεν εἰ ὁ λύων τοὺς πεπεδημένους Θεὸς, καὶ ἀνάγων ἐκ τῶν πυλῶν τοῦ θανάτου τὸν βαρύν τε καὶ κά

 Λʹ. Δός μοι τοὺς λόγους σου τοὺς βασιλικούς τε καὶ σοφιστικοὺς, τοὺς ἀφύκτους συλλογισμούς σου καὶ τὰ ἐνθυμήματα: ἴδωμεν οἷα καὶ παρ' ἡμῖν οἱ ἁλιεῖς κ

 ΛΑʹ. Σιγάτω σὸς κῆρυξ τὰ ἄτιμα: φθεγγέσθω κῆρυξ ἐμὸς τὰ ἔνθεα. Παῦσόν σου τὰς γοητικὰς καὶ μαντικὰς βίβλους: αἱ προφητικαὶ δὲ καὶ ἀποστολικαὶ μόναι ἀν

 ΛΒʹ. Οὐκ ἔτι φθέγγεται δρῦς: οὐκ ἔτι λέβης μαντεύεται: οὐκ ἔτι Πυθία πληροῦται, οὐκ οἶδ' ὧντινων, πλὴν μύθων καὶ ληρημάτων. Πάλιν ἡ Κασταλία σεσίγηται

 ΛΓʹ. Ἄνδρες ὁμοῦ καὶ γυναῖκες, νέοι τε καὶ πρεσβύται, ὅσοι τε εἰς τὸ βῆμα τοῦτο τελεῖτε, καὶ ὅσοι τὴν κάτω τέταχθε χώραν, πάντες ὅσους ἐλυτρώσατο Κύρι

 ΛΔʹ. Τοιγάρτοι καὶ ἡμεῖς ἔργῳ τῆς θείας παιδεύσεως ἐπαισθώμεθα. Δείξωμεν ἡμᾶς αὐτοὺς ἀξίους οὐχ ὧν πρῶτον πεπόνθαμεν, ἀλλὰ ὧν ὕστερον τετυχήκαμεν. Ἀπο

 ΛΕʹ. Πρῶτον μὲν, ἀδελφοὶ, πανηγυρίσωμεν, μὴ φαιδρότητι σώματος, μηδὲ ἐσθῆτος ἐξαλλαγαῖς καὶ πολυτελείαις, μηδὲ κώμοις καὶ μέθαις, ὧν κοίτας καὶ ἀσελγε

 Λ#2ʹ. Δεύτερον δὲ χαλεπὸν μὲν οἶδα λόγον ἐρῶν καὶ δυσπαράδεκτον τοῖς πολλοῖς: φιλεῖ γὰρ ἐν ἐξουσίᾳ τοῦ ἀντιδρᾷν κακῶς γενόμενος ἄνθρωπος, ἄλλως τε κἂν

 ΛΖʹ. Νικήσωμεν ἐπιεικείᾳ τοὺς τυραννήσαντας, καὶ μάλιστα μὲν φιλανθρωπία ἔστω τὸ συγχωροῦν, καὶ ἡ τῆς ἐντολῆς δύναμις, τὴν ἴσην ἀντιδιδοῦσα φιλανθρωπί

 ΛΗʹ. Ἐῶ τὰ θεῖα καὶ τὰ ἡμέτερα, καὶ τὰς καθ' ἡμᾶς ἐκεῖθεν ἀποκειμένας μάστιγας: ἀλλὰ καὶ ἐπὶ τοὺς σοὺς ἐλθὲ λόγους καὶ φόβους οὐ ποιηταῖς μόνον, ἀλλὰ

 ΛΘʹ. Τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὦ λῷστε καὶ συνετώτατε, ἵνα σε προσείπω τοῖς σοῖς: ταῦτα οἱ τῶν λόγων ἀποκλεισθέντες ἡμεῖς, κατὰ τὴν μεγάλην καὶ θ

 Μʹ. Οὐ γὰρ ἀγεννέστεροι τῶν νεανίσκων ἐκείνων ἡμεῖς, τῶν ἐν πυρὶ δροσισθέντων καὶ θῆρας νικησάντων ἐκ πίστεως, καὶ μητρὶ γενναίᾳ, καὶ ἱερεῖ γενναιοτέρ

 ΜΑʹ. Οὗτος ὁ λόγος σοι τῶν Πορφυρίου ψευσμάτων καὶ ληρημάτων, οἷς ὑμεῖς ὡς θείαις φωναῖς ἀγάλλεσθε, ἢ τοῦ σοῦ Μισοπώγωνος, εἴτ' οὖν Ἀντιοχικοῦ (ἀμφότε

 ΜΒʹ. Αὕτη σοι παρ' ἡμῶν στήλη, τῶν Ἡρακλείων στηλῶν ὑψηλοτέρα τε καὶ περιφανεστέρα: αἱ μὲν γὰρ ἐφ' ἑνὸς τόπου πεπήγασι, καὶ μόνοις εἰσὶ θεαταὶ τοῖς ἐκ

32. No more does the Oak speak; no more does the Cauldron give oracles; no more is the Pythia filled with I know what, save lies and nonsense. Again the Castalian Fount has been silenced and is silent, and becomes no longer an oracular stream, but an object of ridicule: again a voiceless statue is Apollo: again is Daphne a shrub bewailed in fable: again is thy Bacchus a catamite, with a train of drunkards tied to his tail, as well as thy grand mystery, the Phallus; and a god abandoning himself to the beautiful Prosymnus: again Semele is struck with lightning: again Vulcan is lame (though quick to catch an adulterer), and a god grimed with soot, although a famous artificer, and the Thersites of Olympus: again Mars is a prisoner for adultery, with all his terrors, and frights, and tumults, and gets wounded through his audacity: again Venus is one, formerly a harlot, to her shame, and the procuress of shameful copulations: again Minerva is a maid, and yet brings forth a dragon: again Hercules is mad, or rather has ceased to be mad: again out of lasciviousness and impurity, Jove, teacher, and sovereign of the gods, turns himself into all sorts of things; and though able to draw up all the gods together with all living things, is himself drawn down by none: again Jupiter's tomb is shown in Crete. If I see thy god of gain, thy god of speech, thy president of games, I close my eyes and run past thy god out of shame for the exhibition:23thou mayest, for ought I care, adore the tension of his----speech (shall I call it), and his money-bag. One thing alone of them all is respectable----namely, the honours paid amongst the Egyptians to the Nile by the catamite,24 also those to Isis, and the gods of Mendes and the Apis bulls, and the other things thou dost sculpture or paint, composite and monstrous creatures, thy ludicrous Pan, thy Priapus, thy Hermaphroditus; and the gods who castrate themselves, or tear themselves to pieces. These subjects, however, I will leave to the stage, and to those who decorate them with pomps and ceremonies, and I will conclude my discourse with an exhortation.

ΛΒʹ. Οὐκ ἔτι φθέγγεται δρῦς: οὐκ ἔτι λέβης μαντεύεται: οὐκ ἔτι Πυθία πληροῦται, οὐκ οἶδ' ὧντινων, πλὴν μύθων καὶ ληρημάτων. Πάλιν ἡ Κασταλία σεσίγηται, καὶ σιγᾷ, καὶ ὕδωρ ἐστὶν οὐ μαντευόμενον, ἀλλὰ γελώμενον: πάλιν ἀνδριὰς ἄφωνος ὁ Ἀπόλλων, πάλιν ἡ Δάφνη φυτόν ἐστιν μύθῳ θρηνούμενον: πάλιν ἀνδρόγυνος ὁ Διόνυσος, καὶ χορὸν μεθυόντων ἐξηρτημένος, καὶ τὸ μέγα σου μυστήριον ὁ φαλλὸς, καὶ Προσύμνῳ τῷ καλῷ θεὸς παθαινόμενος: πάλιν Σεμέλη κεραυνῷ βάλλεται: πάλιν ἀμφιγυήεις Ἥφαιστος, ἀλλὰ ταχὺς εἰς μοιχῶν εὕρεσιν, καὶ θεὸς κατῃθαλωμένος, εἰ καὶ κλυτοτέχνης, καὶ Θερσίτης Ὀλύμπιος: πάλιν δεσμώτης Ἄρης διὰ μοιχείαν μετὰ τοῦ δείμου, καὶ τοῦ φόβου, καὶ τῶν κυδοιμῶν, καὶ τραυματίας διὰ θρασύτητα: πάλιν Ἀφροδίτη πόρνη γενομένη τε αἰσχρῶς, καὶ γάμων αἰσχρῶν ὑπηρέτις: πάλιν Ἀθηνᾶ παρθένος τέ ἐστι, καὶ τίκτει δράκοντα: πάλιν Ἡρακλῆς μαίνεται, μᾶλλον δὲ μαινόμενος πέπαυται: πάλιν τὰ πάντα γίνεται δι' ἀσέλγειαν καὶ ἀκαθαρσίαν ὁ Ζεὺς, ὁ τῶν θεῶν μήστωρ καὶ ὕπατος, καὶ μόνος μὲν πάντας σὺν πᾶσι τοῖς οὖσιν ἀνέλκων θεοὺς, αὐτὸς δὲ ὑπὸ πάντων οὐ καθελκόμενος. Πάλιν τοῦ Διὸς τάφος ἐν τῇ Κρήτῃ δείκνυται. Ἂν ἴδω σου τὸν Κερδῷον, καὶ τὸν Λόγιον, καὶ τὸν Ἐναγώνιον, συγκρύπτω τοὺς ὀφθαλμοὺς, καὶ παρατρέχω σου τὸν θεὸν αἰδοῖ τοῦ θεάματος: σὺ δέ μοι προσκύνει τὸ σύντονον τοῦ λόγου καὶ τὸ σακέλλιον: ἕν σου μόνον αἰδέσιμον, αἱ παρ' Αἰγυπτίοις δι' ἀνδρογύνων τιμαὶ τοῦ Νείλου, αἵ τε Ἴσιδες, καὶ οἱ Μενδήσιοι θεοὶ, καὶ οἱ Ἄπιδες, τἆλλά τε ὅσα πλάττεις, ἢ γράφεις, θηρία σύνθετα καὶ ἀλλόκοτα. Γελῶ σου τὸν Πᾶνα, καὶ τὸν Πρίαπον, καὶ τὸν Ἑρμαφρόδιτον, καὶ τοὺς ὑπὸ μανίας περικεκομμένους ἢ διεσπασμένους θεούς. Ἀλλὰ ταῦτα μὲν τῇ σκηνῇ παρήσω, καὶ τοῖς κοσμοῦσιν αὐτοὺς ποιηταῖς: ἐγὼ δὲ εἰς παραίνεσίν τινα καταλύσω τὸν λόγον.