[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XXXVIII.
[38] ΘΕΜΙΣΤΙΩΙ
Σπαρτιάτας ἡ λόγχη γνωρίζει, ὦμος τοὺς Πελοπίδας, λόγοι τὸν μέγαν Θεμίστιον. Κἂν γὰρ ἐν πᾶσι πάντων κρατῇς, τοῦτο τῶν σῶν οἶδα τὸ ἐπισημότατον. Τοῦτο καὶ ἀπ' ἀρχῆς ἡμᾶς συνῆψεν ἀλλήλοις, _εἰ δή τι τὸ καθ' ἡμᾶς ἐν λόγοις, _καὶ θαρρεῖν νῦν ἀνέπεισεν. Εἰ δὲ μάθοις τὸν ἄνδρα ὑπὲρ οὗ πρεσβεύομεν, τάχα καὶ ἀποδέξῃ τοῦ θάρσους ἡμᾶς: Εὐδοξίου τοῦ πάνυ παῖδά σοι τοῦτον προσάγω, τὸν ἀξιολογώτατον υἱὸν ἡμῶν Εὐδόξιον βίῳ μὲν καὶ λόγῳ οἷον αὐτὸς εὑρήσεις « τὸν λίθον ποτὶ τὰν σπάρταν ἄγων », ὡς ἡ παροιμία (τίς δέ σου στάθμη δικαιοτέρα;): ἡμῖν δ' εἰς τὰ μάλιστα φίλον, οὐχ ἧττον διὰ τὴν ἀρετὴν ἢ τὴν πατρικὴν φιλίαν. Ὡς οὖν ἡμᾶς εὖ ποιήσων ὅ τι ἂν τὸν ἄνδρα εὐεργετήσῃς καὶ λόγους τιμήσων τοὺς σούς, ἀγαγεῖν αὐτὸν εἰς τὰ ἔμπροσθεν θέλησον. Δεῖται δ' ἀπὸ λόγων γνωρισθῆναι καὶ βίον ἑαυτῷ πορίσασθαι τὸν ἐκ λόγων. Ὅντινα δὲ τοῦτον καὶ πῶς, αὐτὸς παραστήσει, δοκιμάσει δ' ἡ σὴ λογιότης καὶ σύνεσις.