[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CLXXIX.
[179] ΤΩΙ ΑΥΤΩΙ
Τί φῄς; πείθομέν σε τοῖς λόγοις τούτοις καὶ μεταθήσῃ τὴν παίδευσιν καὶ μεθ' ἡμῶν ταχθήσῃ τῶν ποτε κατὰ σέ, νῦν δέ, εἰ δίδως εἰπεῖν, ὑπὲρ σέ; ἢ δεῖ σοῦ κατεπᾴδειν μακρότερα; Μηδαμῶς, ὦ θαυμάσιε, μὴ τοῦτ' ἀναμείνῃς. Αἰσχρὸν γὰρ τὸ πλεῖον ἔχοντα, τὸ πᾶν ἐλλείπειν. Εἰ γὰρ ἡ ἀρχὴ τὸ ἥμισυ τοῦ παντὸς γίνεται, τοῦ ἡμίσεος τὸ πλέον τί ἄλλο γε, ἢ τὸ πᾶν; Εἰ μὲν οὖν ἀρκοῦντες ἡμεῖς εἰς παραίνεσιν, ἔχει ταῦτα καλῶς καὶ μηδὲν πλέον ἐπιζητείσθω. Εἰ δὲ δεῖ σοι καὶ κρείττονος συμβούλου, μετὰ βουλῆς μὲν οἰνοποτεῖν Σολομών σοι διακελεύεται, ἵνα μὴ τῇ τοῦ βίου μέθῃ καὶ δίνῃ περιτραπῇς, ἐγὼ δέ τί φημι μικρὸν τῆς συμβουλῆς παρατρέψας: Μετὰ Θεοῦ βουλεύου, καὶ οὐ διαμαρτήσεις τοῦ δέοντος.