[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CXCIX.
[199] ΤΩΙ ΑΥΤΩΙ
Εἴ σοι δοκῶ φορτικὸς συχνὰ ἐπιστέλλων, μηδὲν θαυμάσῃς, ἢ κατερῶ σου πρὸς σὲ τὸν δίκαιον δικαστήν, καὶ οἶδ' ὅτι ἀφήσεις με τῆς αἰτίας. Αὐτός μοι τοῦ θαρρεῖν αἴτιος γέγονας τῷ προθύμως παρέχειν τὸ αἰτεῖν προκαλούμενος: καὶ θαυμαστὸν οὐδέν. Πολλὰ γάρ ἐστιν οἷς προθύμως ἂν δοίης τὴν χάριν, τὸ γῆρας, ἡ ἀρρωστία, ἡ κοινωνία τῶν λόγων (εἴπερ τι καὶ τὸ ἡμέτερον ἐν λόγοις), αὐτὸ τὸ ποθεῖν με τὴν συντυχίαν, ὑπὸ δὲ τῆς ἀσθενείας κωλύεσθαι καὶ διαμαρτάνειν τοσούτου πράγματος. Ἀλλὰ τίς ἡ πρεσβεία; καὶ εἰ μὲν ἄδικος, αἰσχυνοίμην ἂν ἄνδρα τοσοῦτον: εἰ δὲ δικαία, προθύμως ἐπίνευσον. Πάλιν ὁ αἰδεσιμώτατος υἱὸς ἡμῶν Θεοδόσιος ἥκει πρὸς τὴν σὴν λογιότητα, ὁ ἐμὸς καὶ σός, σκοπὸς μὲν ἐμός, σὸς δὲ ἱκέτης. Καὶ ἥκει πρεσβεύων ὑπὲρ ἐλεεινοῦ πράγματος: ὀρφανοὶ κινδυνεύουσι, καὶ τὸ ἀνθρώπινον ἐν μέσῳ ἄδηλον ὂν εἰς ὃ περιστήσεται, καὶ μετάστασιν αἰδούμεθα πατρὸς πολλοῖς ὀρφανίαν ἐπικουφίσαντος. Μίαν τοῖς πᾶσι κατάθου χάριν: δὸς χεῖρα τῇ συμφορᾷ, ἣν αὐτὸς δοκιμάσεις. Δεῖται μὲν γὰρ οὐδεμιᾶς προσθήκης εἰς εὐδοξίαν ἡ σὴ ἀρχή, οὐδὲ γὰρ λαμπρότητος Ἑωσφόρος: εἰ δέ τινα καὶ προσθήκην ζητεῖς, οὐκ ἂν μείζων ταύτης, εὖ ἴσθι, οὐδὲ λαμπροτέρα γένοιτο, ὡς πολλοὶ τἀληθῆ βουλόμενοι λέγειν τὴν σὴν καλοκἀγαθίαν διδάξουσιν.