In Lazarum

 ἀδελφοῦ σου μαθήσῃ. Ἀναστήσεται γὰρ ὁ ἀδελφός σου. Συγγινώσκω σοι, Μάρθα· μεθύεις γὰρ τῇ λύπῃ-ὥσπερ αὐτῇ εἶπεν· καλῶν μεθύων τις σφάλλεται-, ὅτε ἐκνήψ

 Τῶν δὲ ἀποκυλισάντων μετὰ γογγυσμοῦ- ἐδρίμυττεν γὰρ αὐτοὺς ἡ νεκροφόρος δυσήνιος ἀποφορά-, ἀποκυλισάντων δὲ τῶν παρόντων τὸν λίθον, εὐθέως ἐβόησεν ὁ κ

In Lazarum

Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος εἰς τὸν τετραήμερον Λάζαρον

Φέρε πάλιν εἰς μέσον τὸν εὐαγγελιστὴν Ἰωάννην· καλὸν γὰρ τὴν ἀπαρχὴν τῆς ἀναστάσεως σκοπῆσαι. Ἤκουες γὰρ αὐτοῦ ἀρτίως λέγοντος· Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Εἶδες τὴν ἀπαρχὴν τῆς ἀναστάσεως ἐν Λαζάρῳ προτυπωθεῖσαν, ἣν ὁ πιστὸς ὄχλος ἐγνώρισεν; Οἱ ὄχλοι ἐγνώρισαν καὶ οἱ ἀρχιερεῖς ἐλοιδόρησαν τὴν θαυματουργίαν εἰς βασκανίαν μεταβαλόντες. Ὄντως ἐβάσκαναν τὴν ἀνάστασιν Λαζάρου, ὅτι μετὰ τὴν ἀνάστασιν αὐτοῦ, ἣν ἤκουες, συνεβουλεύσαντο αὐτὸν ἀποκτεῖναι. Εἶδες βασκανίας ὑπερβολήν; Ὃν ὁ κύριος ἤγειρεν, αὐτοὶ ἀποκτεῖναι διενοήθησαν, μὴ συνειδότες ὅτι κἂν αὐτοὶ ἀποκτείνω σι, πάλιν κοῦφον τῷ κυρίῳ ἀναστῆσαι τὸν φίλον.

Συνεβουλεύσαντο τὸν Λάζαρον ἀποκτεῖναι· οὐδὲν οὕτως ἐδρίμυττε τοὺς Ἰουδαίους ὡς ἡ ἀνάστασις τοῦ Λαζάρου. Τοῦτο μόνον τὸ θαῦμα οὐκ ἴσχυσαν συκοφαντῆσαι. Τὴν ἀνάβλεψιν τοῦ ἐκ γεννητῆς τυφλοῦ ἐσυκοφάντησαν λέγοντες· Οὗτός ἐστιν· οὐκ ἔστιν οὗτος· ὅμοιος αὐτοῦ ἐστιν. Τὴν ἔγερσιν τῆς θυγατρὸς Ἰαήρου ἐσυκο φάντησαν λέγοντες ὡς κατηνέχθη καὶ οὐ τελείῳ θανάτῳ παρεδόθη. Τὴν ἀνάστασιν τοῦ υἱοῦ τῆς χήρας τοῦ μονογενοῦς ἐσυκοφάντησαν λέγοντες ὡς τὸν θάνατον ἐσχηματίσατο καὶ οὐχ ὑπὸ τῆς τυραννίδος τοῦ θανάτου κατεπόθη. Τὴν ξηρανθεῖσαν συκῆν ἐσυκοφάντησαν λέγοντες ὡς τρυγωνισθεῖσαν καὶ οὐχ ὡς δεσποτικῷ ῥήματι ξηρανθεῖσαν. Τὴν τοῦ ὕδατος εἰς οἶνον μεταβολὴν ἐσυκοφάντησαν λέγοντες ὡς ἤδη τῶν ἐν τῷ δείπνῳ μεθυσθέντων καὶ μὴ εἰδότων τὴν χλεύην. Τὴν ἀνάστασιν μόνην τοῦ Λαζάρου οὐκ ἴσχυσαν συκοφαντῆσαι. Ἤδεισαν τὸν Λάζαρον· ἐπίσημος ἦν ὁ ἀνήρ. Ἠκολούθησαν τῇ κηδίᾳ, εἶδον τὸν τάφον σφραγιζόμενον, παρεμυθήσαντο κατὰ τὸ εἰωθός, ὡς ἐν περιδείπ νῳ θανάτου, Μάρθαν καὶ Μαρίαν τὰς ἀδελφὰς Λαζάρου. Ἔγνωσαν ὅτι τέσσαρας ἡμέρας εἶχεν ἀκριβῶς ἐν τῷ μνημείῳ κατατεθείς, καὶ ὅτι τετραήμερος νεκρὸς πάντοθεν ἔξαρθρος, τῶν σαρκῶν μειωθέντων, τῶν ὀστέων ἐκγομφωθέντων, τῆς νευροστασίας διασπασθείσης, τῶν ἐνδοσθίων σκορπισθέντων, τῆς γαστρὸς ἐκχυθείσης. Ταῦτα συνειδότες ὡς εἶδον ἀθρόον τὴν ἀνάστασιν Λαζάρου σῶαν, ἀρτίαν ὡς ἀπὸ τόρνου, στίλβουσαν τῇ παλινβιωσίᾳ, ἐταράχθησαν. Μικροῦ δεῖν ἀπέψυξαν μὴ εὑρίσκον τες λόγους προφασιλογίας, τὸ πῶς συκοφαντήσουσι τὴν ἀνάστασιν Λαζάρου τῆς τοῦ κυρίου πραγματείας τοῦτο κατα σκευασάσης. Τί ἐστι, τῆς τοῦ κυρίου πραγματείας τοῦτο παρασκευα σάσης; Ἄκουε διὰ βραχέων. Ἡνίκα Λάζαρος τὴν παροῦσαν ζωὴν ἀπεδύσατο φυσικῶς, οὐκ ἦν ὁ κύριος ἐν Βηθανίᾳ παρὼν τοῖς σωματικοῖς ὀφθαλμοῖς, τῇ δὲ θεότητι πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν.

Μετὰ γὰρ τέσσαρας ἡμέρας τοῦ ταφῆναι τὸν Λάζαρον, ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν τὴν ἀνάστασιν τοῦ φίλου κωμῳδῆσαι. Ὅθεν καὶ τοῦ κυρίου παραγενομένου ἐν Βηθανίᾳ, ὡς ἤκουσε Μάρθα ἡ ἀδελφὴ Λαζάρου, ἔδραμεν, ἔσπευσε, προσέπε σεν ἐν παρακλήσει αἱρετικὴν πρεσβείαν προσφέρουσα. Προσπε σοῦσα γὰρ ἔφασκε τῷ κυρίῳ λέγουσα· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου. Καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεόν, δώσει σοι ὁ θεός. Ὁ δὲ κύριος αὐτὸς πέλαγος ὢν μακροθυμίας ἀπεκρίνατο λέγων· Τί λέγεις, Μάρθα; Κύριον καλεῖς, καὶ κύριον οὐκ ἐννοεῖς; Οὐκ ἤμην ὧδε; Μικρὸν καρτέρησον· ἐν τάχει γὰρ παρὰ τοῦ

1