In Zacchaeum

 ἀληθινὸν Ἰησοῦν ὑπεδέξατο τὸν τὸν λῃστὴν εἰς τὸν παράδεισον εἰσαγαγόνταου διὰσλω 16 οι lacuna quinque linearumἩ πηγὴ τῆς Ἰεριχὼ ἦν πρότερον ἀγονίας μή

 τοὺς πόνους ληΐζονται ἀργίᾳ σχολάζοντες καὶ ταῖς τριόδοις παρακαθήμενοι. Ἔπλεέν τις τὴν θάλασσαν, τρικυμίαις ἐμάχετο, πνεύ μασιν ἐπολέμει, μακρὸν καὶ

 διεγείρει «.Ταῦτα δὲ ἐνθυμουμένου αὐτοῦ ἦλθεν ἐπὶ τὸν τόπον ὁ Ἰησοῦς· ἀναβλέψας λέγει αὐτῷ· Ζακχαῖε, σπεύσας κατάβηθι. Ἀνέβης εἰς τὸ δένδρον ὡς τελώνη

 ἀρεταῖς πλουτοῦντι πατρὶ τὸν λόγον καταλείψωμεν· ἀκόλουθον γὰρ τὸν φιλόξενον τοῦ φιλοξένου διηγήσασθαι τὰς ἀρετὰς πρὸς αἴνεσιν μὲν αὐτοῦ, στηριγμὸν δὲ

In Zacchaeum

Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος εἰς τὸν Ζακχαῖον.

Οὐδὲν οὕτως τὴν ψυχὴν πρὸς εὐφροσύνην διανίστησιν ὡς φόβος θεοῦ καὶ

κακῶν ἀποχὴ καὶ μετανοίας δρόμος καὶ ἐξομο λογήσεως τρόπος. Ὅθεν καὶ σήμερον ∆αβὶδ τοὺς τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τυχόντας ἐμακάριζεν ἅμα μὲν τὴν φιλανθρωπίαν τοῦ Χριστοῦ παριστῶν, ἅμα δὲ καὶ τοὺς ἁμαρτωλοὺς προσδραμεῖν τῇ μετανοίᾳ παρασκευάζων ... μακάριοι, φησίν, ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι ... τις οὖνη πόρνοςτελώνης εἰς τὰς ἀκενώτους τῆς σωτη ρίας τοῦ Χριστοῦ τρεχέτωπηγάς.

Οὐκ ἔστιν ἄνευ αὐτῆς οὐ κακῶν λύσιν λαβεῖν οὐ τοῦ μακαρισμοῦ τυχεῖν, κἂν προφήτας κἂν ἀποστόλους κἂν εὐαγγελιστὰς εἴπῃς. Πάντες γὰρ ἐκ τῆς αὐτῆς ἤντλησαν πηγῆς. Ἐν προφήταις μὲν αὐτὸς ὁ ∆αβὶδ μετὰ μοιχείαν ἔτι καὶ νῦν προφήτης ὢν διὰ τὴν τοῦ συγχωρήσαντος χάριν. Ἐν ἀποστόλοις δὲ Πέτρος καὶ Παῦλος, ὁ μὲν γὰρ μετὰ τὴν ἄρνησιν τὰς κλεῖς τῆς βασιλείας ἔχει, ὁ δὲ μετὰ τὴν δίωξιν τῶν ἐθνῶν κατέστη ἀπόστολος τὸν Ἰουδαϊκὸν ζῆλον εἰς εὐαγγελικὸν μετα θεὶς τρόπον. Ἐν γὰρ τοῖς εὐαγγελίοις οὐ Ματθαῖον μόνον σῳζόμενον ἐκ τελωνῶν οἶδα, ἀλλὰ καὶ ἑτέρους σὺν αὐτῷ δύο· ὧν εἷς μὲν προσευχόμενος ἐκ τοῦ τὸ στῆθος τύπτειν, τὸν θησαυρὸν τῶν κακῶν, ἐκ τοῦ μὴ τολμᾶν ἐπᾶραι τὰς χεῖρας εἰς τὰ ἅγια, ἐκ τοῦ κάτω νεύειν οὐ μόνον ἐδικαιώθη, ἀλλὰ καὶ κατὰ φαρισαῖον ἐστεφανώθη· Ζακχαῖος δὲ ἀνελθὼν ἐπὶ τὸ δένδρον ἐν ᾧ πολλά κις ἑστὼς κατεσκόπει μὴ πού τις τῶν ἐμπόρων λαθὼν παρέλθῃ ὅπως μὴ ἀζήμιος μείνῃ, ἐτήρει μὴ λάθῃ αὐτὸν παραδραμὼν ὁ οὐρανοῦ καὶ γῆς ἔμπορος, ὁ τὸν ἄσυλον τῆς βασιλείας ἐπιφερό μενος θησαυρόν.Ἵνα δὲ μὴ ὅλως ὁμοῦ τῶν τελωνῶν συγχέωμεν τὰς ἱστορίας, εἰ δοκεῖ, σήμερον τὸν Ζακχαῖον μόνον λαβόντες εἰς ὑπόθεσιν πραγματείας τὸν λόγον εὐρύνωμεν.

Ἐξελθών, φησίν, ὁ Ἰησοῦς διήρχετο τὴν Ἰεριχὼ καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ οὗτος ἦν ἀρχιτελώνης. Οὐχ ἁπλῶς δὲ τῆς Ἰεριχὼ μέμνηται ὁ εὐαγγελιστής, ἀλλ' ἐπειδὴ τελώνην οἴκοι φιλοφρονησάμενον θεὸν λέγει. Ἄπιστον δὲ ἦν τὸ πρᾶγμα. Προτίθησιν αὐτοῦ τὴν πατρί δα, ἵνα τῆς πόρνης ὑπομνησθέντες Ῥαὰβ μὴ ξενισθῶμεν πρὸς τὴν ξένην Ζακχαίου παλινοδίαν. ∆ιὰ τοῦτο οὖν ἐμνήσθη τῆς Ἰεριχώ, ἵνα ἐν νῷ λαβόντες Ῥαὰβ τὴν πόρνην συγκρίνωμεν ἀμφοτέρων τῆς σωτηρίας τὸν τρόπον. Ὥσπερ γὰρ Ῥαὰβ ἡ πόρνη Ἰησοῦν τὸν τοῦ Ναυὴ ὡς κατάσκοπον δεξαμένη ἔκρυψεν, οὕτω καὶ Ζακχαῖος ὁ τελώνης τὸν ἀληθινὸν Ἰησοῦν τὸν κατασκο πεύοντα ἡμῶν τὴν διάνοιαν οἴκοι δεξάμενος ἔθρεψεν. Ἐκείνη Ἰησοῦν τὸν τοῦ Ναυὴ ἐδέξατο τὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας τὸν λαὸν εἰσαγαγόντα· οὗτος τὸν ἀληθινὸν Ἰησοῦν δέχεται τὸν εἰς τὴν βασιλείαν τῶν οὐρανῶ κατ . Ἐκείνη Ἰησοῦν ἐδέξατο τὸν lacuna septem linearum οὗτος τὸν ἀληθινὸν Ἰησοῦν ἐδέξατο τὸν τῶν Ἰουδαίων ἐδαφίσαντα ναόν· Οὐ μὴ γάρ, φησί, μείνῃ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθήσεται. Ἐκείνη Ἰησοῦν ἐδέξατο τὸν διὰ τοῦ Ἰορδάνουτὸν λαὸν εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσαγαγόντα· οὗτος τὸν ἀληθινὸν Ἰησοῦν ἐδέξατο τὸν διὰ τοῦ βαπτίσματος εἰσαγαγόντα τοὺς πιστοὺς ὅπου ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ἐκείνη Ἰησοῦν ἐδέξατο τὸν τὸν βότρυν ἐπὶ ξύλου ἐκ τῆς γῆς ἐξαγαγόντα· οὗτος τὸν

1