In illud: Non potest filius a se facere

 ἁπλῶς δὲ αὐτὸν τὴν κλίνην βαστάξαι κελεύει· ὅπερ γὰρ ἐπὶ τῶν ἄρτων ἐποίησε, τοῦτο καὶ ὧδε ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ λείψανα τῶν ἄρτων βασταγῆναι κελεύει,

 ὄντων παραγωγήν, διὰ τοῦτο καὶ ἡ τῶν ὅλων δημιουργία τὸν πατέρα καὶ τὸν υἱὸν οἶδε δημιουργὸν οὐκ ἐξωθουμένου τοῦ πνεύματος. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ὁ π

In illud: Non potest filius a se facere

Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου <ἐκ τοῦ εἰς τὸ Οὐ δύναται ὁ υἱὸς ποιεῖν

ἀφ' ἑαυτοῦ οὐδέν> ... Τὸ Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, πῶς νοεῖτε; Τὸ γὰρ οὐ δύναται κατὰ δύο τρόπους ἐκλαμβάνετε· καὶ κατὰ τὴν κοινὴν χρῆσιν καὶ κατὰ τὴν θείαν γραφήν. Λέγεται γὰρ τὸ οὐ δύναται καὶ ἐπὶ τῶν ἀδυνάτων καὶ ἐπὶ τῶν μὴ ἐγχωρούντων· ἄλλο δὲ τὸ μὴ δύνασθαι καὶ ἄλλο τὸ μὴ ἐγχωρεῖν. Περὶ μὲν τῶν ἀδυνάτων ὁ Παῦλος οὕτω λέγει· Ἀδύνατον αἷμα ταύρων καὶ τράγων περιελεῖν ἁμαρτίας· αἷμα γὰρ ἀλόγου λογικῆς ψυχῆς οὐ καθαίρει πάθη. Περὶ δὲ τῶν μὴ ἐγχωρούντων ἐν ταῖς Πράξεσιν οἱ ἀπόστολοι· Οὐ δυνάμεθα, φησίν, ἡμεῖς ἃ εἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν· καὶ μὴν ἠδύναντο μὴ λαλεῖν ἀλλ' οὐκ ἠνείχοντο σιωπᾶν, ἵνα μὴ δόξωσιν ἀρνεῖσθαι τοῦ θαυματουργοῦντος τὴν χάριν. Εἴπατε οὖν ἐνταῦθα, τὸ Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, κατὰ ποῖον ἐκλαμβάνετε τρόπον· ἀδυναμίαν αὐτοῦ καταψηφιζόμενοι ἢ τῆς αὐτεξουσίου γνώμης ἀναιροῦντες τὰ κινήματα, ὅτι ὅσα θέλει δύναται. Ἀλλὰ τί λέγεις· ἀφ' ἑαυτοῦ οὐ ποιεῖ, ἀλλὰ πρόσταγμα θεοῦ πληρῶν ἐκεῖνα ἐργάζεται εἰς ὅπερ ἂν τὸ τοῦ προστάξαντος νεῦμα βλέπῃ; Καὶ πῶς οὐκ ἔστιν ἐσχάτης ἀνοίας τοῦτο λέγειν· εἰ γὰρ ὁλῶς οὐδὲν ἀφ' ἑαυτοῦ ποιεῖ, οὔτε γνώμῃ τὴν οἰκονομίαν ὅλην ἐπλήρωσεν οὔτε συμπαθείᾳ τῇ πρὸς ἡμᾶς τὴν ἡμῶν ἀνέλαβε σάρκα οὔτε φιλίᾳ αὐθαίρετον τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνα τον, ἀλλὰ πάντα βίᾳ ὑπέμεινεν ὑπὸ τῆς ἀνάγκης συνωθούμενος. Εἰ δὲ τολμηρὸν καὶ βλάσφημον καὶ πάσης ἀσεβείας ἐπέκεινα τὸ τοῦτο εἰπεῖν, εἴπατε ἡμῖν κατὰ ποῖον λόγον τὸ Οὐ δύναται ὁ υἱὸς ἀφ' ἑαυτοῦ τι ποιεῖν ἐκλαμβάνετε. Ὅτι γάρ, κἂν μὴ θέλητε, λέγετε δύνασθαι αὐτὸν ποιεῖν ἅπερ βούλεται, ὑπὸ τῆς ἀληθείας ἐλαυνό μενοι δῆλον. Ἀλλὰ τί περίττους ὑφαίνω λόγους; Λύει γὰρ τὸ ζήτημα ἡ ἐπαγωγὴ τοῦ ῥητοῦ· οὐ γὰρ εἶπεν ὅτι Οὐ δύναται ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν, ἐὰν μή τι προστάξῃ ὁ πατήρ, ἀλλ' ἐὰν μὴ βλέπῃ τὸν πατέρα ποιοῦντα· ἐὰν δὲ ἴδῃ αὐτὸν ποιοῦντά τι, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Οὐκοῦν οὐ λειτουργίαν πληρῶν ποιεῖ ἅπερ προσ τάττει ὁ πατήρ, ἀλλ' ὡς ὅμοιος, ὡς ἰσοδύναμος, ὡς τῆς αὐτῆς θείας φύσεως ὤν· ἅπερ ἂν ἴδῃ τὸν πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. Μετὰ ταῦτα, φησίν, ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων καὶ ἀνέβη Ἰησοῦς εἰς τὰ Ἱεροσόλυμα. Ἵνα δὲ μὴ τοῖς ὕδασι ἐπιγράψωσι τὸ πᾶν, οὐ πρότερον ἰᾶτο τὰ ὕδατα πρὶν ἄγγελος αὐτὰ ἐπιστὰς ἐσάλευσεν, ἵνα μάθωσιν ὡς οὔτε τὰ ὕδατα τοῦ βαπτίσματος καθ' ἑαυτὰ ὀνίνησι τὴν ψυχὴν πρὶν ἂν ὁ μεγάλης βουλῆς ἄγγελος ἀνθρώπινον ὑποδὺς σῶμα ἐπὶ τὸ βάπτισμα ἔλθῃ. Πολλῶν οὖν ἀσθενῶν ὄντων ἔκειτο καὶ παραλυτικὸς ἀνὴρ ὀκτὼ καὶ τριάκοντα ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ, ὃν ἰδὼν ὁ Ἰησοῦς ἐρωτᾷ· Θέλεις ὑγιὴς γενέσθαι; Βλέπε αὐτοῦ τὸ ἄτυφον· οὐκ εἶπεν θέλεις σε θεραπεύσω, οὐ γὰρ ἤθελε μεγαλορρημονεῖν οὐδὲ ἑαυτὸν πρὸ τῶν θαυμάτων ἀνακηρύττειν. Ὁ δέ φησι· θέλω μέν, ἀλλ' ἄνθρωπον οὐκ ἔχω· ὅπου γὰρ οὐδεὶς φίλος, οὐδαμοῦ ἄνθρωπος. ∆ιὰ τοῦτο καὶ ἐρωτῶ, οὐχ ἵνα μάθω- τίς γὰρ ἀσθενῶν ὑγιᾶναι οὐ βούλεται; -, ἀλλ' ἵνα τῶν χρηστῶν σου πολιτῶν τὴν ὠμότητα δείξῃς, ὅτι οὔτε χεῖρα σοι ἔδωκαν προσρῖψαι σε τῇ πηγῇ, ὃ καὶ πολέμιος αἰτηθεὶς ἂν παρέσχεν. Ἐπεὶ οὖν μέχρι τοῦ νῦν ἄνθρωπον οὐκ ἔσχες ἵνα βάλῃ σε εἰς τὴν κολυμβήθραν, ἰδοὺ ὁ διὰ σὲ ἄνθρωπος γενόμενος καὶ ἄνευ ὑδάτων ἰῶμαι σου τὸ πάθος· Ἀναστὰς ἆρον τὴν κλίνην σου καὶ ὕπαγε. Οὐχ

1