In mulierem peccatricem
Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος εἰς τὴν γυναῖκα τὴν ἁμαρτωλὸν
τὴν ἀλείψασαν τὸν κύριον μύρῳ καὶ εἰς τὸν φαρισαῖον. Ἱκανῶς ἡμᾶς πρώην ἐψυχαγώγησεν ὁ Χριστὸς παρὰ Ζακχαίῳ ἑστιώμενος· ὅπου γὰρ Χριστὸς ἑστιᾶται καὶ τοῖς ἀνθρώ ποις συνανακλίνεται καὶ ποτοῦ καὶ τραπέζης ἀπολαύει τῆς ἡμετέρας, πάντα πρὸς τὸν τῆς εὐφροσύνης μετάγεται λόγον. Τίς γὰρ τελωνῶν ἢ πορνῶν καὶ τῶν τὰ ἄρρητα ἐργασαμένων δεινὰ τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν στέγην ὑπελθόντα τελωνικὴν βλέπων καὶ τὸν τῶν σταχύων δοτῆρα ἄρτον ἀνθρώπινον μετὰ χεῖρας λαμβάνοντα καὶ τὸν τῶν βοτρύων χορηγὸν τῇ κοινωνίᾳ τοῦ ποτοῦ τὰς ληνοὺς εὐλογοῦντα, μὴ ἑορτὴν καὶ πανήγυριν θέσθαι τὸ πρᾶγμα δικαιώσειεν; Αὕτη ἀληθῶς ἑορτή, αὕτη ἀληθῶς ἀγγελικῆς ἑστιάσεως εὐφροσύνη, τὸ τὸν δεσπότην μετὰ δούλων, τὸν θεὸν μετὰ ἀνθρώπων, τὸν δικαστὴν μετὰ τῶν ὑπευθύνων ὁρᾶν κοινῆς ἀπολαύοντα τραπέζης. ∆ιὰ τοῦτο γὰρ ἐπὶ γῆς ἦλθεν οὐκ ἔρημον καταλιπὼν τὸν οὐρανόν, καὶ ἄνθρωπος γέγονεν οὐκ ἀποδὺς τὸ εἶναι θεός, ἵνα καὶ τὴν θάλασσαν πλέων τοὺς εἰς τὸ βιωτικὸν χειμαζομένους πέλαγος ἐκ τοῦ βυθοῦ ἀνασύρῃ τῆς ἁμαρτίας καὶ κώμας καὶ πόλεις περιϊών, στενωποὺς καὶ ἀτραποὺς καὶ δρόμους περιτρέχων τοὺς ἐν ταῖς τριόδοις πλανωμένους ὡς ἀποίμαντα πρόβατα ἐπὶ τὴν ἰδίαν ἐπαναγάγῃ ποίμνην. Αὐτὸς γάρ ἐστιν ὁ τὸ ἀπολωλὸς πρόβατον ἐπιζητῶν, ὁ τὰ ἐννενήκοντα ἐννέα καταλιπὼν καὶ περὶ τὴν τοῦ ἑνὸς παραγε νόμενος ζήτησιν. Ἐζήτει γὰρ τὸ ἓν οὔτε τῶν πολλῶν κατα φρονῶν οὔτε τοῦ πλήθους τὸ ἓν προκρίνων. Ἀλλὰ τὰ μὲν ἐννενήκοντα ἐννέα κατελίμπανεν, ἔδει γὰρ ἀσφαλῶς αὐτὰ ἐν τῇ μάνδρᾳ αὐλίζεσθαι· τὸ δὲ ἓν περιϊὼν ἐζήτει, ἵνα μὴ θοίνη τῷ διαβόλῳ γένηται. Πρόβατον γὰρ ἀποίμαντον θηρσὶν ἕτοιμον δεῖπνον καὶ ψυχὴ ἀσφράγιστος δαίμοσιν εὐεπιβούλευτος. Ὅθεν πρώην τὸν Ζακχαῖον ὡς πρόβατον ἐκ στόματος λύκου ἀφήρπασε καὶ τῇ μάνδρᾳ συνέμιξε καὶ σφραγίδος ἠξίωσεν. Ὡς γὰρ ποιμὴν πρόβατον ἀποπλανηθὲν θηρᾶσαι θέλων χειρόηθες ζῷον ἐᾷ, ἵνα ἀπολύτως νεμόμενον τὸ ἀποπηδῆσαν ἑλκύσῃ θήραμα, οὕτω καὶ ὁ τοῦ θεοῦ λόγος τὴν σάρκα ἣν ἐκ τῆς παρθένου ἀνέλαβεν, ὡς πρόβατον ἐν νομῇ, ἐν τῇ τραπέζῃ Ζακχαίου ἀφῆκεν, ἵνα τῷ κοινῷ τῆς ἑστιάσεως νόμῳ ἑλκύσας αὐτὸν πρὸς συνουσίαν λανθα νόντως τῇ οἰκείᾳ συζεύξῃ ποίμνῃ. Ἀλλὰ τοῦτο μὴ συνιέντες οἱ φαρισαῖοι ἐγόγγυζον ὁρῶντες αὐτὸν μετὰ τελωνῶν ἐσθίοντα. Ἀλλ' ἐκεῖνοι μὲν ὡς ἀσκὸς παλαιὸς διαρρηγνύσθωσαν, οὐ γὰρ δύνανται τὸν νέον τῆς διδασ καλίας δέξασθαι οἶνον· ἡμεῖς δὲ κατόπιν τοῦ φιλανθρώπου βαδίσωμεν ποιμένος. Ὁ γὰρ Ζακχαῖον τὸν τελώνην τῇ λογικῇ τῶν ἀποστόλων συνάψας ποίμνῃ, αὐτὸς καὶ τὴν πόρνην τὴν ἁμαρτωλόν, τὴν μυρίων κακῶν ἐργάτιν, ἐκ τοῦ φάρυγγος τοῦ διαβόλου ὡς ἀμνάδα ἑλκύσας τῇ ἀνεπηρεάστῳ ἀπέδωκεν μάνδρᾳ. Ἵνα δὲ γνῶτε καὶ τοῦ Χριστοῦ τὴν φιλανθρωπίαν καὶ τῶν φαρισαίων τὴν ἀλογίαν καὶ τῆς ἁμαρτωλοῦ τὴν παλινοδίαν, αὐτὰς ὑμῖν τὰς εὐαγγελικὰς παραθήσομαι ῥήσεις· ἐὰν γὰρ τοῦ ὕφους τοῦ ἀναγνώσματος ἐπακούσητε, ῥᾳδίως καὶ τῆς ἑρμηνείας τὴν ἔννοιαν ἀναμάσσεσθε. Ἠρώτησε, φησί, τις τῶν φαρισαίων τὸν Ἰησοῦν, ἵνα φάγῃ μετ' αὐτοῦ. Καὶ εἰσελθὼν εἰς τὸν οἶκον τοῦ φαρισαίου ἀνεκλίθη. Ὢ χάριτος ἀφράστου! Ὢ φιλανθρωπίας ἀρρήτου! Καὶ φαρισαίοις συνεστιᾶται καὶ τελώνας οὐκ ἀποσείεται καὶ πόρνας προσδέχεται καὶ Σαμαρείτιδι διαλέγεται καὶ Χανα ναίαν λόγου ἀξιοῖ καὶ τῇ αἱμορροούσῃ τὸ
1