In occursum domini

 κληθήσεται, εἰς τὸν κύριον μόνον ἀναφέρεται. Μὴ ἆρα ὁ Κάϊν ἅγιος, ὁ ἐν βεβηλότητι τὸ ζῆν ἀπορρήξας, ἐπειδὴ πρὸ πάντων οὗτος τῆς μητρικῆς μήτρας ἔξαρχο

 ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν. Ὑπερέ βαλεν αὕτη τὴν ὑπὸ τοῦ ἀποστόλου μακαρισθεῖσαν καὶ τοῖς ἔτεσι καὶ τοῖς πολιτεύμασιν. Ἡ γὰρ προφητε

 οὐκ ἐρύπωσε τὴν νυμφικὴν σινδόνα, οὐχ ἥψατο αὐτῆς ὁ ἔλεγχος Παύλου λέγοντος· Ὅταν δὲ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα ὅτι τ

 διαλογισμοὺς ῥομφαίαν προσηγόρευσεν ὡς νύττοντας τὰ ἐνδόσθια, ὡς ἁπτομένους νεφρῶν καὶ μυελῶν; Τούτοις δὲ περιέπεσεν ἡ παρθένος μηδέπω τὴν δύναμιν τῆς

In occursum domini

Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου εἰς τὴν θεοτόκον καὶ εἰς τὸν Συμεῶνα

καὶ Ἄνναν. Πολλοὶ τῶν μεγάλων ἀνθρώπων τὴν παρθενίαν θαυμάζουσιν· καὶ γάρ ἐστι θαυμαστὴ ὡς τῶν ἀγγέλων σύμφυτος, ὡς τῶν ἄνω δυνάμεων συνόμιλος, ὡς τῶν ἀσωμάτων φύσεων σύνδρο μος, ὡς τῆς ἁγίας ἐκκλησίας λαμπαδοῦχος, ὡς τὸν κόσμον νικῶσα, ὡς τὰ πάθη πατοῦσα, ὡς τὰς ὀρέξεις χαλινοῦσα, ὡς τῇ Εὔᾳ μὴ κοινωνοῦσα, ὡς λύπης ἀπηλλαγμένη, ὡς ἁγνείας ἐπειλημμένη, ὡς στεναγμῶν λελυτρωμένη, ὡς τὴν καταδεδικασ μένην ἀπόφασιν μὴ προσδεχομένη τὴν φάσκουσαν· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Θαυμαστὴ τοιγαροῦν ἡ παρθενία ὡς ἀδούλωτον κτῆμα, ὡς ἐλεύθερον ἐνδιαίτημα, ὡς ἀσκητικὸν ἐγκαλλώπισμα, ὡς τῆς ἀνθρωπίνης ἕξεως ἀνωτέρα, ὡς τῶν ἐπ' ἀνάγκαις παθῶν ἀπολυθεῖσα, ὡς συνεισελθοῦσα τῷ νυμφίῳ Χριστῷ εἰς τὸν θάλαμον τῆς τῶν οὐρανῶν βασιλείας. Καὶ τὰ μὲν τῆς παρθενίας κλέη ταῦτα καὶ τὰ παραπλήσια τούτων. Ὁ δὲ τίμιος γάμος ὑπέρκειται παντὸς δώρου γηΐνου, ὡς ἔγκαρπον δένδρον, ὡς ἀστειότατον φυτόν, ὡς ῥίζα τῆς παρθενίας, ὡς γεωργὸς τῶν λογικῶν καὶ ἐμψύχων κλάδων, ὡς εὐλογία τῆς τοῦ κόσμου αὐξήσεως, ὡς παρήγορος τοῦ γένους, ὡς δημιουργὸς τῆς ἀνθρωπότητος, ὡς τῆς θεϊκῆς εἰκόνος ζωγράφος, ὡς τὸν δεσπότην εὐλογοῦντα κεκτημένος, ὡς πάντα τὸν κόσμον φέρειν δεχόμενος, ὡς ἐκείνῳ πολιτευόμενος ὃν καὶ ἐνανθρωπῆσαι ἐδυσώπησεν, ὡς δυνάμενος λέγειν μετὰ παρρησίας· Ἰδού, ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Περίελε τὸν τίμιον γάμον καὶ οὐχ εὑρήσεις τὸ τῆς παρθενίας ἄνθος· ἔνθεν γὰρ καὶ οὐκ ἄλλοθεν τὸ τῆς παρθενίας ἄνθος ἀναλέγεται. Ταῦτα δὲ λέγοντες οὐ μάχην παρεισβάλλομεν μεταξὺ παρθενίας καὶ γάμου· ἑκάτερα δὲ ὡς ἀλληλόχρεα θαυμάζομεν. Ἐπειδὴ τῶν ἑκατέρων ὁ δεσπότης προνοητής, οὐκ ἀντιταλαντεύει ἕτερον τῷ ἑτέρῳ· πρὸς πάντα γὰρ τὰ ἑκάτερα μέρη τῆς θεοφοβίας ἔχεται. ∆ίχα γὰρ τῆς εὐσεβοῦς θεοφοβίας οὔτε παρθενία σεμνὴ οὔτε γάμος τίμιος.

Ταῦτα δέ μοι τῷ λόγῳ προήχθη διὰ τὸ ἐν τῷ νόμῳ γραφὲν καὶ ἐν τῇ χάριτι βεβαιωθὲν καὶ καθόλου λεχθὲν καὶ καθόλου μὴ εὑρεθὲν καὶ ἐν τῷ κυρίῳ μόνῳ πληρωθέν· περὶ τοῦ γαμικοῦ φημι πρωτοβόλου καρποῦ. Ποίου τούτου; Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Καὶ ἐγένετο ὅτε ἐπλήσθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτόν. Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον αὐτὸν εἰς τὸ ἱερὸν καὶ παρέστησαν αὐτὸν τῷ κυρίῳ, καθώς ἐστι γεγραμμένον ἐν νόμῳ κυρίου· πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται. Εἶδες τοῦ γάμου τὴν εὐλογίαν καὶ τὸ κατὰ κοινοῦ λεχθὲν ἐπὶ τοῦ κυρίου μόνου εὑρεθέν; Ὅπερ, πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται, εἰς τὸν κύριον μόνον τὴν ἀναφορὰν κέκτηται, οὐχὶ δὲ καὶ εἰς ἄλλον τινά, εἰ καὶ ὅτι καθολικῶς εἴρηται. Καὶ γὰρ πᾶσα φύσις παρθένου πρῶτον ἐκ συνουσίας ἀνδρὸς διανοίγεται· ἡ μήτρα καὶ εἶθ' οὕτως τίκτει. Ἐπὶ δὲ τοῦ σωτῆρος ἡμῶν οὐχ οὕτως, ἀλλὰ χωρὶς συνουσίας αὐτὸς διανοίξας τὴν μήτραν τῆς παρθένου ἀφράστως προῆλθεν, ὥστε τό· Πᾶν ἄρρεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ

1