Oratio in resurrectionem domini

 εὐφράνθητε· γεύσασθε καὶ ἴδετε ὅτι Χριστὸς ὁ κύριος· θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν· μηδεὶς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία· μηδεὶς ὀδυρέσθ

 πορευθῶμεν ὀπίσω τῶν ἁγίων αὐτοῦ ἐντολῶν, «καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος «, προσάξωμεν τῷ θεῷ ἡμῶν πράξεις ἀγαθάς, πίστ

Oratio in resurrectionem domini

...χαρᾶς ἡμέρα καὶ εὐφροσύνης ἀγαπητοί, ἡμέρα ἀγαλλιάσεως καὶ σωτηρίας,

ἡμέρα φωτισμοῦ καὶ ἁγιασμοῦ, ἡμέρα εἰρήνης καὶ καταλλαγῆς· ἡμέρα ἀναπλάσεως καὶ ἀνακαινισμοῦ τῶν ἡμετέρων ψυχῶν, ἡμέρα ὄντως μεγάλη καὶ θαυμαστὴ καὶ ἐπιφανής· ἐν ταύτῃ συνήγειρεν ἡμᾶς ὁ Χριστὸς ἐρριμμένους τῇ ἁμαρτίᾳ, ἐν ταύτῃ συνεζωοποίησεν ἡμᾶς ὁ Χριστὸς νενεκρωμένους τοῖς παραπτώμασιν· ἐν ταύτῃ τὸν παράδεισον ἀνέῳξεν, ἀπολαύειν ἡμᾶς τοῦ ξύλου τῆς ζωῆς· ὅπερ ἐστὶν τὸ τίμιον καὶ ζωοποιὸν αὐτοῦ σῶμα καὶ 69 αἷμα δι' οὗ καθαιρόμεθα καὶ ἁγιαζόμεθα καὶ φωτιζόμεθα καὶ ἐγκαινιζόμεθα. λύτρον γὰρ ἔδωκεν ἑαυτὸν ὁ Χριστὸς ὑπὲρ ἡμῶν πάντων, καὶ προήγαγεν ἡμᾶς ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ἀπὸ τοῦ σκότους εἰς φῶς, ἀπὸ τῆς δουλείας εἰς ἐλευθερίαν, ἀπό τε ἔχθρας εἰς γνησιεύουσαν φιλίαν· ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας καὶ τῆς ἁμαρτίας γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, ἵνα μηκέτι ὦμεν δοῦλοι ἀλλ' ἐλεύθεροι, μηκέτι ἐμπαθεῖς ἀλλ' ἀπαθεῖς, μηκέτι φιλόκοσμοι ἀλλὰ φιλόθεοι, μηκέτι κατὰ σάρκα περιπατοῦντες ἀλλὰ κατὰ πνεῦμα. ... ἡγίασεν, ἐδόξασεν ἡμᾶς ἐν πνεύματι ἁγίῳ, ἵνα ἐν καινότητι ζωῆς περιπατήσωμεν· ἡμεῖς δὲ τί ἀνταποδώσομεν τῷ κυρίῳ περὶ πάντων τούτων ὧν ἡμῖν ἀνταπέδωκεν ... τί ἀνταποδώσομεν ἴσον τῇ ὑπερβαλλούσῃ αὐτοῦ δωρεᾷ τε καὶ χάριτι; ... εὐχαριστήσωμεν καὶ προσπέσωμεν τῷ κυρίῳ καὶ προσκυνήσωμεν αὐτῷ, καὶ προσφέρωμεν τὰ μῦρα καὶ τοὺς ὕμνους ὡς δῶρα μετὰ φόβου καὶ εὐλαβείας· φιλάνθρωπος γάρ ἐστι καὶ φιλάγαθος ὁ δεσ 70 πότης, καὶ πάντα προσδέχεται, εἰ καὶ μικρά εἰσι καὶ εὐτελῆ τὰ παρ' ἡμῶν αὐτῷ προσαγόμενα. ἀγαπήσωμεν καὶ ἡμεῖς, ἀδελφοί μου, τὸν ἀγαπήσαντα κατὰ χάριν ἡμᾶς, ἀποθάνωμεν ὑπὲρ τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν δωρεάν, πορευθῶμεν ὀπίσω τῶν ἁγίων αὐτοῦ ἐντολῶν· καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, προσάξωμεν τῷ θεῷ ἡμῶν πράξεις ἀγαθάς, πίστιν, ἀγάπην, ἐλπίδα καὶ ὑπομονήν, συντριμμὸν καρδίας, κατανύξεως δωρεά, συνειδήσεως κάθαρσιν, νέκρωσιν τῶν ἐπὶ γῆς μελειῶν, πορνείας, ἀκαθαρσίας, πάθους, ἐπιθυμίας κακῆς καὶ τῆς πλεονεξίας· δουλεύσωμεν τῷ κυρίῳ μετὰ συνέσεως καὶ εὐσταθείας καὶ καρτερίας καὶ ὑπομονῆς· ἐνστερνισώμεθα τὸ φίλτρον τοῦ ἀληθινοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν· ᾄσωμεν αὐτῷ ᾆσμα καινόν, πάντες ᾄσωμεν, κροτήσωμεν τὰς χεῖρας καὶ ἀλαλάξωμεν τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως ὅτι κύριος ὕψιστος φοβερὸς βασιλεὺς ἐπὶ πᾶσαν τὴν γῆν ... μέγας κύριος καὶ τῆς μεγαλοσύνης αὐτοῦ οὐκ ἔστι πέρας· μέγας κύριος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· κατήργησεν καὶ ἐπάταξε τὸν ἀλαζόνα καὶ ὑπερήφανον ἐχθρὸν ἡμῶν καὶ διάβολον καὶ τὸν θάνατον κατεπάτησε καὶ πάντας ἀνέστησε ζωὴν ἡμῖν αἰώνιον δωρησάμενος. 71 ... ἀπολαύσωμεν πάντες, ἀγαπητοί, τῶν ἀγαθῶν χαρισμάτων ταύτης τῆς καλῆς πανηγύρεως· εἰσέλθωμεν χαίροντες εἰς τὴν χαρὰν τοῦ κυρίου ἡμῶν ... ἄρχοντες καὶ ἀρχόμενοι ... πρεσβύτεροι μετὰ νεωτέρων, ἄνδρες καὶ γυναῖκες, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, δοξάσατε καὶ μεγαλύνατε κύριον τὸν θεὸν ἡμῶν καὶ τὴν λαμπρὰν ταύτην ἡμέραν καὶ φαιδρὰν ἐορτὴν ὑμνήσατε καὶ θαυμάσατε καὶ τιμήσατε, νηστεύοντες καὶ κοπιάσαντες ... ἐορτάσατε σήμερον. πλούσιοι καὶ πένητες μετὰ ἀλλήλων χορεύσατε, ἐγκρατεῖς καὶ ῥάθυμοι τὴν ἡμέραν τιμήσατε, νηστεύσαντες καὶ μὴ νηστεύσαντες εὐφράνθητε σήμερον· ἡ τράπεζα γέμει· μηδεὶς ἐξέλθῃ πεινῶν καὶ στερούμενος· πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος, ὅτι τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· πάντες ἀντλήσατε ἐκ τῆς ἀκενώτου πηγῆς τοῦ σωτῆρος θεοῦ καὶ

1