Fragmenta in Matthaeum

 τροφὴν ἀπωλωλέκει, οὕτως ὁ νέος Ἀδὰμ καὶ ὧν μὴ προσετάχθη ἀποσχό μενος καθ' ὑπερβολὴν ἀρετῆς εἰς τὸ ἐξ ἀρχῆς καλὸν ἀποκαταστῇ.

 φείσασθαι μηδὲ τῶν ἀναγκαιοτάτων, εἰ δι' αὐτῶν τις ἐνέργεια φαύλη κινδυ νεύσαι γίνεσθαι. Οὐ δεῖ τὰ μέλη ἐκκόψαι , ἀλλ' οἷον νεκρῶσαι ταῦτα καὶ ἀν ενέρ

 φέρειν αὐτοῦ τὸ ἐπαχθὲς ἀναγ κάζεται. ἀσκοὶ δὲ παλαιοὶ καὶ οἱ παλαιοὶ ἄνθρωποι· οἶνος δὲ νέος ὁ καινὸς λόγος, ὃν οὐ χωροῦσιν· ῥήγνυται γὰρ αὐτῶν τὸ σα

 ὑμεῖς ὑποχωροῦντες τοῖς διώκουσι διαρκήσετε τὸν τοῦ εὐαγγε λισμοῦ χρόνον μὴ

 πνεῦμα τοῦ Ἠλίου. καὶ ἐπεὶ ἦν τὸ λεγόμενον ἀσαφές, τοῖς δυναμένοις συνιέναι τὴν γνῶσιν κατέλιπεν. 63 Mt 11, 14 Τοῦτο δὲ καὶ ὁ ἄγγελος εἶπεν περὶ αὐτοῦ

 τοιούτῳ μὴ διδούς. παρα σεσιωπημένη δὲ ἐν τοῖς τοιούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι· μεταξ

 76 Mt 13, 18-23 Ἐν τούτοις ἐπιζητεῖται, πῶς οὐ τὸν λόγον εἴρηκεν σπείρεσθαι κατ' ἀρχὴν οὐδὲ εἶπεν τὸ παρὰ τὴν ὁδὸν σπέρμα σπαρέν, ἀλλ' οὗτός ἐστιν ὁ π

 82 Mt 16, 1-4 Ἀλλὰ γὰρ οὔτε ἰατρὸς ἀκαί ρους ἐπιθυμίας τῶν νοσούντων ἐμ πίπλησι τὸ τῆς νόσου λυτικὸν ζητῶν, οὐ τὸ τῆς ἡδονῆς πληρωτικόν, οὔτε ὁ σωτὴρ

 ἡμίσεως ἐξὸν μηδενὶ καταβάλλειν μηδὲ εἰ πλουτοίη· τὸ δὲ μυστήριον ἦν εἰς τὸ μήτε μετὰ πατρὸς σεσαρ κῶσθαι τὸν υἱὸν μήτε ἐνδεές τι τῆς τελειότητος ἐννο

 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν

 τελειότης δὲ παρ' αὐτοῦ. 98 Mt 19, 23-26 Καλὸν τὸ ἀποστολικὸν ἐνταῦθα ἁρμόζει τὸν «ὄγκον ἀποθέμενοι πάντα »· τὸν γὰρ ὄγκον ἐδήλωσεν ἡ πρὸς κάμηλον ὁμο

 102 Mt 20, 10-12 Τὸ ἐνόμιζον οἱ πρῶτοι, ὅτι πλείονα λήψονται τὴν τοῦ πράγ ματος ἐνδείκνυται φύσιν, οὐ τὴν τῶν ἁγίων ἀνδρῶν διάνοιαν· οὐδὲ γὰρ ἐκεῖνοι

 αὐτῷ, καθ' ἣν τῶν ἀλλοτρίων ἀπαλλαγεὶς τῆς ἐπιβουλῆς ἔμεινεν ἐπὶ τῆς οἰκείας γῆς. πύργον δὲ τὸν ναόν, ἐν ᾧ συνιόντας ἐχρῆν τοὺς τῆς εὐσεβείας καρποὺς

 » τοῦ θεοῦ ὁ ∆αβὶδ καὶ οὐδέπω τῷ πνεύματι τοῦτο ἁρμόζει, ἀλλ' εἰς τὸ ἴδιον πνεῦμα εἴρηται αὐτό. ἐν πνεύματι γοῦν ἐλάλει καὶ ὅτε ἔλεγεν «τὸ πνεῦμά σου

 ἑαυτὴν διὰ τοῦ ἁμαρτάνειν ἔξω ποιοῦσα ἑαυτὴν τοῦ θεοῦ· ἡ δὲ ὄρνις πολύτεκνος καὶ θερμὴ περὶ τὴν ἀγάπην καὶ κηδομένη τῶν τέκνων καὶ ἑαυτὴν παραδιδοῦσα

 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον

 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς

 σαρκὸς αὐτοῦ καὶ ἐπὶ γῆς ἔκρυσις ἐχώρη σεν. 137 Mt 27, 11-14 Καλὴ ἡ ἀποσκόπησις πρὸς τοὺς συκοφαντοῦντας· οὐ γὰρ οἱ ἀκούον τες ἐζήτουν τὸ ἀληθὲς καὶ κ

 προστίθεσθαι τῶν ἀποθνῃσκόντων ἕκαστον «πρὸς τὸν λαὸν αὐτοῦ »· κάτω γὰρ ἦν ἡ χώρησις καὶ ἡ κατοχὴ τῶν ψυχῶν καὶ ταύτην τὴν κάτω πορείαν ὁ κύριος εἰς τ

Fragmenta in Matthaeum

Mt 1, 16

Καὶ Ἀπολινάριος δὲ τὴν τελευταίαν μόνην ἀποδεχόμενός φησιν· ἡ μὲν τοῦ Ματθαίου γενεαλογία φυσικὴν ἔχει τὴν διαδοχὴν τῶν γεννηθέντων, ἡ δὲ τοῦ Λουκᾶ νομίζεται τῶν ἐπιγραφέντων υἱῶν κατὰ τὸν νόμον τοῖς μὴ γεννήσασιν· οὕτως γὰρ «Ἰωσὴφ ἐπιγράφει τῷ Ἠλὶ» γενόμενον ἐξ < Ἰακώβ , ἀπογόνου> Ἰεχωνίου. οὕτως ἐκ διαφόρων ἀρχῶν ἀρξάμενοι ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ «Σαλομῶνος», ὁ δὲ Λουκᾶς ἀπὸ τοῦ «Ναθὰμ» εἰς τὸν αὐτὸν Ἰωσὴφ ἔρχονται.

2 Mt 1, 16 Φησὶ γοῦν Ἀπολινάριος, ὅτι πατρὶ παῖς ἐπιγράφεται. πατὴρ δὲ αὐτοῦ κατὰ χάριν ὁ Ἰωσὴφ καὶ ἅμα κατὰ σάρκα διὰ τῆς γυναικός. καὶ βέβαιον αὐτῷ τὸ εἶναι πατέρα Χριστοῦ τοῦ ἐκ τῆς ἰδίας αὐτοῦ σαρκὸς γεννηθέντος ἥτις ἐστὶ Μαρία , ὅπου γε καὶ τῷ τεθνεῶτι βέβαιον ἦν τὸ ἴδιον εἶναι αὐτοῦ παιδίον τὸ γεννώμενον ἐκ τῆς γυναικὸς αὐτοῦ καὶ τοῦ ζῶντος ἀδελφοῦ. εἰ γὰρ ἰσχυρὸν τὸ τοῦ νόμου, πολλῷ μᾶλλον τὸ τῆς χάρι τος. ἦν δὲ καὶ ἡ ἐξ ἀρχῆς ἐπαγ γελία πρὸς ἄνδρα, οὐ πρὸς γυναῖκα. οὗτος γὰρ τὸ προηγούμενον ζῷον καὶ θεῷ προσεχέστερον καὶ οὕτως ὁ κατ' εἰκόνα. Κατ' ἀμφοτέρας τὰς γενέσεις τοῦ Χριστοῦ πατὴρ ἀναδείκνυται ὁ Ἰωσήφ , κατά τε χάριν καὶ κατὰ σάρκα· κατὰ χάριν μὲν διὰ τῆς μνηστευθείσης αὐτῷ παρθένου, κατὰ σάρκα δὲ διὰ τὸ ἐκ τῆς αὐτῆς εἶναι φυλῆς τήν τε παρθένον καὶ τὸν Ἰωσήφ . 3 μτ 1, 19 Ἀπολινάριος δὲ τὸ δειγματίσαι καὶ αὐτὸς παραθέμενος τὴν τοῦ μακαρίου Ἰωάννου καὶ Θεοδώρου ἐξήγησιν ἐπήγαγεν.

4 Mt 2, 1-12 Πολλὰ τὰ μαρτυροῦντα ἐξ ἀρχῆς τὴν ἡμετέραν σωτηρίαν, ἀλλὰ τού των ἁπάντων ἀρχὴ φαίνεται εἶναι ἡ τῶν μάγων ἀπαρχή. αὕτη δὲ καὶ τῶν ἐθνῶν ἁπάντων ἀπαρχὴ λέγεται εἶναι. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ θεόθεν ὁδηγούμενοι καὶ ὑπὸ ἀστέρος τὰ μέλλοντα γενήσεσθαι ἐδήλωσαν καὶ τὴν τῶν Ἰουδαίων ἀπορίαν λύσαντες κατακρίτους αὐτοὺς ἀπέδειξαν μὴ πεισθέντας τοῖς σημείοις. 6 Mt 2, 18 Πῶς εἰς τὸν Ἰσραὴλ εἰρημένην τὴν λέξιν εἰς τοὺς παῖδας μετήγαγεν ὁ εὐαγγελιστής; ὅτι ἐν τύπῳ τοῦ λαοῦ τὰ βρέφη τὰ σφαγέντα ὑπὸ Ἡρώδου παρείληπται. ἡ δὲ Ῥαχὴλ ὡς μήτηρ τοῦ <πατρὸς τοῦ> Ἐφραὶμ ὑπὸ τοῦ προφήτου μνημο νεύεται. ἔστι δὲ μήτηρ καὶ τοῦ Βενιαμίν, οὗ μέρους τοῦ κατὰ Ἰερουσαλὴμ καὶ ἡ λεγομένη Ῥάμα . ὥσπερ οὖν τοῖς βρέφεσιν ἡ ἀνά στασις ἀπόκειται, οὕτω δηλοῦται καθάπερ ἐκ θανάτου σωθησόμενος ὁ λαὸς διὰ τῆς πίστεως. Εἰς τύπον τοῦ λαοῦ τοῦ Ἰσραὴλ τὰ ὑπὸ Ἡρώδου σφαγέντα παιδία παρέλαβεν ὁ εὐαγγελιστὴς ἀνάγων εἰς αὐτὸν τὴν τοῦ προφήτου λέξιν.

9 Mt 3, 17 Τινὲς δέ φασιν τὴν λέγουσαν φωνήν· οὗτός ἐστιν ὁ υἱός μου ὁ

ἀγαπητὸς ἢ ἀγγελικὴν εἶναι ὑπουρήσασαν τῷ προσώπῳ τοῦ πατρὸς ἢ ἑτέραν ἐκ τοῦ παραχρῆμα κατασκευασθεῖσαν. τὸ δὲ ἐν ᾧ εὐδόκησα ἐν παραθέσει ἑτέρων υἱῶν εἰρῆσθαι οὔτε ἀγαπητῶν γενομένων οὔτε ἀρέσαι σφόδρα δυνηθέντων αὐτῷ· υἱοθεσίας γὰρ ἠξίωντο καὶ οἱ ἐν τῷ νόμῳ. διὰ δὲ τῆς τοῦ πατρὸς μαρτυρίας καὶ τῆς τοῦ πνεύματος καθόδου δείκνυνται τῆς ἁγίας τριάδος αἱ ὑποστάσεις.

10 Mt 4, 11 Ἀπολινάριος ὁ παράφρων τροφάς φησιν ἐκ παραδείσου

διηκόνουν αὐτῷ ἵνα ὥσπερ ὁ μὴ ἀποσχόμενος οὗ προσετέτακτο Ἀδὰμ τὴν ἐκεῖ

1