170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ
291 Ps 140,2 Εἰ πρωῒ τὸν ἐπιόντα βίον συνίεμεν τὸν ἐν ἀναπαύσει καὶ δόξῃ
Fragmenta in Psalmos
Ps 7,8. 9a Παραγενομένου τοῦ κριτοῦ, φησίν, κυκλοῦσιν αὐτὸν ἔθνη πολλὰ
συγκροτούμενα· τὴν ἐκκλησίαν δηλῶν καὶ διαγγέλλων φησὶν ὁ κύριος συναχθήσεσθαι πρὸς αὐτόν, τούτου δὲ γενομένου ἄνω καὶ πρὸς τὸ ὕψος ἐπιστρέψειν τὸν κριτὴν παραδόντα τὴν βασιλείαν. 2 Ps 8,1 Ληνὸν δὲ καθάπερ καὶ θερισμὸν ἐν τῶ Εὐαγγελίῳ τὴν ἐπὶ συντελείᾳ συναγωγὴν τῶν καρπῶν ὁ λόγος δηλοῖ, καρποὶ δὲ ἀνθρώπων ἔργα καὶ λογισμοὶ κατὰ τὸν Ἡσαΐαν Κἀγώ, φησίν, τὰ ἔργα αὐτῶν καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν. 3 Ps 8,5-9 Ἀλλ' ὁ τῶν τηλικούτων, φησί, ποιητὴς ἔργων μικροῦ παντελῶς ὄντος ἀνθρώπου φροντίζεις, καὶ μνήμην ἐποιήσω μεταπεσόντος ἀπὸ σοῦ καὶ ἐπεσκέψω κατενεχθέντα εἰς ἀρρωστίαν· ἧν δέ σοι καὶ ἀπ' ἀρχῆς τιμία ἡ ποίησις αὐτοῦ, καὶ τῆς ἀγγελικῆς δόξης ὀλίγον ἠλάττωτο κατὰ τὸ σῶμα τὸ γήϊνον. δόξα γὰρ αὐτῷ περιῆν οἱονεὶ βασιλεύοντι κατὰ γῆν ἔργων τῶν ὑπὸ σοῦ πεποιημένων καὶ τὴν ἄλογον ἅπασαν φύσιν ὑφ' ἑαυτῷ κατέχοντι, οὐ μόνον τὴν χερσαίαν καὶ ῥαδίως ληπτὴν ἀλλὰ καὶ τὴν ἀέριον καὶ τὴν ἔνυδρον, ὅπερ ἑκάτερον μὲν ἐκφεύγει τὰς ἀνθρώπου χεῖρας, τὸ μὲν διὰ τὴν ἐν ὕψει φοράν, τὸ δὲ διὰ τὴν ἐν βάθει κατάκρυψιν καὶ δι' ὑδάτων πορείαν, ἁλίσκεται δὲ σοφίᾳ καὶ νῷ καὶ ὁ γήϊνος αἱρεῖ τὰ ἐν οὐρανῷ καὶ ὕδασιν· ἐξ ὧν ἀναφαίνεται κατὰ τὸ νοερὸν ὑπερβάλλων μὲν τὴν ζῴων ἄλογον καὶ ἀνόητον φύσιν, ἐφάμιλλος δὲ τῇ νοερᾷ καὶ ἀγγελικῇ κοινωνὸς ὢν τοῖς ἀλόγοις κατὰ τὸ σωματικόν.
4 Ps 15,4cd Τὸν τρόπον λέγει τῆς καινῆς θεοσεβείας τὸν ἄνευ αἱμάτων, καὶ
τὴν ἐξαλλαγὴν δηλοῖ τὴν ἐν ἁγίῳ πνεύματι καθ' ἣν οὐκέτι ἐσμὲν οἱ πρότεροι οὐδὲ ἐπὶ τῶν αὐτῶν ὀνομάτων οὐκέθ' υἱοὶ ἀνθρώπων ἀλλ' υἱοὶ θεοῦ. 5 Ps 16,6 Καὶ πρότερον γὰρ εἰσακουσθείς, φησίν, αὐτῷ καὶ νῦν εἰσακουσθῆναι δέομαι. προσευχόμενοι γάρ φησιν ὁ Παῦλος μετ' εὐχαριστίας· ἡ γὰρ τῶν προτέρων μνήμη χάριτας παρασκευάζει τὰς ἐφεξῆς.
6 Ps 16,10-12 Ἔργον καὶ σχῆμα τῶν ἐπιτιθεμένων αὐτῷ διηγεῖται, ἔργον μὲν
ἐπιβουλὴν φονικὴν καὶ ῥήματα κολακεστικὰ πρὸς ἐνέδραν, εἶναι δ' αὐτοὺς λιπαρωτάτους μὲν τὸ σῶμα στέατι περιπεφραγμένους, λοξὸν δὲ τοῖς ὀφθαλμοῖς ὑποβλέποντας λέοντι παραπλησίως ἐπὶ θήραν ὁρμῶντι καὶ λαθραίως ὑποκαθημένῳ. τοιοῦτος ἦν πρὸς τὸν ∆αυὶδ ὁ Σαούλ, λέγων μὲν αὐτὸν εὑρηκέναι χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ καὶ παρίστασθαι κελεύων καὶ παρεστάτην ἔχων, ὑφορώμενος δὲ καὶ ἐξ ἐνέδρας ἀποκτεῖναι ἐπιχειρῶν. 7 Ps 16,14c Παρεσκεύασται, φησίν, αὐτοῖς ἀπόκρυφος κόλασις ἥτις εἴσω τῆς ἐκείνων χωρήσει γαστρὸς κατὰ τὸ λεγόμενον ἐπὶ τοῦ Ἰουδὰ Εἰσέλθοι ἡ κατάρα ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ.
8A Ps 26,4 Πάλιν τὴν πρὸς θεὸν ἀγάπην διὰ τῆς πρὸς τὸν ἀφιερωμένον αὐτῷ
ναὸν ἀφορίζει. ὁ γὰρ τὸν θεὸν ἀγαπῶν τοῖς ἀφιερωμένοις αὐτῷ τόποις ἐπευφραίνεται, οὐκ εἰς τὴν τούτων θέαν ἀπολαύων τὸν πόθον (μικρὸν γὰρ τὸ χειροποιήτοις ἔργοις ἐπιτέρπεσθαι), ἀλλ' ὥσπερ τις καὶ ἱμάτιον τοῦ ποθουμένου καὶ βιβλίον ἀσμένως ὁρᾷ ὡς εἰς τὴν ἐκείνου μνήμην διὰ τούτων ἀνεγειρόμενος, οὕτως ὁ
1