1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

1

Homiliae

Τοῦ ἐν ἁγίοις πάτρος ἡμῶν Ἀστερίου ἐπισκόπου Ἀμασείας ὁμιλία ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου εἰς τὸν πλούσιον καὶ εἰς τὸν Λάζαρον

1.1.1 Οὐ τοῖς ἀποφατικοῖς καὶ δογματικοῖς μόνον θεσπίσμασιν ὁ Θεὸς ἡμῶν καὶ σωτὴρ παιδεύει τοὺς ἀνθρώπους, ὥστε μισεῖν κακίαν καὶ ἀγαπᾶν ἀρετήν, ἀλλὰ καὶ τοῖς ἐναργέσι τῶν ὑποδειγμάτων σαφῆ παραδίδωσι τὰ τῆς ἀγαθῆς πολιτείας μαθήματα, ἔργοις ὅμου καὶ λόγοις προσβιβάζων ἡμᾶς τῇ καταλήψει τῆς ἀγαθῆς καὶ φιλοθέου ζωῆς. 1.1.2 Οὕτω τοι καὶ νῦν πολλαχοῦ προειρηκὼς ἡμῖν διά τε προφητικῶν καὶ εὐαγγελικῶν στομάτων, οὐ μὴν ἀλλὰ καὶ διὰ οἰκείας φωνῆς, ἀποστρέφεσθαι μὲν τὸν ὑπερήφανον καὶ ὑψαύχενα πλοῦτον, ἀγαπᾶν δὲ γνώμην φιλάνθρωπον καὶ τὴν μετὰ δικαιοσύνης πενίαν, ἵνα τὴν τοῦ καλοῦ συμβουλὴν βεβαιοτέραν ἐργάσηται, τεκμηριοῖ τὸν λόγον πρακτικοῖς ὑποδείγμασι καὶ γράφει τῇ διηγήσει τὸν πλούσιον καὶ τὸν πένητα, 1.1.3 καὶ τοῦ μὲν τὴν φιλότιμον ἀπόλαυσιν, τοῦ δὲ τὴν τεθλιμμένην ζωὴν ὑποδείκνυσι καὶ τὸ τέλος ἀμφοτέρων τοῦ βίου εἰς ὅ τι κατέληξεν, ἵνα τοῖς ἀλλοτρίοις ἐπιτηδεύ μασι σκεψάμενοι τὴν ἀλήθειαν σώφρονες γενώμεθα τῶν ἰδίων κριταί. 1.2.1 Ἄνθρωπός τις ἦν πλούσιος καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον. ∆ιὰ δύο συντόμων ὀνομάτων ὁ λόγος σκώπτει καὶ κωμῳδεῖ τὴν πλαδῶσαν καὶ ἄμετρον τῶν κακῶς πλουτούντων διάχυσιν. Τῆς μὲν γὰρ πορφύρας τὸ χρῶμα πολυδάπανον καὶ περίεργον· τῆς δὲ βύσσου οὐκ ἀναγκαία ἡ χρῆσις. Τῶν δὲ τὴν εὐπολίτευτον ζωὴν αἱρουμένων καὶ ἀπερίεργον οἰκεῖον καὶ φίλον τὸ τῇ χρείᾳ τῶν ἀναγκαίων τὴν χρῆσιν μετρεῖν, φεύγειν δὲ τῆς ματαίου κενοδοξίας τὸν συρφετὸν καὶ τὴν πολύπλαδον διαγωγὴν ὡς κακίας μητέρα. 1.2.2 Καὶ ἵνα σαφέστερον αὐτοῦ τούτου τοῦ λεγομένου τὴν δύναμιν καταμάθωμεν, ἡ τῶν ἐνδυμάτων πρώτη διαγνωσθήτω χρῆσις, μέχρι πόσου καὶ τίνος παραληφθήσεται ὅροις καὶ κανόσι περιλαμβανομένη σώφροσιν. Τί τοίνυν ὁ τοῦ δικαίου νόμος φησίν; Πρόβατον ὁ Θεὸς ἔκτισεν εὔκομον τὴν δορὰν καὶ τοῖς μαλλοῖς εὐθηνούμενον· τοῦτο λαβὼν ἀπόκειρον καὶ δὸς ὑφαντικῇ τέχνῃ τὴν ὕλην, χιτῶνα σαυτῷ καὶ ἱμάτιον κατασκεύασον, ὅπως ἂν διαφεύγῃς χειμῶνος ταλαιπωρίαν καὶ τῆς ζεούσης ἀκτῖνος τὴν βλάβην. 1.2.3 Εἰ δέ σοι καὶ κουφοτέρας ἐσθῆτος χρεία κατὰ τὴν ὥραν τοῦ θέρους, ἔδωκεν ὁ Θεὸς τοῦ λίνου τὴν χρῆσιν εἰς πλατυτέραν ἀπόλαυσιν· καί σοι ῥᾷστον ἐκεῖθεν κτήσασθαι σκέπην εὐσχήμονα ἀμφιεννῦσαν ὁμοῦ καὶ ἀναψύχουσαν τῇ κουφότητι. Καὶ τούτων ἀπολαύων ὁμολόγει τῷ κτίστῃ τὴν χάριν ὑπὲρ ὧν οὐκ ἐποίησεν μόνον ἡμᾶς, ἀλλὰ καὶ τῆς πρὸς τὸ ζῆν ἀσφαλείας ἐφρόντισεν. 1.2.4 Ἂν δὲ καταλιμπάνων τὸ πρόβατον καὶ τὸ ἔριον καὶ τὴν ἀναγκαίαν τοῦ δημιουργοῦ τῶν ὅλων παρασκευὴν ταῖς ματαίαις ἐπινοίαις καὶ ταῖς ἐμπλήκτοις ἐπιθυμίαις ἐκδιαιτώμενος τὴν βύσσον ἐπιζητῇς καὶ συνάγῃς τὰ τῶν περσικῶν σκωλήκων νήματα, ἱστὸν δὲ ἀράχνης ἀνεμιαῖον ὑφαίνῃς, καὶ πρὸς τὸν ἀνθόβαφον ἐρχόμενος μισθοὺς τελῇς δαψιλεῖς, ἵνα τὸν κόχλον ἐκ θαλάσσης θηρεύσας τῷ αἵματι τοῦ ζῴου χρίσῃ τὸ ἔνδυμα, τοῦτο ὑπερμαζῶντος ἐστιν ἀνθρώπου παραχρωμένου τῇ κτήσει, οὐκ ἔχοντος ὅπου τὸ περιττεῦον ἐκχέῃ. Καὶ διὰ τοῦτο εἰκότως ὁ τοιοῦτος μαστίζεται παρὰ τοῦ εὐαγγελίου κατηγορούμενος ὡς βλὰξ καὶ θηλυδρίας, κόσμοις ἀθλίων κορασίων καλλωπιζόμενος. 1.3.1 Ἄλλοι πάλιν κατὰ τὴν γνώμην τῆς ὁμοίας ματαιότητος ἐρασταί· μᾶλλον δὲ πρὸς τὸ πλέον τὴν κακίαν ἀσκήσαντες οὐδὲ μέχρι τῶν εἰρημένων ἔστησαν τῆς μωρᾶς ἐπινοίας τοὺς ὅρους, ἀλλά τινα κενὴν ὑφαντικὴν ἐξευρόντες καὶ περίεργον, ἥτις τῇ πλοκῇ τοῦ στήμονος πρὸς τὴν κρόκην