1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

1

Adversus Eunomium

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑ∆ΟΚΙΑΣ ΑΝΑΤΡΕΠΤΙΚΟΣ ΤΟΥ ΑΠΟΛΟΓΗΤΙΚΟΥ ΤΟΥ

∆ΥΣΣΕΒΟΥΣ ΕΥΝΟΜΙΟΥ. ΛΟΓΟΣ Αʹ.

Εἰ μὲν ἐβούλοντο πάντες, ἐφ' οὓς τὸ ὄνομα τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπικέκληται, μηδὲν τῇ ἀληθείᾳ τοῦ Εὐαγγελίου παρεγχειρεῖν, 29.500 τῇ δὲ παραδόσει τῶν ἀποστόλων καὶ τῇ ἁπλότητι τῆς πίστεως ἐξαρκεῖσθαι, οὐδὲν ἂν ἡμῖν ἔδει λόγων ἐν τῷ παρόντι, ἀλλὰ καὶ νῦν ἂν πάντως ἣν ἐξ ἀρχῆς ἐτι μήσαμεν σιωπὴν ἠσπασάμεθα· ἐπειδὴ δὲ ὁ ἐχθρὸς τῆς ἀληθείας προσθήκαις ἀεὶ τὸ κακὸν πλεονάζων, πρὸς οἷς ἐξ ἀρχῆς ἐπέσπειρε ζιζανίοις τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, καὶ νῦν εὑρὼν ὅργανα πᾶσαν ἀθρόως αὐτοῦ τὴν τέχνην ὑποδεχόμενα, ἐν προσχήματι Χρι στιανισμοῦ τὴν ἄρνησιν τῆς θεότητος τοῦ Μονογενοῦς παρεισάγει, τῇ ἔξωθεν ταύτῃ καὶ ματαίᾳ σοφίᾳ τὸ καθαρὸν καὶ ἁπλοῦν τῆς διδασκαλίας τοῦ θείου Πνεύ ματος συνταράσσων, καὶ ἐν πιθανολογίᾳ τοὺς ἀκεραιοτέρους παρακρουόμενος· ἀναγκαίως καὶ ἡμεῖς, διά τε τὴν ὑμετέραν τῶν ἐπιταξάντων ἀγάπην καὶ διὰ τὸ ἡμῶν αὐτῶν ἀσφαλὲς, ἐν τούτῳ τῆς ἀσθε νείας ὑπεριδόντες, καίτοι παντελῶς ἀγύμναστοι τοῦ τοιούτου εἴδους τῶν λόγων ὄντες, κατὰ τὸ ἐπιχορη γηθὲν ἡμῖν παρὰ τοῦ Κυρίου τῆς γνώσεως μέ τρον, τῇ τε ἀληθείᾳ συνίστασθαι, καὶ ἀπελέγχειν τὸ ψεῦδος ὑπεδεξάμεθα· ἡγούμενοι τριῶν ἀγαθῶν ἑνός γε πάντως μὴ ἁμαρτήσεσθαι· ἢ γὰρ τοῖς ἤδη προειλημμένοις ἀλεξητήριον τοῦ κακοῦ τὸν ἔλεγχον δώ σειν· ἢ φυλακὴν μετρίαν παρέξειν τοῖς ὑγιαίνουσιν· ἢ πάντως γε αὐτοὶ τῶν ἐπὶ τῷ προελέσθαι τοῖς ἀδελφοῖς ἡμῶν τὰ βέλτιστα μισθῶν ἐπιτεύξεσθαι. Ἔστι δὲ ὁ μὲν πρῶτος εἰπεῖν φανερῶς καὶ διδάξαι τολμήσας ἀνόμοιον εἶναι κατὰ τὴν οὐσίαν τὸν μονο γενῆ Υἱὸν τῷ Θεῷ καὶ Πατρὶ, ὅσα γε ἡμεῖς ἴσμεν, Ἀέτιος ὁ Σύρος, ὃν οὐκ ἐρῶ, ποδαποῖς τὸ ἐξ ἀρχῆς ἐντετραμμένος ἐπιτηδεύμασι, ταῖς Ἐκκλη σίαις τοῦ Θεοῦ προϊὼν εἰσεφθάρη, ἵνα μὴ δόξω λοι δορεῖν, τῶν ἐλέγχων ἀφέμενος· ὁ δὲ ἐκδεξάμενος τὴν ἀσέβειαν καὶ τελειώσας αὐτὴν Εὐνόμιος οὗτος ὁ Γα λάτης, ὃς, ἐκ τῶν αἰσχίστων ἑαυτῷ τὴν περι φάνειαν κτώμενος (Ἡ γὰρ δόξα, φησὶν, ἐν τῇ αἰσχύνῃ αὐτῶν), τὴν ἐκ τοῦ γράψαι ἃ μηδεὶς ἄλ 29.501 λος τετόλμηκε πώποτε φιλοτιμίαν τῶν ἀποκειμένων τοῖς εὐσεβέσιν ἀγαθῶν προτιμήσας, ὑπ' ὀδόντα τέως λαλουμένην τὴν βλασφημίαν ἐπήρθη δημοσιεῦ σαι τῷ λαμπρῷ τούτῳ συντάγματι, ἀρχηγὸς καὶ πρω τοστάτης ὅλης αἱρέσεως ἀναῤῥηθῆναι φιλοτιμούμε νος. Ὅνπερ οὖν καὶ εὐθύνειν πρόκειται ἡμῖν ἐν τῷ παρόντι. Ἑνὸς δὲ κακοῦ ἐν ἀμφοτέροις ὑπάρχον τος, δῆλον, ὡς ἐν τῷ μαθητῇ τῷ κατηρτισμένῳ καὶ ὁ διδάσκαλος συναπελεγχθήσεται, ὁ τὰ σπέρματα τῆς ἀσεβείας καταβαλόμενος· εἴπερ δὴ ὑπάρξειεν ἡμῖν διὰ τῶν προσευχῶν ὑμῶν τοσαύτην λαβεῖν τοῦ λόγου δύναμιν, ὥστε κατὰ τὸν ζηλωτὴν Φινεὲς τῇ μιᾷ πληγῇ τοῦ ἐλέγχου ἀμφοτέρων ὁμοῦ καθικέσθαι τῶν κατὰ τὴν εὐσέβειαν συμπεπλεγμένων ἀλλήλοις. Πολλὰ τοίνυν ἔχων αὐτὸν ἐν τούτῳ δεικνύναι τῷ λό γῳ ψεύστην, ἀμαθῆ, ὑβριστὴν, εἴρωνα, βλάσφημον, τῶν μὲν ἄλλων τὴν μνήμην ἐν παρέργῳ θήσομαι, τὴν δὲ βλασφημίαν, ἣν εἰς τὸ ὕψος τῆς δόξης τοῦ Μονογενοῦς ἐλάλησε, τῶν ἐκ τῆς τέχνης προκαλυμ μάτων ἀπογυμνώσας, ἐμφανῆ πᾶσι καταστῆσαι πει ράσομαι. Ἤδη δὲ βαδιοῦμαι πρὸς τοὺς ἐλέγχους, ἐξ αὐ τῆς τῆς ἐπιγραφῆς τὴν ἀρχὴν ποιησάμενος. Πρῶτον μὲν γὰρ αὐτῷ πάντων κακούργημα τὸ σχῆμα τοῦτο τῶν λόγων ἐπινενόηται, ἐν ἀπολογίας εἴδει τὴν δι δασκαλίαν συνθέντι, ἵνα μὴ δόξῃ προηγουμένως ποιεῖσθαι τῶν δογμάτων τῆς