1
Enarratio in prophetam Isaiam
ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΗΣΑΙΑΝ
ΠΡΟΟΙΜΙΟΝ
p.1 Εὔξασθε μὴ γενέσθαι τὴν φυγὴν ὑμῶν χειμῶνος ἢ σαββάτου. Σημειωτέον οὖν ὅτι χειμῶνα, ἢ σάββατον ψεκτὸν οὐκ ἐποίησεν ὁ Θεός· γέγραπται γάρ· Θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. Ἐν χειμῶνι δέ ἐσμεν, ὅταν τὰ πάθη τῆς σαρκὸς δυναστεύῃ ἐν ἡμῖν. Οὕτω τοίνυν νοητέον τὸ εὐαγγε λικὸν ῥητὸν, μὴ γενέσθαι ἡμῶν τὴν φυγὴν, ὅταν τὰ χείρονα ἐν ἡμῖν κρατῇ, ἢ ὅταν ἀργίᾳ τὴν ζωὴν ἡμῶν παραπέμπω μεν. Τοῦτο γὰρ ὑποβάλλει νοεῖν διὰ τοῦ σαββάτου, ἵνα τύ χωμεν τῆς εὐλογίας ἐκείνης· Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντα. Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις. Τάχα διὰ τὸ φρονίμως καὶ συνετῶς ἀπο ξύεσθαι τὸ γῆρας· καὶ γὰρ ἐπειδὰν ἀποδύεσθαι δέῃ τὴν λε βηρίδα, στενῷ τόπῳ καὶ ἀκριβῶς προσφίγγοντι αὐτοῦ τὸ σῶμα ἐπιδοὺς ἑαυτὸν, οὕτω διείρων ἑαυτὸν, ἀποδύεται τὸ γῆρας. Τάχα οὖν καὶ ἡμᾶς βούλεται ὁ λόγος διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ πορευομένους ἀποδύεσθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύσασθαι δὲ τὸν νέον, ὥστε καὶ ἡμῶν αὐτῶν ἀνακαινισθῆναι, ὡς ἀετοῦ, τὴν νεότητα. Μέγα μὲν καὶ πρῶτον χάρισμα (καὶ ψυχῆς ἄκρως κε καθαρμένης δεόμενον) χωρῆσαι τὴν θείαν ἐπίπνοιαν πρὸς τὸ προφητεύειν τὰ τοῦ Θεοῦ. ∆εύτερον δὲ μετ' ἐκεῖνο, καὶ οὐδὲ αὐτὸ μικρᾶς οὐδὲ τῆς τυχούσης ἐπιμελείας δεόμενον, τὸ κατακούειν τοῦ βουλήματος τῶν λεγομένων ὑπὸ τοῦ Πνεύ ματος, καὶ μὴ παραστοχάζεσθαι τῆς διανοίας τῶν λεγο μένων, ἀλλ' εὐθυβόλως ἐπ' αὐτὴν ὁδηγεῖσθαι ὑπὸ τοῦ οἰκο νομήσαντος Πνεύματος γραφῆναι τὴν προφητείαν, ὁδη γοῦντος καὶ τὴν διάνοιαν τῶν ὑποδεξαμένων τὸ τῆς γνώσεως χάρισμα. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἐπέφερε, λέγων· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω. Καὶ ὁ Προφήτης δὲ ὁ Ἰωήλ· Τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; Καὶ ὁ Ἀπόστολος, ἐν τῷ περὶ χαρισμάτων τόπῳ, τὸ μέν τι χά ρισμα προφητείαν φησὶ, τὸ δὲ διάκρισιν πνευμάτων. Ὁ μὲν γὰρ παρέχων ἑαυτὸν ἄξιον ὄργανον τῇ ἐνεργείᾳ τοῦ Πνεύ ματος, Προφήτης ἐστίν· ὁ δὲ τὴν δύναμιν τῶν ἀπαγγελλο μένων συνετῶς ἐκδεχόμενος, τὸ χάρισμα ἔχει τῆς διακρί σεως τῶν πνευμάτων. ∆ιὸ καὶ Κορινθίοις διατάσσων· Προ φῆται δὲ (φησὶ) δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρι νέτωσαν. p.2 Καὶ οὕτω μέγα, ὅτι ἐν ἀπειλῇ κεῖται, ἀφελεῖν Κύ ριον ἀπὸ τῆς Ἰουδαίας Προφήτην καὶ στοχαστὴν καὶ θαυμαστὸν Σύμβουλον καὶ συνετὸν ἀκροατήν. Ἡμᾶς δὲ εὔχεσθαι χρὴ λαβεῖν τὸ τῆς σοφίας καὶ τὸ τῆς γνώσεως, καὶ τὸ τῆς διδασκαλίας χάρισμα, ὥστε πάντα ὁμοῦ συνδρα μόντα τῷ ἡγεμονικῷ ἡμῶν ἐντυπῶσαι τὴν πάσης τῆς προ φητευομένης ἀληθείας μόρφωσιν. Ἔστι δὲ τοῦ μὲν λόγου τῆς γνώσεως χρεία πρὸς τὸ θεωρεῖν τοῦ Πνεύματος τὰ ἀπόῤῥητα· τοῦ δὲ λόγου τῆς σοφίας, πρὸς τὸ κατασκευάσαι καὶ ἐξεργάσασθαι τὰ συνεστραμμένως ἐν βραχυλογίαις ἐκδεδομένα· ἴδιον γὰρ τῆς σοφίας τὸ ἐκτείνειν λόγους. Ἐξέτεινα γὰρ (φησὶ) λόγους, καὶ οὐ προσείχετε. Ἔπειτα τὸ τῆς διδασκαλίας χάρισμα εἰς οἰκοδομὴν τῶν ἀκουόντων. Χρὴ τοίνυν τῇ ψυχῇ τοῦ μέλλοντος προφητεύειν τὴν ἐπιτηδειότητα προϋποκεῖσθαι ἐκ τοῦ ἐφ' ἡμῖν κινήματος, ἵνα ὁ ἐν τοῖς ὅλοις λόγος τὰς ἁρμονιωτέρας ψυχὰς ἐκλεγό μενος, ἐν αἷς οὐδὲ μικρόν τι κίνημα τοῦ παθητικοῦ τῆς ψυχῆς ἀσύμφωνόν ἐστι πρὸς τὸν λόγον κατὰ τὴν ἀναλογίαν τῆς ἐνυπαρχούσης εὐαρμοστίας, τὴν ἐκ τοῦ θείου Πνεύ ματος ἐνέργειαν ἐπαγάγῃ. Οὐ μόνον δὲ ἡ τῶν παθῶν κα ταστολὴ ἀναγκαία εἰς τὸν εὐτρεπισμὸν τῆς ὑποδοχῆς τοῦ Πνεύματος,