1

 2

 3

 4

 5

 6

1

Epistulae tres

Γρηγορίῳ ἑταίρῳ.

Ἐπέγνων σου τὴν ἐπιστολήν, ὥσπερ οἳ τοὺς τῶν φίλων παῖδας ἐκ τῆς ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος πρὸς τοὺς τεκόντας ἐπιγινώσκουσιν. τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθ' ἡμῶν βίον, πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθοις καὶ τῆς διαγωγῆς, σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς τῆς πάντα τὰ τῇδε μηδὲν τιθεμένης πρὸς τὴν ἐν ἐπαγγελίαις ἡμῖν ἀποκειμένην μακαριότητα. ἐγὼ δὲ ἃ μὲν ποιῶ αὐτὸς ἐπὶ τῆς ἐσχατιᾶς ταύτης, νυκτὸς καὶ ἡμέρας, γράφειν αἰσχύνομαι. κατέλιπον μὲν γὰρ τὰς ἐν ἄστει διατριβὰς ὡς μυρίων κακῶν ἀφορμάς, ἐμαυτὸν δὲ οὔπω ἀπολιπεῖν ἠδυνήθην. ἀλλ' ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπολλυμένοις καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχε ραίνουσιν ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον ἢ τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι καὶ ἀποροῦνται· συμμετ έρχεται γὰρ αὐτοῖς ἡ ἀηδία καὶ ἡ χολή. τοιοῦτον οὖν τι καὶ τὸ ἡμέτερον. τὰ γὰρ ἔνοικα πάθη συμπεριφέροντες πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν, ὥστε οὐδὲν μέγα τῆς ἐρημίας ἀπωνάμεθα ταύτης. ἃ μέντοι ποιεῖν ἔδει καὶ ὅθεν ὑπῆρξεν ἂν ἡμῖν τῶν ἰχνῶν ἔχεσθαι τοῦ πρὸς σωτηρίαν καθηγησαμένου-εἴ τις γάρ, φησί, θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι-ταῦτά ἐστιν. Ἐν ἡσυχίᾳ τὸν νοῦν ἔχειν πειρᾶσθαι προσήκει. ὡς γὰρ ὀφθαλμὸν περιαγόμενον συνεχῶς, καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια περιφερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρωμένῳ, εἰ μέλλοι ἐναργῆ ποιεῖσθαι τὴν θέαν· οὕτω καὶ νοῦν ἀνθρώπου ὑπὸ μυρίων τῶν κατὰ τὸν κόσμον φροντίδων περιελκόμενον ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ. ἀλλὰ τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου κατεζευγμένον λυσσώδεις ἐπιθυμίαι καὶ ὁρμαὶ δυσκάθεκτοι καὶ ἔρωτές τινες δυσέρωτες ἐκταράσσουσι· τὸν δὲ ἤδη συγκαθειργμένον ὁμοζύγῳ ἕτερος θόρυβος τῶν φροντίδων ἐκδέχεται· ἐν ἀπαιδίᾳ, παίδων ἐπιθυμία, ἐν τῇ κτήσει τῶν παίδων, παιδοτροφίας μέριμνα· γυναικὸς φυλακή, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοί, αἱ ἐν τοῖς δικαστηρίοις συμπλοκαί, τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις. πᾶσα ἡμέρα ἰδίαν ἥκει φέρουσα τῆς ψυχῆς ἐπισκότησιν. αἱ νύκτες, τὰς μεθημε ρινὰς φροντίδας παραλαμβάνουσαι, ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν. Τούτων δὲ μία φυγή, ὁ χωρισμὸς ἀπὸ τοῦ κόσμου παντός. κόσμου δὲ ἀναχώρησις, οὐ τὸ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀπορρῆξαι καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας τυπώσεις. ἑτοιμασία δὲ καρδίας ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγ μάτων. οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατόν, μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας· οὔτε ψυχῇ δόγματα θεῖα παραθέσθαι, μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. πρὸς δὴ τοῦτο μέγιστον ὄφελος ἡμῖν ἡ ἐρημία παρέχεται, κατευνάζουσα ἡμῶν τὰ πάθη καὶ σχολὴν διδοῦσα τῷ λόγῳ παντελῶς αὐτὰ τῆς ψυχῆς ἐκτεμεῖν. ὡς γὰρ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι καὶ ὀργαὶ καὶ φόβοι καὶ λύπαι, τὰ ἰοβόλα τῆς ψυχῆς κακά,