1
Epitimia in canonicas
ΕΠΙΤΙΜΙΑ ΕΙΣ ΤΑΣ ΚΑΝΟΝΙΚΑΣ.
αʹ Ἡ ὀμόσασα τὸν τυχόντα ὅρκον ἀφοριζέσθω ἑβδο μάδας δύο. βʹ Ἡ βλασφημήσασά τινα τῶν πρεσβυτίδων τῶν πεπιστευμένων διατυποῦν τὰ ἐν τῷ ἀσκητηρίῳ ἀφοριζέσθω ἑβδομάδα μίαν. γʹ Ἡ κατὰ ἀπούσης ἀδελφῆς κρυφῆ λέγουσά τι σκο πῷ τοῦ διαβάλλειν αὐτὴν, ἀφοριζέσθω ἑβδομάδα μίαν. δʹ Ἡ ὑβρίσασά τινα ὕβριν τὴν τυχοῦσαν ἀφοριζέσθω ἑβδομάδα μίαν. εʹ Ἥτις εὑρίσκεται ψιθυρίζουσα ἄλλη ἐκτὸς τῶν πρεσβυτίδων τῶν πεπιστευμένων διακονεῖν, ἀφορι ζέσθω ἑβδομάδα μίαν 31.1316 ϛʹ Ἥτις χωρὶς ἀναγκαίας χρείας ἄκαιρον ὁμιλίαν προβαλλομένη ἀργολογεῖ, ἀφοριζέσθω ἑβδομάδα μίαν. ζʹ Ἥτις εὐτράπελα φθέγγεται, ἢ γέλωτα ἀπρεπῆ, ἀφοριζέσθω ἑβδομάδα μίαν. ηʹ Ἥτις ἐν τῷ ἔργῳ τῆς διακονίας οὖσα, καὶ ἀναγ καίαν χρείαν ἔχουσα, ὁμιλήσει τῇ πλησίον ἢ μετὰ κραυγῆς ἢ θρασυλογίας, ἀφοριζέσθω ἑβδομάδα μίαν. θʹ Ἥτις ἀντέχεται τῆς ἐπικαταγινωσκομένης ἐπὶ πταίσματι παρὰ τῶν μετὰ δοκιμασίας οἰκο νομεῖν καὶ διατυποῦν πεπιστευμένων, συναφορι ζέσθω ἐκείνῃ ᾗ ἀντέχεται ἑβδομάδας δύο. ιʹ Ἥτις τινὶ τῶν ἔξωθεν ἐπεισερχομένων ὁμιλήσει, πρὶν ἐπιτραπῇ παρὰ τῆς τὴν φροντίδα ἐμπεπι στευμένης ἐν πάσῃ ἐξουσίᾳ εὐταξίας, ἀφοριζέσθω ἑβδομάδα μίαν. ιαʹ Ἥτις εὑρίσκοιτο γογγύζουσα ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν, ἢ ἐν τῷ καμάτῳ τῶν ἔργων, ἀφοριζέσθω ἑβδομάδα μίαν. ιβʹ Ἡ ἀντιπίπτουσα τῷ προστάγματι τῶν πεπι στευμένων τὴν φροντίδα ἀφοριζέσθω ἑβδομάδα μίαν. ιγʹ Ἡ καταφρονητικῶς, μετὰ δῆθεν ἡσυχίας μὴ πλη ροῦσα τὸ ἐπίταγμα ἀφοριζέσθω ἑβδομάδα μίαν. ιδʹ Ἡ θέλουσα καλλωπίζεσθαι, μετὰ μίαν καὶ δευτέ ραν νουθεσίαν, ἐπὶ τοῦ προεστῶτος ἐλεγχέσθαι. ιεʹ Ἡ ἄνευ γνώμης τῶν πεπιστευμένων τὴν φροντίδα εἰς μητέρα ἢ εἰς ἀδελφὴν ἀπελθοῦσα, ἀφοριζέσθω ἑβδομάδα μίαν. ι ϛʹ Ἡ ἐννεύσασα ὀφθαλμοὺς σχήματι πονηρῷ λυποῦσα τῇ πλησίον, ἀφοριζέσθω ἑβδομάδα μίαν. ιζʹ Ἡ μετὰ τὴν ἀπόλυσιν τῶν συνάξεων ὁμιλοῦσά τινι τῶν ἔξω γυναικῶν ἀφοριζέσθω ἑβδομάδας δύο. ιηʹ Ἡ ἀπ' ἔργου εἰς ἕτερον ἔργον μεταβαίνουσα χωρὶς ἐπιταγῆς τῶν ἐχόντων τὴν φροντίδα ἀφοριζέσθω ἑβδομάδα μίαν. ιθʹ Ἥτις τὸ ἐπιτίμιον ἀποβάλλοιεν (sic), ἢ ἀντιλέγει, ἢ γογγύζει, μὴ γνωρίζουσα τὸ ἑαυτῆς ὄφελος ἐν τῇ διορθώσει, ἀφοριζέσθω ἑβδομάδας δύο.