1

 2

 3

1

Homilia de misericordia et judicio

ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΕΛΕΟΥΣ ΚΑΙ ΚΡΙΣΕΩΣ. Πάτερ, εὐλόγησον. Ὁ μὲν ἐπιλανθανόμενος τοῦ Θεοῦ κόσμος, ἀδελ φοὶ, ἀδικίᾳ τῇ πρὸς τὸν πλησίον, καὶ ἀπαν θρωπίᾳ τῇ πρὸς τοὺς ἀδυνάτους κρατεῖται, καθά περ ὁ θεῖος Ἀπόστολος λέγει, ὅτι Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, 31.1708 παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γο νεῦσιν ἀπειθεῖς, ἀσυνέτους, ἀστόργους, ἀνελεήμονας· οὓς δὲ εἰς θεοσέβειαν ἐπανάγει Θεὸς, διδάσκει καὶ τὴν τῶν κακῶν ἀποχὴν καὶ τὴν τοῦ ἐλέους πρὸς τὸν πλησίον ἐπιμέ λειαν· ὥσπερ ὁ προφήτης ἐδίδαξεν Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ λέγων· Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν. Καὶ εἶχεν ὁ νόμος πολλὰ μὲν προστάγματα περὶ τοῦ μὴ βλά πτειν τὸν πλησίον, ἐντολὰς δὲ καὶ περὶ τοῦ φιλ ανθρωπεύεσθαι καὶ ἐλεεῖν. Εἰ γάρ τις τὸ ἕτερον τούτων καταλίποι, θάτερον οὐχ ἱκανὸν εἰς διόρθω σιν ἀνθρώπου. Οὔτε γὰρ ἐξ ἀδίκων κερδῶν εὐεργεσία πρὸς τὸν δεόμενον δεκτὴ παρὰ τῷ Θεῷ, οὔτε ὁ τῶν ἀδικιῶν ἀπεχόμενος ἐπαινετὸς, εἰ μηδενὶ μεταδοίη τῶν ἑαυτοῦ. Περὶ μὲν γὰρ τῶν ἀδικούντων καὶ δῶρα Θεῷ προσφέρειν ἐπιχειρούντων γέγραπται· Θυσία ἀσεβῶν βδέλυγμα Κυρίῳ· περὶ δὲ τῶν μὴ ἐλεούντων· Ὁ φράσσων τὰ ὦτα αὐτοῦ τοῦ μὴ εἰσακοῦσαι πένητος, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ἐπακούων. ∆ιὰ τοῦτο ἡ Παροιμία συμ βουλεύει· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πό νων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιο σύνης. Εἰ γὰρ ἐξ ἀδικίας καὶ ἁρπαγῆς μέλλεις προσφέρειν τῷ Θεῷ, κάλλιον μήτε κτήσασθαι τὴν τοιαύτην κτῆσιν, μήτε προσφέρειν ἐξ αὐτῆς. Καθα ρὸν γὰρ δῶρον ἀνοίσει τὴν εὐχὴν, ὡς γέγραπται· Εὐχαὶ κατευθυνόντων δεκταὶ παρ' αὐτῷ. Καὶ πά λιν, εἰ κτώμενος ἐκ δικαίων πόνων μὴ προσφέρεις Θεῷ προσφορὰς, ἀφ' ὧν τρέφονται πένητες, ἁρπαγὴ λογισθήσεταί σοι καθά φησι διὰ τοῦ προφήτου Μα λαχίου, ὅτι Αἱ ἀπαρχαὶ καὶ τὰ ἐπιδέκατα μεθ' ὑμῶν εἰσι, καὶ ἔσται ἡ διαρπαγὴ ἐν τοῖς οἴκοις ὑμῶν. ∆εῖ τοίνυν, ἔλεον καὶ κρίσιν συγκεράσαντας ὑμᾶς, κτᾶσθαι μὲν μετὰ κρίσεως, ἀναλίσκειν δὲ εἰς ἔλεον, κατὰ τὸ γεγραμμένον· Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς Θεόν σου διαπαντός. Ἐλεημοσύνην γὰρ καὶ κρίσιν ἀγαπᾷ ὁ Θεός. ∆ιόπερ ἐγγίζει πρὸς Θεὸν ὁ τοῦ ἐλέους καὶ τῆς κρίσεως προνοούμενος. Λοιπὸν ἐνταῦθα ἐξεταζέτω τις ἑαυ τὸν, καὶ σκοπείτω τοὺς ἰδίους πόρους ὁ πλού σιος, ἐξ ὧν ἀναφέρειν δῶρα μέλλει Θεῷ· μὴ τὸν πέ νητα κατεδυνάστευσε, μὴ τὸν ἀσθενέστερον ἐβιάσατο, 31.1709 μὴ τὸν ὑποκείμενον αὐτῷ πεπλεονέκτηκεν, ἐξουσίᾳ χρώμενος ἀντὶ δικαιοσύνης. Τὸ δίκαιον γὰρ καὶ τὴν ἰσό τητα κελευόμεθα φυλάττειν καὶ πρὸς τοὺς δούλους. Μὴ γὰρ, ὅτι κρατεῖς, βιάζου, μηδὲ, ὅτι δύνασαι, πλεονέκτει· ἀλλ' ὅτι πάρεστί σοι τὰ τῆς ἐξουσίας, δεῖξον τὰ τῆς δι καιοσύνης. Οὐ γὰρ ἐν ᾧ μὴ δύνασαι, παρέξεις τὴν ἀπόδειξιν τῆς πρὸς τὸν Θεὸν ὑπακοῆς καὶ τοῦ φόβου, ἀλλ' ἐν ᾧ παραβῆναι δυνάμενος, οὐ παραβαίνεις. Εἰ δὲ, ἀφελόμενος τὰ τῶν πενήτων, πένησι δίδως, κάλλιον ἦσθα μήτε ἁρπάζων, μήτε διδούς. Τί μολύνεις τὸν σαυτοῦ πλοῦτον, ἐπεισάγων αὐτῷ τὰ μὴ δίκαια κέρδη; Τί βδελυκτὴν ποιεῖς τὴν σαυτοῦ προσφορὰν ἐξ ἀδικίας, προσφέρειν ἐπιχειρῶν, ἐν ᾧ μέλλεις ἕτερον πτωχὸν ἐλεεῖν; Ἐκεῖνον ἐλέησον, ὃν ἀδικεῖς.