1

 2

 3

 4

 5

1

Homilia de paenitentia

ΟΜΙΛΙΑ ΠΕΡΙ ΜΕΤΑΝΟΙΑΣ. Τῶν τὴν μετάνοιαν ἀναιρεῖν τολμώντων τὴν ἀλαζονείαν μὴ ἐνεγκὼν ὁ τιμιώτατος ἀδελφὸς, δεύ τερον ἡμῖν ἐπίταγμα προσέταξε, τοῦτο τὸ ὑπερήφα νον βλέπων, σώφρονα δὲ τοῖς ἀδελφοῖς δεξιὰν ὀρέξων εἰς μετάνοιαν. Χρησιμώτατος δὲ ὁ λόγος ἀνθρώποις ἐστίν. Ἀνθρώπων γὰρ οὐδεὶς ἀναμάρτητος. Ἑνὶ γὰρ μαρτυρεῖται, ὅτι ἁμαρτίαν οὐκ ἐποίησε. Λέξομεν οὖν περὶ μετανοίας ἐκ Παλαιᾶς τε καὶ Καινῆς. Οὗτοι γὰρ τῆς Ἐκκλησίας θησαυροί. Συνιστῶμεν δὲ μετά νοιαν, οὐχ ἁμαρτίαν ἀδελφοῦ προτρεπόμενοι (οὐ γὰρ ἐπ' ἐλπίδι μετανοίας βουλόμεθα ἐφ' ἁμαρτίας ἰέναι τὸν ἁμαρτήσαντα), ἀλλ' ἀναστῆσαι τὸν πεσόντα σπεύ δοντες. Ἡ γὰρ παρὰ τῶν ἐναντίων εἰσαγομένη ἀνελ πιστία τὸν ἅπαξ πεσόντα συνειλεῖσθαι τοῖς ἁμαρτή μασι προτρέπεται· ἡ δὲ προσδοκία τῆς μετανοίας τὸν πεσόντα ἀναστῆναι καὶ μηκέτι ἁμαρτάνειν προτρέ πεται. Τίνες δέ ἐσμεν τῷ Θεῷ νομοθετοῦντες; Βού λεται ὁ Θεὸς ἀφιέναι· καὶ τίς ὁ κωλύων; Ὅτι ἡμεῖς λέγομεν οὐ τί ἐκεῖνοι τολμῶσιν, ἀλλὰ τί ὁ Θεὸς προστάσσει. «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται;» Ἀντι φθέγγονται τῷ Θεῷ. Ὁ πίπτων οὐκ ἀνίσταται. Οὐκ ἔπεισέ σε ψιλῷ ῥήματι, πείσει σε δι' ὑποδείγματος ἐναργοῦς. Τί γὰρ οὕτως ἄπλυτον ὡς κόκκινον; τί δὲ λευκὸν παρ' ἡμῖν ὡς χιὼν, ἢ ὡς ἔριον καθαρόν; Φη σὶν ὁ ταῦτα πλάσας, ὅτι Ἐὰν γένωνται αἱ ἁμαρτίαι ὑμῶν ὡς τὰ ἄπλυτα χρώματα, εἰ λούσοισθε, μεταπί πτει εἰς καθαρότητα χιόνος. Ἀλλ' οὐ μετὰ τὸ βάπτι σμά ἐστιν αὕτη ἡ ἄφεσις. Εἶπε γὰρ, φησὶ, «Λούσα σθε, καθαροὶ γίνεσθε.» Τοῦτο δὲ μάλιστα, παρ' ἡμῶν εἰ ᾐτήσασθε, ἠδυνάμεθα ἀπὸ Γραφῆς δεῖξαι, ὅτι με τὰ τὸ βάπτισμά ἐστι συγχώρησις. Οὐ γὰρ τὰ εὔκολα δεῖ ἐκλεγομένους ἀντιλέγειν, ἀλλὰ πρὸς αὐτὰ τὰ δο κοῦντα ἰσχυρὰ ἐν τῷ ἐναντίῳ λόγῳ διανίστασθαι. Ἐφ' ὅσον γὰρ τὰ ἀντιπίπτοντα οὐκ αἴρεται ἀπὸ τῆς ψυ χῆς, ἀνίατός ἐστιν ὁ κάμνων.

Ἀλλ' ἐπειδὴ οὐκ ἔχει χώραν γλυκαίνεσθαι τὰ ἁλμυρὰ, λέγομεν δὲ καὶ ἡμεῖς νῦν ἀπὸ Παλαιᾶς· εἴ πωμεν τί ἀντιλέγουσι πρὸς τὰ ἐκ τῆς Παλαιᾶς λεγό μενα. Λέγουσι γὰρ, ὅτι πρὸ τοῦ πάθους Σωτῆρος, πρὸ τοῦ τὸ αἷμα τὸ ἅγιον ὑπὲρ ἡμῶν ἐκχυθῆναι, ἐὰν ἀπὸ τῆς Παλαιᾶς ἀναγνῶτε ἡμῖν περὶ μετανοίας, λέγο μεν, ὅτι ἐν τῇ Παλαιᾷ συγκεχώρηται· ἐν δὲ τῇ Και νῇ διὰ τὸ πάθος οὐκ ἔσται συγχώρησις. Ἐὰν δὲ ἀπὸ τῆς Καινῆς δείξωμεν, ὅτι καὶ μετὰ τὸ βάπτισμα καὶ μετάληψιν τοῦ Πνεύματος ἁμαρτήσας τις ἀνακαλεῖ ται διὰ μετανοίας τὸ χάρισμα, δῆλον, ὅτι ἔστι μετά 31.1477 νοια τοῖς παραπεσοῦσι καὶ μετὰ τὸ βάπτισμα· καὶ τὰ ἐν τῇ Παλαιᾷ ἔσται ὑπὲρ τῆς μετανοίας κύρια. Ὡς προσέχουσι δὲ λέγω· ὅθεν καὶ βαρυτέρων ἅπτομαι, ἵνα, εὐέλπιδες γενόμενοι, μὴ ἅπαξ πεσόντες ἐπιμέ νωμεν τῷ πτώματι. Οὐκ ἐπείσθης αὐτῷ δι' ὑποδεί γματος παριστῶντι, ὅρκῳ πείσθητι τοῦ Θεοῦ. Λέγει ὁ Θεός· «Ζῶ ἐγὼ, λέγει Κύριος.» Τοῦτο δὲ ὅρκος Θεῷ πρέπων. Ἐπειδὴ γὰρ οὐκ εἶχε μείζονα ἑαυτοῦ, ὄμνυσι δὲ διὰ τὴν ἀπιστίαν τῶν τὴν μετάνοιαν ἀναι ρούντων, «Ζῶ ἐγὼ, λέγει Κύριος,» [καὶ οὐδεὶς φο βείτω,] ὅτι «οὐ θέλω τὸν θάνατον τὸν τοῦ ἁμαρτω λοῦ, ἀλλ' ἢ ἐπιστρέψαι αὐτὸν καὶ ζῇν.» Ὁ ζῶν, ζῆ σαι θέλει. Οὐδὲ ὅτε ὄμνυσι Θεὸς ἀξιόπιστος; Οὔτε λό γῳ, οὔτε ὑποδείγματι, οὔτε ὅρκῳ πείθῃ; Ἔργοις πείσθητι. Οὐ κατεστράφη Νινευΐ· μετενόησε γάρ. Ἡ ἀγανάκτησις τοῦ προφήτου, ὅτι οὐ κατεστράφη· ἀνε φύη κολόκυνθα. Ἀπολογεῖταί σοι, ἵνα μνησθῇς, ὅτι ἔστιν ἀγαθός. ∆έδοικα δὲ μὴ ἀκούσῃς παρ' αὐτοῦ· «Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;» Τίς ἀσεβέστερος ἀναγέγραπται τοῦ Ἀχαάβ; Ὡς ἀναγινώσκουσι λέγω. Ἥρπασε πρὸς ταῖς ἄλλαις ἁρπαγαῖς ἀμπελῶνα, φονεύσας τὸν δεσπότην· κατῆλθε κληρονομῆσαι·