1
Homilia de virginitate
ΟΜΙΛΙΑ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ.
1.1 Ἕκαστος ἡμῶν τὸ αὐτεξούσιον λαβὼν παρὰ τοῦ θεοῦ, ὡς ὁ ἅγιος Παῦλός φησιν ἐν τῇ πρώτῃ πρὸς Κορινθίους, ἐξουσίαν ἔχει ἕκα στος τοῦ ἰδίου θελήματος. 1.2 Καὶ ὃς μὲν κέκρικε τῇ ἑαυ τοῦ καρδίᾳ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποι ήσει, ὥστε καὶ ὁ γαμίζων, φησί, καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων, φησί, κρεῖσσον ποιεῖ. 1.3 Καὶ ἵνα λαμπρότερον εἴπω, ταῦτα γάρ με ἐκίνησαν, τὸ καλὸν καὶ τὸ κρεῖσσον διηγήσασθαι οὐκ ὀκνήσω, μάλιστα τοῖς τῷ ἐπουρανίῳ καὶ πνευματικῷ ἔρωτι πρὸς θεὸν πτερουμένοις. 1.4 Καλὸν γὰρ ὁ σεμνὸς γάμος, ὡς ἀπὸ θεοῦ ἁρμοζόμενος· κρεῖσσον δὲ ἡ ἄχραντος παρθενία διὰ τὸ τοῦ καλοῦ κρεῖττον, οὐδ' ἕτερον δὲ ἑτέρου ἀλλότριον. 1.5 Ὥσπερ γὰρ ἐκ τῶν 1.5 φυτῶν οἱ καρποὶ εὑρίσκονται. ἀλλ' ὅμως ὁ γλυκὺς καρπὸς τὴν ἀξίνην ἀποστρέφει· ἡ δὲ ἀξίνη, φησὶν ὁ σωτὴρ ἡμῶν, πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. 1.6 Πᾶν οὖν δένδρον, μὴ ποιοῦν καρπὸν καλόν, ἐκκόπτεται. 1.7 Παράβασιν γὰρ κατηγορεῖ ὁ Παῦλος τῆς γυναικὸς κατὰ τὴν πρωτό πλαστον Ἔυαν, σωτηρίαν δὲ ἔσεσθαι ἐπαγγέλλεται διὰ τῆς τεκνογονίας. 1.8 Ἀλλ' οὐκ ἀσαφὲς κατέλιπε τὸ ῥῆμα· ἐὰν γάρ, φησί, μείνωσιν ἐν πίστει καὶ ἀληθείᾳ καὶ ἀγάπῃ καὶ ἁγιασμῷ καὶ σωφροσύνῃ. 1.9 Ἔνθεν οὖν ἤδη φανερὸν ὡς ἐὰν μὲν μείνωσιν· ἐὰν δὲ μὴ μείνωσιν, ἐν ἐγκλήματι παραβατικῷ ἔσονται ὑπεύθυνοι.
2.10 Πειθέτω δὲ πατὴρ υἱὸν καὶ μήτηρ θυγατέρα ἁγνεύειν Χριστῷ· κοινὸν γὰρ τὸ γέννημα. 2.11 Εἰ δέ τις κολακεύειν οὐδὲ πείθειν θέλει τῇ εἰς θεὸν σπουδῇ, μὴ θαρρεῖν τοῦ κωλύειν τοὺς σπεύδοντας ἁγνεύειν, κἂν υἱὸς κἂν θυγάτηρ, κἂν δοῦλος ἢ δούλη τυγχάνῃ. 2.12 Τὴν γὰρ ποθοῦσαν ἁγνεύειν, μὴ σπεῦδε κωλύειν, ἵνα μὴ ἔχθραν τινὰ σπείρῃς μετὰ τοῦ ἀληθινοῦ Χριστοῦ νυμφίου. 2.13 Εἶτα, ἐὰν μὲν ἡ φύσις ἐκτίκτῃ ψυχήν, μετὰ σώματος καθαρῶς ἐξανθοῦσαν πρὸς δόξαν Χριστοῦ, καὶ πρὸς αὐτὸν τρεπομένην, πατὴρ δὲ ἅμα μητρὶ κατὰ γῆν ἡλούμενος, μὴ συγκάμνων τῷ ἐξανθήσαντι τέκνῳ πρὸς δόξαν Χριστοῦ, ἀλλ' ὅμως τὸ τέκνον, τῷ καθαρῷ ἀέρι τῆς ἁγνείας τρεφόμενον καὶ τῇ δρόσῳ τῆς ἀγαθῆς ἐπαγγελίας ποτιζόμενον, φανεῖ μετὰ ἀληθείας τῷ δεσπότῃ ἄφθορον καὶ καθαρὸν καὶ ἀμίαντον αὐτὸ μὲν ὑπὲρ τιμὴν δοξασθήσεται, ὅτι ἐξ ἀκανθῶν καὶ τριβόλων σταφυλὴ γεγένηται· οἱ φύσαντες δὲ ἀντὶ δόξης κατάκρισιν ἑαυτοῖς κομίζονται. 2.14 ∆ιὰ τοῦτο οὖν θέλει σου ἡ θυγάτηρ Χριστῷ μένειν παρθένος. 2.15 Χαίρειν ὀφείλεις· μὴ εὐθὺς δὲ συγκατατίθεσθαι. 2.16 Μὴ τὰ ἀπὸ καρ δίας, ἀλλὰ τὰ ἀπὸ χειλέων πρόφερε. 2.17 Μὴ τῷ φθόνῳ τηκόμενοι, ἀλλὰ τὴν πτῶσιν φοβούμενοι, τοῦτο γάρ ἐστι καθαρὸν μετὰ τῆς ἀρχῆς τὸ ζητούμενον· μὴ τὸν νυμφίον ἐπαισχυνόμενοι. 2.18 Εἶτα ἐὰν ἴδητε καλὰ τὰ ἴχνη, εὔτακτα τὰ κινήματα, αἰδέσιμον τὸ ὄμμα, τίς ἡ διάνοια, ποῖος ὁ πόθος ἢ ἀνθρώπι νος ἢ ἐπουράνιος, ποῖοι τόνοι τῆς νηστείας καὶ πάσης ἐν Χριστῷ εὐσεβείας, ἐὰν ἐπουράνιον ἴδῃς κινούμενον ἔρωτα ἄδολον, παντοίως θαλάμευε λοιπὸν αὐτὴν τῷ παιδὶ κυρίου τοῦ θεοῦ, τῷ ἀσπίλῳ καὶ ἀμιάντῳ νυμφίῳ. 2.19 Τηρείτω λοιπὸν ὁ πατὴρ τὸν ναὸν τοῦ θεοῦ.
2.20 Γενοῦ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου. 2.21 Μηδὲν ἄφιε τῷ καθαρῷ ναῷ προσεγγίζειν φαῦλον· μή, ὅτι ἐγέννησας, καταφρόνει, ἀλλ' ὅτι παραθήκην δεσποτικὴν ἔχων, ἀμεριμνεῖν οὐκ ὀφείλεις. 2.22 Φοβοῦ σαυτόν, μὴ νυστάζῃς, ἵνα μὴ τὴν παραθήκην τοῦ ἐπουρανίου βασιλέως ἀπολέσῃς. 2.23 Μὴ ῥᾳθυμήσῃς φυλάσσων, ἵνα μὴ ἀθυμήσῃς ἀπολέσας· μὴ προσγελάσῃς, ἵνα μὴ προσκλαύ σῃς. 2.24 Κἂν ἀλγῇ, κάλλιον δὲ διὰ Χριστὸν ἀλγεῖν. 2.25 Οὐδὲ γὰρ εἴ τις μὴ θλίβων τὸν παῖδα διδάξει τὰ