1

 2

 3

 4

 5

 6

 7

1

Homilia dicta in Lacisis

ΟΜΙΛΙΑ ΡΗΘΕΙΣΑ ΕΝ ΛΑΚΙΖΟΙΣ.

Ἀνταγωνίζεται ὁ ἐχθρὸς, φιλονεικῶν τῷ ἔξωθεν θορύβῳ τὸν ἡμέτερον λόγον ὑπερηχῆσαι· ἀλλ' ἡμεῖς, αὐτοῦ τὰ νοήματα μὴ ἀγνοοῦντες, τρέψωμεν τὰς ἀκοὰς καὶ τὰς διανοίας τοῖς ἐνταῦθα λεγομένοις, οἰκτείροντες τοὺς ἀπολειπομένους τῆς ἀκροάσεως, μὴ συναπερχόμενοι τοῖς ἔξω τῇ διανοίᾳ· ἀλλ' ὅπου τοῖς σώμασίν ἐσμεν, ὦμεν καὶ ταῖς καρδίαις. Ἀνα λέξασθέ μοι τὰς μνήμας τῶν ἐξ ἑωθινοῦ παρανα γνωσθέντων ὑμῖν λογίων πνευματικῶν, διδασκαλίας ψυχωφελεῖς, θεραπείας ψυχῶν. Μνήσθητε τῶν ψαλ μικῶν διδαγμάτων· συναγάγετέ μοι τὰς παροιμιώ δεις ὑποθήκας· ἐρευνήσατε τῶν ἱστοριῶν τὸ κάλλος· πρόσθετε τούτοις τὰς ἀποστολικὰς παραινέσεις. Ἐπὶ πᾶσιν οἱονεὶ κορωνίδα ἐπίθετε τῶν εὐαγγελικῶν ῥη μάτων τὴν μνήμην, ἵνα διὰ πάντων λαβόντες τι κέρ δος ἐπανέλθητε, ἕκαστος πρὸς ὃ τυγχάνει ἀσμένως διακείμενος, πρὸς τοῦτο λαβὼν τὴν ἐκ τοῦ Πνεύ ματος ὠφέλειαν. Πάντως οὕτως ἐν πολυπροσώπῳ ἐκκλησίᾳ, ὅσαι τῶν προσώπων διαφοραὶ, τοσαῦται καὶ τῶν γνωμῶν· ὅσαι τῶν ἡλικιῶν, τοσαῦται καὶ τῶν ἁμαρτιῶν. Πολυειδεῖς δέ εἰσι καὶ πολύτροποι αἱ τοῦ διαβόλου ἐπίνοιαι· ἄλλον ἄλλως ὑπάγεται· πρὸς ὅπερ ἂν ἴδῃ ἐπιῤῥεπέστερον, πρὸς ἐκεῖνο κέχρηται τοῖς ἰδίοις δελεάσμασιν. 31.1440 Ἕστηκέ τις ἐνταῦθα φθόνῳ τὴν ψυχὴν κεκακω μένην ἔχων; Εἴη μὲν οὖν μηδένα εἶναι· καὶ τοῦτο ἐμοὶ εὐχή ἐστι πρέπουσα. Ἀλλ' ἐπειδὴ δύσκολον ἐν ἀνθρωπίνῃ φύσει μὴ εἶναι ἕν τι τῶν παθῶν μικρὸν ἢ μεῖζον, ἕκαστος ἐκ τῶν εἰρημένων ἐκλεγέσθω τὴν ὠφέλειαν. Βάσκανος εἶ; λάβε τὴν θεραπείαν· Θυμώ δης εἶ; πρόκειταί σοι ἡ ἴασις. ∆ιαλέγεται γὰρ περὶ τούτων πάντων. Καὶ, εἰ δυνατὸν, ἐροῦμεν βραχέα ἀφ' ἑκάστου τῶν εἰρημένων ἀπανθιζόμενοι. Πλεονέκτης εἶ; ἐνταῦθα ἡ ἴασις.

Ὑπερήφανος εἶ; ὧδε δα μάσεις τὴν ὑπερηφανίαν· ὧδε κολάσεις τῆς ψυχῆς τὸ ὕψος, ἐὰν θελήσῃς. Πάντα, ὥσπερ πηγῆς βρυούσης, ἀρυόμενος τὰ ἀγαθὰ τῶν λόγων τῶν πνευματικῶν, οὕτω πλουσίως σεαυτῷ ἐπαντλήσας ἐπάνιθι. Εἴρηται πρῶτος λόγος ἐν Παροιμίαις, κατὰ τὸ εἶδος τὸ παροι μιακὸν, πρὸς γυμνασίαν τοῦ νοῦ τοῦ ἡμετέρου τῆς ἀσαφείας ἐπιτεθείσης, ὅτι «Ὁ βλέπων λεῖα ἐλεηθή σεται.» Ἆρα αὐτόθεν ἥρπασας τὴν διάνοιαν τοῦ ῥήματος, ἢ ἐπιζητεῖς, ὅγε φιλόπονος ἀκροατὴς, πῶς ὁ λεῖα βλέπων ἐπαινεθήσεται; Ἐπαινετὰ γάρ ἐστι τὰ κατὰ προαίρεσιν. Ὁρῶμεν δὲ οἱ ἄνθρωποι οὐχ ὁποῖα βουλόμεθα, ἀλλ' ὁποῖα ἡ φύσις τῶν ὁρωμένων ἐστίν. Ὥστε ἐὰν μέν τι τραχὺ ᾖ κατὰ τὴν ἐπιφάνειαν, οἷον ὑπάρχει τῇ φύσει, τοιοῦτόν ἐστιν ὁραθῆναι· ἐὰν δὲ τοῖς λείοις ἐπιβάλωμεν τὰς ὄψεις τῶν ὁρωμένων, πόθεν ὁ ἔπαινος τῷ ὁρῶντι τὰ λεῖα; Λεῖά ἐστιν, ἃ τὴν ἐπιφάνειαν ὡμαλισμένην ἔχει· τραχὺ δέ ἐστιν, ὃ ἀνωμάλως σύγκειται κατὰ τὴν πρώτην ὄψιν. Ἐπεὶ τοίνυν ἀνώμαλός ἐστι τῶν ὁρωμένων ἡ φύσις, πῶς ἐπαινεῖ ἡ Γραφὴ τὸν βλέ ποντα λεῖα ὑπὲρ τὸν τὰ τραχέα; Καὶ κατακρίνει τὸν ὄρη, καὶ σκοπέλους, καὶ φάραγγας, καὶ ὕλης πυκνότητα, καὶ γεννήματος συνέχειαν τραχύνουσαν τὴν ἐπιφάνειαν, ἢ καὶ θάλασσαν πολλάκις ὑπὸ ἀνέ μων τραχυνομένην, ἢ καὶ γῆν ὑπὸ ἀρότρου σχιζο μένην, καὶ ἀντὶ τῆς λειότητος εἰς τραχέα διακοπτο μένην. Ἆρα ὁ ταῦτα βλέπων κατακριθήσεται; Καὶ ποῦ ἡ δικαιοκρισία τοῦ Θεοῦ, εἰ ἃ ἀκουσίως πάσχο μεν, ἐπὶ τούτοις καταδικαζόμεθα; Ἐὰν ἴδω τὴν φύσιν τῆς γῆς ἀνωμάλως ἔχουσαν (ἐπειδὴ γὰρ οἵα ἐκτίσθη, τοιαύτη ὁρᾶται), ἐπὶ τούτοις ἐγὼ καταδι κάζομαι; Ἀλλὰ νόει μοι ὑψηλῶς, «Ὁ βλέπων λεῖα.» Παρεστήκασί σοι ἀδελφῶν διαφοραί· ὁ μὲν πένης, ὁ δὲ πλούσιος· ὁ μὲν ξένος, ὁ δὲ οἰκεῖος, ἢ δικάζοντί σοι κρινόμενοι, ἢ μεταδιδόντι σοι χρῄζοντες. Ἐὰν κάθῃ κρίνων,