1
Homilia in Psalmum CXV
ΕΙΣ ΤΟΝ ΡΙΕ ΨΑΛΜΟΝ.
Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπει νώθην σφόδρα· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Πίστις ἡγείσθω τῶν περὶ Θεοῦ λόγων· πίστις, καὶ μὴ ἀπόδειξις. Πίστις, ἡ ὑπὲρ τὰς λογικὰς μεθόδους τὴν ψυχὴν εἰς συγ κατάθεσιν ἕλκουσα· πίστις, οὐχ ἡ γεωμετρικαῖς ἀνάγκαις, ἀλλ' ἡ ταῖς τοῦ Πνεύματος ἐνεργείαις ἐγ γινομένη. Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἔγειραι καὶ περιπάτει. Ταύτῃ τῇ φωνῇ ἐπηκολούθει τὸ ἔργον διὰ τοῦ Πνεύματος. Ἐκ τοῦ θαύματος ἀναγκαία ἡ παραδοχὴ τῆς θεότητος τοῦ Μονογενοῦς τοῖς ὁρῶσιν ἐγίνετο. Τί ἀναγκαστικώτε ρον εἰς συγκατάθεσιν (εἰπέ μοι); προτάσεων πλοκαὶ τὸ συμπέρασμα ἀκόλουθον ἑαυταῖς ἐφελκό μεναι, ἢ θαῦμα τοσοῦτον ἐναργῶς ὁρώμενον, πᾶσαν ἀνθρώπου δύναμιν ὑπερβαῖνον; Ἀλλ' οὐχὶ καὶ νῦν ταῦτα εὐδοκιμεῖ, οὐδὲ τὰ τοῦ Πνεύματος ἔργα τὸν περὶ Θεοῦ λόγον πιστοῦται· ἀλλ' ἔντεχνοι ἀπο δείξεις, ἐν τῷ πιθανῷ τῆς τοῦ κόσμου σοφίας ἔχου σαι τὴν ἐλπίδα, οὐκ ἐν τῷ ἰσχυρῷ καὶ ἐναργεῖ τῆς τοῦ Πνεύματος ἀποκαλύψεως, ἣν, διὰ τῶν ἐν ἁπλό τητι καρδίας ἀπεριεργάστως πεποιθότων Θεῷ, τῆς σωτηρίας ἕνεκεν τῶν πολλῶν ἐπιδείκνυται. Ἀλλ' εἴθε κἀμοὶ γένοιτο πιστεῦσαι ἀξίως, ἵνα λαλήσω νῦν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ μεγάλῃ ταύτῃ πέντε λό γους ἐν τῷ νοΐ μου.
Καὶ μηδεὶς καταχλευαζέτω τὸν λόγον, ὡς ἀβασανίστως ἡμῶν εἰς τὴν ὑπὲρ ὧν λέ γομεν συγκατάθεσιν τοὺς ἀκούοντας ἐναγόντων. Ἀνάγκη γὰρ ἑκάστης μαθήσεως ἀνεξετάστους εἶναι 30.105 τὰς ἀρχὰς τοῖς μανθάνουσιν· ἐπεὶ ἀμήχανον τοὺς περὶ τὰ πρῶτα ζυγομαχοῦντας δυνηθῆναι ὁδῷ καὶ τάξει προελθεῖν εἰς τὸ τέλος. Καὶ τοῦτο ἂν μάθοις παρ' αὐτῶν τῶν ἔξωθεν. Εἰ γὰρ μὴ συγχωρήσειας τὰς πρώτας ἀρχὰς τῷ γεωμέτρῃ, ἀμήχανον αὐτὸν τὰ ἐφεξῆς συμπεράνασθαι. Καὶ τῆς ἀριθμητι κῆς ὁ τοῖς πρώτοις καὶ στοιχειώδεσιν ἐνιστάμενος, τὴν εἰς τὸ πρόσω ὁδὸν διακόπτει. Ὁμοίως δὲ καὶ ἰα τρικαὶ ἀρχαὶ ἰατροῖς ἀναπόδεικτοι. Καὶ ὅλως, ἐν ὁποιῳδήποτε ἐπιτηδεύματι τῶν ὁδῷ καὶ τάξει προ ϊόντων ἐπὶ τὸ τέλος, ἀδύνατον τῶν πρώτων ὑπο θέσεων ἀποδείξεις ἐπιζητεῖν· ἀλλ' ἀνάγκη τὰς τῶν λογικῶν τεχνῶν ἀρχὰς ἀνεξετάστως παραδεξάμενον, τὸ ἐκ τῶν ὑποτεθέντων ἀκόλουθον ἐν τοῖς ἐφεξῆς ἐπιβλέπειν. Οὕτω δὴ οὖν καὶ τὸ τῆς θεολογίας μυ στήριον, τὴν ἐκ τῆς ἀβασανίστου πίστεως ἐπιζητεῖ συγκατάθεσιν. Πιστεῦσαι γὰρ δεῖ, φησὶν, ὅτι ἔστι Θεὸς, οὐχὶ ζητῆσαι, οὐδὲ ζυγομαχῆσαι τὸ τί ἐστι. Καὶ ὅλως, εἰ ἡ πίστις ἐλπιζομένων ἐστὶν ὑπόστασις πραγμάτων, καὶ ἔλεγχος οὐ βλεπομένων, μὴ φιλονεί κει ἰδεῖν ἤδη τὰ μακρὰν ἀποκείμενα, μηδὲ τὰ ἐλπι ζόμενα ἀμφίβολα καταστήσῃς, διὰ τὸ μήπω αὐτῶν δύνασθαι κατὰ τὴν γνῶσιν ἐφάπτεσθαι. Ταῦτα μὲν οὖν καθόλου περὶ πίστεως διὰ τοὺς λογομαχοῦντας καὶ ἐν ῥήμασι κενοῖς ἔχοντας τὴν ἐλπίδα. ∆οκεῖ δέ μοι ὁ ἐν χερσὶ ψαλμὸς ὡς πρὸς τὴν προάγουσαν ἐν τῷ κατόπιν ψαλμῷ διάνοιαν ἀκολου θίαν ἔχειν. Εἶπε γὰρ ἐκεῖ· Εὐαρεστήσω τῷ Κυρίῳ ἐν χώρᾳ ζώντων. Ἐπεὶ οὖν περὶ μὴ βλεπομένης χώρας διαλέγεται, ὡς σαφῶς ἐπιστάμενος, τὴν αἰτίαν ἀποδίδωσι τοῦ περὶ τῶν ἀδήλων διορισμοῦ, λέγων· Ἐπίστευσα, ὅτι ἔστι τις χώρα ζώντων· διὸ ἐλά λησα, ὅτι Εὐαρεστήσω ἐν αὐτῇ τῷ Κυρίῳ. Ὅλως δὲ, ἡ ἄνευ πίστεως ἐπὶ τὸ λαλεῖν ἐρχομένη ψυχὴ δια κενῆς ληρήσει, κατ' οὐδενὸς ὑποκειμένου τὸν λόγον προάγουσα. Ἀρχὴ τοίνυν λόγου ἔμφρονος, πίστις ἰσχυρῶς τῇ καρδίᾳ τοῦ λαλοῦντος ἐνιδρυμένη. Ἔπει τα, πόθεν ἡμῖν δυνατὸν τὸ περὶ τὴν πίστιν τέλειον κατορθοῦν, ἐφεξῆς ἐπάγει, λέγων· Ἐγὼ δὲ ἐταπει νώθην σφόδρα. Ὁ γὰρ μὴ ταπεινώσας ἑαυτοῦ τὴν διάνοιαν,