1
Homilia in Psalmum XXXVII
ΕΙΣ ΛΖʹ ΨΑΛΜΟΝ. ∆ιδασκαλία ἐξομολογήσεως. Ψαλμὸς τῷ ∆αβὶδ εἰς ἀνάμνησιν.
Οἱ τῆς θεοπνεύστου Γραφῆς λόγοι στήσονται ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ.
Ἐλέγξω γὰρ, φησὶ, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. Οὕτω καὶ πρόσχωμεν νηφόντως τοῖς λεγομέ νοις κατὰ τὴν Γραφὴν, καὶ εἰς ἔργον προάγειν τὰς ἐν 30.84 τολὰς τοῦ Κυρίου σπουδάσαι ἐπειχθῶμεν, ὅτι οὐκ οἴδα μεν, ποίᾳ ὥρᾳ ἢ ἡμέρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Τούτοις τοῖς ῥήμασι καὶ ταῖς συλλαβαῖς καὶ ὁ ἕκτος ψαλμὸς τούτῳ παραπλησίως ἄρχεται, καὶ τὰ λοιπὰ δὲ τοῦ ἕκτου τοῖς ἐν τῷ προ κειμένῳ φερομένοις συγγενῆ τυγχάνει· τεταπεινῶσθαι γὰρ αὐτοῦ τὰ ὀστᾶ καὶ τὴν ψυχὴν κεκοπιακέ ναι ἐν τῷ στεναγμῷ αὐτοῦ, ἔφασκεν ἐν τῷ ἕκτῳ, καὶ προστίθει λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω, καὶ τὰ τούτοις συνημμένα. Παραπλήσια δ' ἂν εἴη ἐκείνοις καὶ τὰ ἐν τῷ προκειμένῳ, δι' ὧν εἴρηται· Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου, καὶ οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μοῦ ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου· ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, καὶ τὰ τούτοις δι' ὅλου τοῦ ψαλμοῦ ἐπαγόμενα, ἐν οἷς ἀποκλαίεται τὴν ἑαυτοῦ ταλαιπωρίαν. Ταύτῃ γὰρ καὶ αὐτὸς τῇ λέξει κέχρηται, εἰπών· Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους σφόδρα· ὅλην τὴν ἡμέραν σκυ θρωπάζων ἐπορευόμην. Ἀλλ' ἐν τῷ ἕκτῳ ἡ προ γραφὴ εἶχεν· Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ ∆αβίδ· ἐν δὲ τῷ παρόντι τούτων μὲν οὐδὲν, μόνον δέ· Ὁ ψαλμὸς τῷ ∆αβὶδ εἰς ἀνάμνησιν λέλεκται. Ἥ γε μὴν προσθήκη, εἰς ἀνάμνησιν, ἔοικεν ἀναπέμπειν ἡμᾶς τῆς ἐν τῷ ἕκτῳ προγραφῆς· ὥστε εἶναι τὰ παρόντα· Εἰς τέλος, καὶ ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης. Πάντων γὰρ ἂν εἴη τούτων παραστατικὸν τὸ, Εἰς ἀνάμνησιν. Ἀλλ' ἐπεὶ διεξιόντες τὰ ἐν τῷ ἕκτῳ ὑποπεσόντα, εἰς τὴν προγραφὴν εἰρήκαμεν, εἰς τὴν ἐκείνων ἀνάμνησιν καὶ ἡμεῖς ἐπὶ τοῦ παρόντος ἀπέλθωμεν.
∆οκεῖ δέ μοι ὁ ∆αβὶδ ἐν διαφό ροις καὶ πολλοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμε λήματος ἐξομολογησάμενος, ἰδίως τὸν παρόντα ψαλμὸν ἀφωρικέναι εἰς ἀνάμνησιν, ὡς ἀεὶ καὶ διαπαντὸς φέρειν αὐτὸν ἀνὰ στόμα· κεχρῆσθαι δὲ αὐτῷ ἀντ' ἐπῳδῆς, ἐπὶ θεραπείᾳ τῆς ἑαυτοῦ ψυχῆς. Ἱκετηρίαν γοῦν ἀναπέμπει τῷ Θεῷ, δι' ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσι τοῖς ἁμαρτάνουσιν ἐπηρτημένην, ἱλάσκεται δὲ τὸν ἀγαθὸν Κύριον ταῖς μεθ' ὑπερβαλ λούσης ἐξομολογήσεως φωναῖς. Λέγων δὲ, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, οὐ τὸν ἔλεγχον παραι τεῖται, ἀλλὰ τὸν μετὰ θυμοῦ· καὶ τὸ, Μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, οὐ φεύγει τὸ παιδευθῆναι, δίχα 30.85 δὲ ὀργῆς τῆς παιδείας τυχεῖν ἀξιοῖ· ὡς εἰ καὶ ἰατρῷ τις, τὰ διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντι δότων προσφέροντι βοηθήματα ἐπὶ θεραπεία πάθους ὑποκειμένου, λέγοι· Μὴ διὰ πυρός με θεραπεύσῃς, μηδὲ διὰ σιδήρου καὶ τομῶν, διὰ δὲ ἠπίων καὶ πραο τέρων φαρμάκων· ὁ γὰρ τοιοῦτος οὐ τὴν θεραπείαν ἀρνεῖται, ἀλλὰ τὸ ἐπίπονον τῶν βοηθημάτων. Πολλάκις δὲ εἴρηται, ὡς ὀργὴ καὶ θυμὸς τοῦ Θεοῦ λεγό μενα ἐν ταῖς θεοπνεύστοις Γραφαῖς, οὐ πάθη σημαίνει· παντὸς γὰρ πάθους ἀλλότριον τὸ θεῖον· κατὰ μεταφορὰν δὲ τὰ τοιαῦτα εἴωθεν ὀνομάζειν ὁ τῆς Γραφῆς λόγος, ὡς καὶ ὀφθαλμοὺς Θεοῦ, καὶ ὦτα, καὶ χεῖρας, καὶ δακτύλους, καὶ πόδας, καὶ τὰ λοιπὰ μέλη· ἅπερ ὡς πρὸς ἀνθρώπους χρησίμως οἰκονο μεῖται, συγκατιὼν τῇ τῶν ἀκροωμένων ποιότητι. Οὕτως οὖν καὶ τὰς ἐπαγομένας τιμωρίας τοῖς ἁμαρ τάνουσι κατὰ Θεοῦ