1

 2

1

Homilia in aquas

ΕΙΣ ΤΑ Υ∆ΑΤΑ ΚΑΙ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΒΑΠΤΙΣΜΑ

Τὸν λόγον χθὲς ἐπὶ τοὺς προφήτας καὶ πατριάρχας ἀπο σχολήσας, παρ' ὀλίγον κατέλιπον τοῦ θεοῦ τὰ δημιουργήματα *** πάντα γὰρ τοῖς ὕδασι καὶ λούεται καὶ ποτίζεται καὶ καθαρίζεται. καὶ μὲν τῶν ὑδάτων ἡ φύσις μία, πολυμερῶς δὲ διὰ τῶν κτισμάτων μερίζεται· ἐν ἀμπέλῳ γίνεται στυφόν, ἐν ἐλαίῳ προσηνόν· ἐν κρίνῳ λευκόν, ἐρυθρὸν ἐν ῥόδῳ· ἐν γενήμασι θρεπτικόν, ἐν ξύλοις αὐξητικόν· τὰ τετράποδα ποτίζεται καὶ τοὺς ἰχθύας ἀνατρέφει· τὰ σώματα τῶν ἀνθρώπων καθαρίζει. ὁσάκις ἐὰν ζῶμεν, δι' ὑδάτων ζῶμεν· ὁσάκις ἐὰν πλουτῶμεν, <δι' ὑδάτων πλουτοῦμεν>· ὁσάκις ἐὰν ἀναπαυώμεθα, δι' ὑδάτων ἀναπαυόμεθα. ἄρα μὴ μικρά σοι φαίνεται ἡ τῶν ὑδάτων δύναμις; ἀλλὰ ταῦτα πάντα παρατρέχω διὰ τὸ μῆκος τοῦ λόγου. καὶ γὰρ ὁσάκις ἐὰν ἑρμηνεύσωμεν, τὰ πλείονα παραλιμπάνομεν· οὐ γὰρ ἐπαρκεῖ ὁ λόγος ὁ ἀνθρώπινος τὴν πολυύμνητον τῶν ὑδάτων χάριν ἀκριβῶς ἐξηγήσασθαι, ὡς οὐδ' ἔστιν θάλασσαν τῷ λόγῳ μετρῆσαι, οὐδ' ὅσα τῶν θαλασσίων ὑδάτων ἀγαθὰ τοῖς ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ σοφίας ἐπινενέμηται. καὶ πάλιν ἐπὶ τὴν καινὴν σπεύσω μὲν διαθήκηνκαὶ γὰρ πολλὰ ὁμιλήσας περὶ ὑδάτων οὐκ οἶδα πόθεν ἐδίψησα καὶ ὕδασιν τοῦ παρόντος διανηχόμενος πάλιν διψῶἀλλὰ μνημονεύσω τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κηρύσσοντος ἐν εὐαγ γελίοις καὶ λέγοντος· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέ τω· ὁ γὰρ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. οὐκοῦν δράμωμεν πρὸς αὐτὸν καὶ θεραπευθῶμεν ἡμῶν τὴν δίψαν, πνευματικοῖς νάμασι ποτιζόμενοι καὶ ἐπουρανίοις ὕδασιν ἀρδευόμενοι. μή πως ἆρα [καὶ ποταμὸν εὑρεθῶ περιφέρων ἐν ἐμαυτῷ] καὶ ποταμὸν μόνον ἐπιζητῶν ἅπασαν τὴν πηγὴν εὑρεθῶ κεκτημέ νος; τὸ γὰρ ἀθάνατον κτῆμα τῶν ψυχῶν ἡμῶν Ἰησοῦς Χριστός ἐστιν καὶ ἐπουράνιος πηγή. ἀλλὰ ποῦ δράμω; τίς ὁ χειραγωγῶν; τίς ὁ τὸ ποτήριον τοῦτο ἐπιδεικνύμενος τῆς ζωῆς; χειραγω γήσατέ με, τὸν ξένον, ἐπὶ τὰ ὕδατα, ὁδηγήσατέ με πρὸς τὴν πηγὴν καὶ ποταμὸν καὶ νάματα πρὸς οὐρανὸν [ἀναβαλλόμενα] ἄνω πηγάζοντα κἀκεῖθεν ἀναβρύοντα, καὶ τοὺς πίστει πίνοντας εἰς τὴν τῶν οὐρανῶν βασιλείαν παραπέμποντα· πάνυ γὰρ ἐπιπο θοῦμεν τοιούτων ὑδάτων εὑρεῖν σωτηρίαν. ἐλθέ, μακάριε τῶν ἀποστόλων, Ἰωάννη· κάλεσον ἡμᾶς εἰς τὸν Ἰορδάνην. πολλὰ γὰρ περιελθόντες ὕδατα παρὰ σοῦ τὸν θεϊκὸν ἐκδεχόμεθα στέφανον· καὶ γὰρ οἶδα μὲν προφήτας καὶ πατριάρχας δι' ὑ δάτων [συμβολικῶς] σωζομένους καὶ τὴν κτίσιν ἅπασαν ὕδα σιν λουομένην, θεὸν δὲ τὸν ἀναμάρτητον ὕδατι βαπτιζόμενον. οὗτος παρὰ τὸν Ἰορδάνην παραγίνεται βαπτισθῆναι καὶ τὸ μέγα θαῦμα καὶ παράδοξον ἐκπλαγῆναι, ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ὁ ἐν ἀρχῇ πρὸς θεόν, θεός, λόγος καὶ θεοῦ υἱός, ὁ παρὰ τῶν ἀγγέλων προσκυνούμενος καὶ παρὰ τῶν ἀρχαγγέλων δοξαζόμενος, ὃν ὑμνεῖ τὰ Χε ρουβὶμ καὶ δοξάζει τὰ Σεραφίμ· μέγα καθάρσιον καὶ εὐαγγέ λιον ἐκ τοῦ Ἰορδάνου τῷ κόσμῳ ἐφαπλώσας, διδάσκει τὸ γένος τῶν ἀνθρώπων μὴ καταφρονεῖν τῆς ἐπουρανίου ταύτης χάριτος. καὶ βαπτίζεται ὁ ἀναμάρτητος καὶ τὰ τῆς οἰκουμένης ὕδατα ἁγιάζει.

Κύριος γὰρ ἐπὶ ὑδάτων πολλῶν, ἀλλὰ πληροφορεῖ τοὺς παρόντας τίς ὁ βαπτιζόμενος· καὶ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ἐπ' αὐτὸν κατέβαινεν ἐν εἴδει περιστερᾶς, καὶ ὁ πατὴρ ἄ νωθεν ἐξ οὐρανῶν ἐβόα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. ἀληθὴς ἡ προφητεία ἡ λέγουσα· Κύριος ἐπὶ ὑδάτων πολλῶν. ὁ θεὸς τῆς δόξης ἐβρόντησεν. τίς ἄρα μετὰ τοσαύτην δόξαν ἀπιστεῖ; τίς ἀμφιβάλλει περὶ τῆς