1

 2

 3

 4

 5

 6

 7

 8

1

Homilia in divites

ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΠΡΟΣ ΤΟΥΣ ΠΛΟΥΤΟΥΝΤΑΣ

1 -Εἴρηται καὶ πρώην ἡμῖν τὰ περὶ τοῦ νεανίσκου τούτου, καὶ μέ μνηται πάντως ὅ γε φιλόπονος ἀκροατὴς τῶν ἐξητασμένων τότε· πρῶτον μὲν, ὅτι οὐχ ὁ αὐτός ἐστι τῷ παρὰ τῷ Λουκᾷ νομικῷ. Ὁ μὲν γὰρ πειρασ τὴς ἦν, εἰρωνικὰς τὰς ἐρωτήσεις ποιούμενος· οὗτος δὲ, ὑγιῶς μὲν ἐρω τῶν, οὐκ εὐπειθῶς δὲ παραδεχόμενος. Οὐ γὰρ ἂν ἀπῆλθεν ἐπὶ ταῖς τοιαύ ταις ἀποκρίσεσιν τοῦ Κυρίου λυπούμενος, εἰ καταφρονητικῶς αὐτῷ προσῆγε τὰς πεύσεις. ∆ιόπερ οἱονεὶ μικτὸν αὐτοῦ τὸ ἦθος ἡμῖν ἀνεφαίνετο· πῆ μὲν ἐπαινετὸν δεικνύοντος τοῦ λόγου, πῆ δὲ ἀθλιώτατον καὶ πάντη ἀπεγνωσμέ νον. Τὸ μὲν γὰρ γνωρίσαι τὸν ἀληθῶς διδάσκαλον, καὶ παρελθόντα τὴν Φαρισαίων ἀλαζονείαν, καὶ νομικῶν οἴησιν, καὶ γραμματέων ὄχλον, τὴν προσηγορίαν ταύτην ἀναθεῖναι τῷ μόνῳ ἀληθινῷ καὶ ἀγαθῷ διδασκάλῳ, τοῦτο ἦν ὃ ἐπῃνεῖτο. Καὶ μέντοι τὸ φανῆναι φροντίδος ἄξιον ποιούμενον πῶς ἂν τῆς αἰωνίου κληρονομήσειε ζωῆς, ἀποδεκτὸν καὶ τοῦτο. Ἐκεῖνο δὲ λοιπὸν ἐλέγχει αὐτοῦ τὴν ὅλην προαίρεσιν, οὐ πρὸς τὸ ἀληθινῶς καλὸν ἀποβλέπουσαν, ἀλλὰ τὸ τοῖς πολλοῖς ἀρέσκον περισκοποῦσαν· τὸ, μαθόντα παρὰ τοῦ ἀληθινοῦ διδασκάλου μαθήματα σωτήρια, μὴ ἐγγράψαι τῇ ἑαυτοῦ καρδίᾳ, μηδὲ εἰς ἔργον ἀγαγεῖν τὰ διδάγματα, ἀλλ' ἀπελθεῖν ἀθυμοῦντα, τῷ πάθει τῆς φιλοπλουτίας ἐσκοτωμένον. Τοῦτο δὲ τὴν ἀνωμαλίαν τῶν τρόπων, καὶ τὸ πρὸς ἑαυτὸν ἀσύμφωνον ἀπελέγχει.

∆ιδάσκαλον λέγεις, καὶ τὰ μαθητῶν οὐ ποιεῖς; Ἀγαθὸν ὁμολογεῖς, καὶ τὰ διδόμενα παραπέ μπῃ; Καίτοι ὅ γε ἀγαθὸς ἀγαθῶν ἐστι παρεκτικὸς δηλονότι. Καὶ ἐρωτᾷς μὲν περὶ τῆς αἰωνίου ζωῆς· ἐλέγχῃ δὲ ὅλως τῇ ἀπολαύσει τοῦ παρόντος βίου προσδεδεμένος. Τί δέ σοι χαλεπὸν, ἢ βαρὺ, ἢ ὑπέρογκον ῥῆμα ὁ διδάσκαλος προετείνατο; Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· Εἴ σοι προέβαλε πόνους γεωργικοὺς, ἢ τοὺς ἐξ ἐμπορίας κινδύνους, ἢ ὅσα ἄλλα τοῖς χρηματιζομένοις ἐπίπονα πρόσεστιν, ἔδει σε λυπηθῆναι δυσφο ροῦντα τῷ ἐπιτάγματι· εἰ δὲ οὕτως διὰ ῥᾳδίας ὁδοῦ, οὐδένα πόνον ἐχού σης οὐδὲ ἱδρῶτα, ἐπαγγέλλεταί σε κληρονόμον τῆς αἰωνίου ζωῆς ἀπο δείξειν, οὐ χαίρεις τῇ εὐκολίᾳ τῆς σωτηρίας, ἀλλ' ἀπέρχῃ ὀδυνώμενος τὴν ψυχὴν καὶ πενθῶν, καὶ ποιεῖς σεαυτῷ ἄχρηστα πάντα ὅσα σοι προπεπό νηται. Εἰ γὰρ οὐκ ἐφόνευσας, ὡς σὺ φῂς, οὔτε ἐμοίχευσας, οὔτε ἔκλεψας, οὔτε κατεμαρτύρησάς τινος μαρτυρίαν ψευδῆ, ἀνόνητον σεαυτῷ ποιεῖς τὴν περὶ ταῦτα σπουδὴν, μὴ προστιθεὶς τὸ λεῖπον, δι' οὗ μόνου δυνήσῃ εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ εἰ μὲν ἰατρὸς ἐπηγγέλλετο κολοβώματα μελῶν ἐκ φύσεως ἢ ἐξ ἀῤῥωστίας προσόντα σοι διορθώσασθαι, οὐκ ἂν ἠθύμεις ἀκούων· ἐπειδὴ δὲ ὁ μέγας τῶν ψυχῶν ἰατρὸς τέλειόν σε ποιῆσαι βούλεται τοῖς καιριωτάτοις ἐλλείποντα, οὐ δέχῃ τὴν χάριν, ἀλλὰ πενθεῖς καὶ σκυθ ρωπάζεις. Ἐκείνης μὲν γὰρ δῆλος εἶ τῆς ἐντολῆς μακρὰν ὑπάρχων, καὶ ψευδῶς σεαυτῷ προσμαρτυρήσας αὐτὴν, ὅτι ἠγάπησας τὸν πλησίον σου ὡς σεαυτόν. Ἰδοὺ γὰρ τὸ παρὰ τοῦ Κυρίου προταθὲν ἐλέγχει σε παμπληθὲς τῆς ἀληθινῆς ἀγάπης ἀπολειπόμενον. Εἰ γὰρ ὅπερ διεβεβαιώσω ἀληθὲς ἦν, ὅτι ἐφύλαξας ἐκ νεότητος τὴν ἐντολὴν τῆς ἀγάπης, καὶ τοσοῦτον ἀπέδωκας ἑκάστῳ ὅσον καὶ σεαυτῷ, πόθεν σοι ἡ τῶν χρημάτων αὕτη περιουσία; ∆απανητικὸν γὰρ πλούτου ἡ θεραπεία τῶν δεομένων· ὀλίγα μὲν ἑκάστου πρὸς τὴν ἀναγκαίαν ἐπιμέλειαν δεχομένου, πάντων δὲ ὁμοῦ καταμεριζο μένων τὰ ὄντα, καὶ περὶ ἑαυτοὺς δαπανώντων. Ὥστε ὁ ἀγαπῶν τὸν πλησίον ὡς ἑαυτὸν οὐδὲν