1

 2

 3

 4

 5

 6

1

In quadraginta martyres Sebastenses

ΟΜΙΛΙΑ ΙΘʹ. Εἰς τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας.

Μαρτύρων μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλομάρτυρι; διότι ἡ πρὸς τοὺς

ἀγαθοὺς τῶν ὁμοδού λων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν ∆εσπό την εὐνοίας. ∆ῆλον γὰρ, ὅτι ὁ τοὺς γενναίους ἄνδρας ἀποδεχόμενος ἐν τοῖς ὁμοίοις καιροῖς οὐκ ἀπολει φθήσεται τῆς μιμήσεως. Μακάρισον γνησίως τὸν μαρτυρήσαντα, ἵνα γένῃ μάρτυς τῇ προαιρέσει, καὶ ἐκβῇς χωρὶς διωγμοῦ, χωρὶς πυρὸς, χωρὶς μα στίγων, τῶν αὐτῶν ἐκείνοις μισθῶν ἠξιωμένος. Ἡμῖν δὲ οὐχ ἕνα πρόκειται θαυμάζειν, οὐδὲ δύο μόνους, οὐδὲ μέχρι δεκάδος ὁ ἀριθμὸς πρόεισι τῶν μακαρι ζομένων· ἀλλὰ τεσσαράκοντα ἄνδρες, ὡς μίαν ψυχὴν ἐν διῃρημένοις σώμασιν ἔχοντες, ἐν μιᾷ συμ πνοίᾳ καὶ ὁμονοίᾳ τῆς πίστεως, μίαν καὶ τὴν πρὸς τὰ δεινὰ καρτερίαν, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας ἔν στασιν ἐπεδείξαντο. Πάντες παραπλήσιοι ἀλλή λοις, ἴσοι τὴν γνώμην, ἴσοι τὴν ἄθλησιν. ∆ιὸ καὶ ὁμοτίμων τῶν στεφάνων τῆς δόξης κατηξιώθησαν.

Τίς ἂν οὖν ἐφίκοιτο λόγος τῆς τούτων ἀξίας; Οὐδὲ τεσσα ράκοντα γλῶσσαι ἐξήρκεσαν ἂν τοσούτων ἀνδρῶν ἀρετὴν ἀνυμνῆσαι. Καίτοι, εἰ καὶ εἷς ἦν ὁ θαυμαζόμε νος, τήν γε τῶν ἡμετέρων λόγων δύναμιν ἐξήρκει κα ταπαλαῖσαι, μὴ ὅτι πλῆθος τοσοῦτον, φάλαγξ στρα τιωτικὴ, σύστημα δυσκαταγώνιστον, ὁμοίως ἔν τε πολέμοις ἀήττητον καὶ ἐν ἐπαίνοις ἀπρόσιτον. ∆εῦρο δὴ οὖν, εἰς μέσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως, κοινὴν τὴν ἀπ' αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώμεθα, προδείξαντες πᾶσιν, ὥσπερ ἐν γραφῇ, τὰς τῶν ἀνδρῶν ἀριστείας. Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι 31.509 πολλάκις, καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ διακοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττον τες, καὶ πολλοὺς ἐπήγειραν πρὸς ἀνδρίαν ἑκάτε ροι. Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας διὰ τῆς ἀκοῆς παρ ίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δεί κνυσιν. Οὕτω δὴ καὶ ἡμεῖς ἀναμνήσωμεν τῆς ἀρετῆς τῶν ἀνδρῶν τοὺς παρόντας, καὶ οἱονεὶ ὑπ' ὄψιν αὐτῶν ἀγαγόντες τὰς πράξεις, κινήσωμεν πρὸς τὴν μίμησιν τοὺς γενναιοτέρους καὶ οἰκειοτέρους αὐτοῖς τὴν προαίρεσιν. Τοῦτο γάρ ἐστι μαρτύρων ἐγκώμιον, ἡ πρὸς ἀρετὴν παράκλησις τῶν συνειλε γμένων. Οὐδὲ γὰρ καταδέχονται νόμοις ἐγκωμίων δουλεύειν οἱ περὶ τῶν ἁγίων λόγοι. ∆ιότι οἱ εὐφη μοῦντες ἐκ τῶν τοῦ κόσμου ἀφορμῶν τὰς ἀρχὰς τῶν εὐφημιῶν λαμβάνουσιν· οἷς δὲ ὁ κόσμος ἐσταύ ρωται, πῶς δύναταί τι τῶν ἐν αὐτῷ ἀφορμὴν παρ έχειν εἰς περιφάνειαν; Οὐκ ἦν μία πατρὶς τοῖς ἁγίοις· ἄλλος γὰρ ἀλλαχόθεν ὥρμητο. Τί οὖν; ἀπό λιδας αὐτοὺς εἴπωμεν, ἢ τῆς οἰκουμένης πολίτας, Ὥσπερ γὰρ ἐν ταῖς τῶν ἐράνων συνεισφοραῖς τὰ παρ' ἑκάστου καταβληθέντα κοινὰ τῶν εἰσενεγ κάντων γίνεται· οὕτω καὶ ἐπὶ τῶν μακαρίων τούτων ἡ ἑκάστου πατρὶς κοινὴ πάντων ἐστί· καὶ πάντες εἰσὶ πανταχόθεν ἀντιδιδόντες ἀλλήλοις τὰς ἐνεγκού σας. Μᾶλλον δὲ τί δεῖ τὰς χαμαὶ κειμένας περιζη τεῖν, ἐξὸν τὴν νῦν αὐτῶν πόλιν, ἥτις ἐστὶν, ἐννοεῖν Πόλις τοίνυν μαρτύρων ἡ πόλις ἐστὶ τοῦ Θεοῦ· ᾗ. τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, ἡ ἄνω Ἱερουσαλὴμ ἡ ἐλευθέρα, ἡ μήτηρ Παύλου, καὶ τῶν ἐκείνῳ παραπλησίων. Γένος δὲ τὸ μὲν ἀνθρώπινον ἄλλο ἄλλου· τὸ δὲ πνευματικὸν ἓν ἁπάντων.

Κοινὸς γὰρ αὐτῶν πατὴρ ὁ Θεὸς, καὶ ἀδελφοὶ πάντες, οὐκ ἀπὸ ἑνὸς καὶ μιᾶς γεννηθέντες, ἀλλ' ἐκ τῆς υἱοθεσίας τοῦ Πνεύματος εἰς τὴν διὰ τῆς ἀγάπης ὁμόνοιαν ἀλ λήλοις συναρμοσθέντες. Χορὸς ἕτοιμος, προσθήκη μεγάλη τῶν ἀπ' αἰῶνος