1

 2

 3

 4

 5

 6

1

In sanctam Christi generationem

ΟΜΙΛΙΑ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ.

Χριστοῦ γέννησις ἡ μὲν οἰκεία καὶ πρώτη καὶ ἰδία αὐτοῦ τῆς θεότητος σιωπῇ τιμάσθω· μᾶλλον δὲ καὶ ταῖς ἐννοίαις ἡμῶν μὴ ζητεῖν ἐκεῖνα μηδὲ πολυπραγμονεῖν ἐπιτάξωμεν. Ὅπου γὰρ οὐ χρόνος, οὐκ αἰὼν ἐμεσίτευσεν, οὐ τρόπος ἐπινενόηται, οὐ θεατὴς παρῆν, οὐχ ὁ διηγούμενός ἐστι, πῶς φαντασθῇ ὁ νοῦς; πῶς δὲ ὑπηρετήσει ταῖς διανοίαις ἡ γλῶσσα; Ἀλλὰ Πατὴρ ἦν, καὶ Υἱὸς ἐγεννήθη. Μὴ εἴπῃς, Πότε; ἀλλὰ παράδραμε τὸ ἐπερώτημα. Μὴ ἐπιζητήσῃς, Πῶς; ἀδύνατος γὰρ ἡ ἀπόκρισις. Τὸ μὲν γὰρ, πότε, χρονικόν· τὸ δὲ, πῶς, ὄλι σθον ἐμποιεῖ πρὸς τοὺς σωματικοὺς τῆς γεννήσεως τρόπους. Ἔχω εἰπεῖν ἀπὸ τῆς Γραφῆς, ὅτι ὡς ἀπαύγασμα ἀπὸ τῆς δόξης, καὶ ὡς εἰκὼν ἀπὸ τοῦ πρωτοτύπου. Ἀλλ' ὅμως ἐπειδὴ οὐχ ἵστησί σου τὴν πολυπραγμοσύνην τῶν λογισμῶν ὁ τοιοῦτος λόγος τῆς ἀποκρίσεως, ἐπὶ τὸ ἄῤῥητον καταφεύγω τῆς δόξης, καὶ ὁμολογῶ ἀνεπινόητον εἶναι λογισμοῖς 31.1460 καὶ ἄφατον ῥήμασιν ἀνθρωπίνοις τὸν τρόπον τῆς θείας γεννήσεως. Μὴ λέγε· Εἰ ἐγεννήθη, οὐκ ἦν· μηδὲ συνάρπαζε κακουργίᾳ ῥημάτων διανοίας ἀπει ροκάλους, ἐκ τῶν ὧδε παραδειγμάτων διαλυμαινό μενος τὴν ἀλήθειαν, καὶ τὴν θεολογίαν καταῤῥυπαί νων. Ἐγεννήθη, εἶπον, ἵνα τὴν ἀρχὴν αὐτοῦ καὶ τὸν αἴτιον ἀποδείξω, οὐχ ἵνα χρόνου ὕστερον τὸν Μονογενῆ ἀπελέγξω. Σοῦ δὲ μὴ κενεμβατείτω ὁ νοῦς, εἰς αἰῶνας ὑπερβαίνων πρεσβυτέρους τοῦ Υἱοῦ, τοὺς οὔτε ὄντας, οὔτε γενομένους.

Πῶς γὰρ πρεσβύτερα δύναται εἶναι τὰ ποιήματα τοῦ πεποιηκότος αὐτά; Ἀλλὰ γὰρ ἔλαθον, ὃ ἀπέφυγον, εἰς τοῦτο αὐ τομάτως ἐκ τῆς τοῦ λόγου ἀκολουθίας συνενεχθείς. Καταλείπωμεν οὖν τοὺς λόγους τοὺς περὶ τῆς ἀϊδίου ἐκείνης καὶ ἀῤῥήτου γεννήσεως, ἐκεῖνο ἐν θυμηθέντες, ὅτι ὁ μὲν νοῦς τῶν πραγμάτων ἐλάτ των, ὁ δὲ λόγος τῶν νοουμένων πάλιν καταδεέστερος. Σκοπεῖν οὖν χρὴ ὁπόσον τί ἐστι τὸ ἀπὸ τῆς ἀλη θείας ἐπὶ τὸν λόγον ἀπόπτωμα· εἴπερ ὁ μὲν νοῦς προσβῆναι τῇ φύσει τῶν ἀκαταλήπτων ἀδυνατεῖ, λόγου δὲ φύσιν τοῖς ὁπωσοῦν νοηθεῖσιν εὑρεῖν παρ ισουμένην ἀμήχανον. Θεὸς ἐπὶ γῆς, Θεὸς ἐν ἀν θρώποις, οὐ διὰ πυρὸς καὶ σάλπιγγος καὶ ὄρους καπνιζομένου, ἢ γνόφου, καὶ θυέλλης ἐκδειματούσης τὰς ψυχὰς τῶν ἀκροωμένων νομοθετῶν, ἀλλὰ διὰ σώματος ἡμέρως καὶ προσηνῶς τοῖς ὁμογενέσι δια λεγόμενος. Θεὸς ἐν σαρκί· οὐκ ἐκ διαλειμμάτων ἐνεργῶν ὡς ἐν τοῖς προφήταις, ἀλλὰ συμφυῆ ἑαυτῷ τὴν ἀνθρωπότητα καὶ ἡνωμένην κατακτη σάμενος, καὶ διὰ τῆς συγγενοῦς ἡμῶν σαρκὸς αὐτοῦ πρὸς ἑαυτὸν ἐπανάγων πᾶσαν τὴν ἀνθρωπότητα. Πῶς οὖν δι' ἑνὸς, φησὶν, εἰς πάντας ἦλθε τὸ λαμ πτήριον; Τίνα τρόπον ἐν σαρκὶ ἡ θεότης; Ὡς τὸ πῦρ ἐν σιδήρῳ· οὐ μεταβατικῶς, ἀλλὰ μεταδοτι κῶς. Οὐ γὰρ ἐκτρέχει τὸ πῦρ πρὸς τὸν σίδηρον, μένον δὲ κατὰ χώραν, μεταδίδωσιν αὐτῷ τῆς οἰκείας δυνάμεως, ὅπερ οὔτε ἐλαττοῦται τῇ μεταδόσει, καὶ ὅλον πληροῖ ἑαυτοῦ τὸ μετέχον. Κατὰ τοῦτο δὴ καὶ ὁ Θεὸς Λόγος οὔτε ἐκινήθη ἐξ ἑαυτοῦ, «Καὶ ἐσκήνω σεν ἐν ἡμῖν·» οὔτε τροπὴν ὑπέμεινε, «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο·» οὔτε ὁ οὐρανὸς ἔρημος ἦν τοῦ συν έχοντος, καὶ ἡ γῆ ἐν τοῖς ἰδίοις κόλποις τὸν οὐράνιον ὑπεδέχετο.

Μὴ κατάπτωσιν τῆς θεότητος ἐννοήσῃς· οὐ γὰρ μεταβαίνει ἐκ τόπου εἰς τόπον ὡς τὰ σώματα· μηδὲ φαντασθῇς ἠλλοιῶσθαι τὴν θεότητα μεταβλη 31.1461 θεῖσαν εἰς σάρκα· ἄτρεπτον γὰρ τὸ ἀθάνατον. Πῶς οὖν, φησὶ, τῆς σωματικῆς ἀσθενείας ὁ Θεὸς Λό γος οὐκ ἀνεπλήσθη; Φαμὲν, ὡς οὐδὲ τὸ πῦρ τῶν τοῦ σιδήρου ἰδιωμάτων μεταλαμβάνει. Μέλας ὁ σίδηρος καὶ ψυχρός· ἀλλ' ὅμως πυρακτωθεὶς τὴν τοῦ πυρὸς μορφὴν ὑποδύεται, αὐτὸς λαμπρυνόμενος, οὐχὶ μελαίνων τὸ πῦρ, καὶ