1

 2

 3

1

Prologus 5 (sermo asceticus)

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ.

Ὁ ἀσκητικὸς βίος ἕνα σκοπὸν ἔχει, τὴν τῆς ψυχῆς σωτηρίαν, καὶ δεῖ πᾶν τὸ δυνάμενον πρὸς αὐτὴν συνεργῆσαι τὴν πρόθεσιν, ὡς θείαν ἐντολὴν οὕτω μετὰ φόβου παραφυλάττειν. Οὐδὲ γὰρ αὐταὶ αἱ ἐντολαὶ τοῦ Θεοῦ πρὸς ἄλλο τι βλέπουσιν, εἰ μὴ πρὸς τὸ σωθῆναι τὸν ὑπακούοντα. Χρὴ τοίνυν, καθάπερ οἱ ἐπὶ τὸ λουτρὸν εἰσιόντες γυμνοῦνται παντὸς περιβλήματος, οὕτω καὶ τοὺς τῇ ἀσκητικῇ προσ ερχομένους ζωῇ, πάσης ὕλης βιωτικῆς γυμνω θέντας, ἐντὸς τοῦ κατὰ φιλοσοφίαν γενέσθαι βίου. Τὸ μὲν οὖν προηγούμενόν ἐστι, καὶ οὗ μάλιστα προσ ήκει τὸν Χριστιανὸν ἐπιμελεῖσθαι, γυμνωθῆναι τὰ κατὰ τὴν κακίαν πάθη τὰ ποικίλα τε καὶ διάφορα, δι' ὧν μολύνεται ἡ ψυχή· χρὴ δὲ κατὰ δεύτερον λόγον καὶ τὴν τῶν ὑπαρχόντων ἀποταγὴν κατορθω θῆναι τῷ πρὸς τὸν ὑψηλὸν ἀποβλέποντι βίον, διότι πολὺν παρέχει περισπασμὸν τῇ ψυχῇ ἡ τῶν ὑλικῶν πραγμάτων φροντίς τε καὶ ἐπιμέλεια. Ὅταν οὖν πλείους, πρὸς τὸν αὐτὸν βλέποντες τῆς σωτη ρίας σκοπὸν, τὴν μετ' ἀλλήλων ζωὴν καταδέξωνται, χρὴ τοῦτο πρὸ πάντων ἐν αὐτοῖς κρατηθῆναι, τὸ μίαν ἐν πᾶσι καρδίαν εἶναι, καὶ θέλημα ἓν, καὶ μίαν ἐπι θυμίαν, καὶ, καθὼς νομοθετεῖ ὁ Ἀπόστολος, ἓν γε νέσθαι σῶμα ἐκ διαφόρων μελῶν συνηρμοσμένον πᾶν τὸ πλήρωμα τῆς συνοδίας.

Τοῦτο δὲ οὐκ ἔστιν ἄλλως κατορθωθῆναι, εἰ μὴ ἐκεῖνο κρατήσειε, τὸ μὴ ἐπονομάζεσθαί τινι ἀποτεταγμένως μήτε ἱμάτιον, μήτε σκεῦος, μήτε ἄλλο τι τῶν εἰς τὴν κοινὴν ζωὴν χρησιμευόντων, ἵνα ἕκαστον τούτων τῆς χρείας ᾗ, καὶ μὴ τοῦ κεκτημένου. Καὶ ὥσπερ ἀνάρμοστόν ἐστι 31.884 τῷ μείζονι σώματι τὸ μικρὸν ἱμάτιον, ἢ τῷ μικρο τέρῳ τὸ τελειότερον, ἀλλ' ἑκάστῳ τὸ σύμμετρόν ἐστι καὶ ἐπωφελὲς καὶ εὐάρμοστον· οὕτω καὶ τὰ ἄλλα πάντα, ἡ κλίνη, τὰ στρώματα, τὸ θερμὸν περι βόλαιον, τὸ ὑπόδημα, τοῦ πάνυ χρῄζοντος, οὐχὶ τοῦ κεκτημένου εἶναι ὀφείλει. Καθάπερ γὰρ τῷ φαρμάκῳ ὁ τραυματισθεὶς, οὐχ ὁ ὑγιαίνων, κέχρηται, οὕτω καὶ τῶν πρὸς τὴν ἄνεσιν τοῦ σώματος ἐπινοουμέ νων, οὐχ ὁ τρυφῶν, ἀλλ' ὁ χρῄζων τῆς ἀνέσεως ἀπο λαύει. Ἐπειδὴ δὲ ποικίλα τὰ τῶν ἀνθρώπων ἤθη ἐστὶ, καὶ οὐ πάντες ὁμοίως περὶ τῶν χρησίμων βουλεύον ται, ἵνα μή τις ἀκαταστασία ᾖ, ἑκάστου κατὰ τὸ ἴδιον θέλημα πολιτευομένου, προσήκει τὸν ἐπὶ πάν των ἐπὶ συνέσει καὶ εὐσταθείᾳ καὶ τῇ κατὰ τὴν ζωὴν ἀκριβείᾳ μεμαρτυρημένον διαφέρειν, τοῦτον προστήσασθαι εἰς τὸ καθηγήσασθαι τῶν ἄλλων, ἵνα τὸ ἐν τούτῳ ἀγαθὸν, κοινὸν πάντων τῶν μιμουμένων γένηται. Ὥσπερ γὰρ, εἰ πλείονες ζωγράφοι ἑνὸς προσώπου χαρακτῆρα γράφοιεν, πᾶσαι αἱ εἰκόνες ὁμοίως πρὸς ἀλλήλας ἕξουσι, διὰ τὸ τῷ ἑνὶ ὡμοιῶ σθαι· οὕτω τὰ πολλὰ ἤθη, εἰ πρὸς τὴν τοῦ ἑνὸς μίμησιν βλέποι, πᾶσιν ὁμοίως ὁ ἀγαθὸς τοῦ βίου χα ρακτὴρ ἐπιλάμψει. Προκριθέντος τοίνυν ἑνὸς, ἀργή σει πάντα τὰ μερικὰ θελήματα· πρὸς δὲ τὸ προέχον πάντες οἱ ἐφεξῆς τυπωθήσονται, πεισθέντες τῷ ἀπο στολικῷ παραγγέλματι τῷ κελεύοντι πᾶσαν ψυχὴν ἐξουσίαις ὑπερεχούσαις ὑποτάσσεσθαι· καὶ ὅτι οἱ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Ἡ δὲ ἀληθὴς καὶ τελεία ὑπακοὴ τῶν ὑποχειρίων πρὸς τὸν καθ ηγούμενον ἐν τούτῳ δείκνυται, ἐν τῷ μὴ μόνον τῶν ἀτόπων κατὰ τὴν συμβουλὴν τοῦ προεστῶτος ἀπέχε σθαι, ἀλλὰ μηδὲ αὐτὰ τὰ ἐπαινετὰ χωρὶς τῆς ἐκεί νου γνώμης ποιεῖν.

Ἡ γὰρ ἐγκράτεια καὶ πᾶσα ἡ σωματικὴ κακοπάθεια πρός τι χρησίμως ἔχει· ἀλλ' ἐάν τις, ταῖς ἰδίαις ὁρμαῖς ἀκολουθῶν, τὸ ἀρεστὸν αὐτῷ ποιῇ, καὶ συμβουλεύοντι τῷ προεστῶτι μὴ πεί θηται, μεῖζον τοῦ κατορθώματος ἔσται τὸ πλημ