1

 2

 3

 4

 5

 6

 7

 8

1

Prologus 7 (de judicio dei)

ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΟΙΜΙΟΝ. Περὶ κρίματος Θεοῦ.

Θεοῦ τοῦ ἀγαθοῦ χρηστότητι καὶ φιλανθρωπίᾳ ἐν χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατ' ἐνέργειαν τοῦ ἁγίου Πνεύματος, τῆς μὲν κατὰ παράδοσιν τῶν ἔξωθεν πλάνης ῥυσθεὶς, ἄνωθεν δὲ καὶ ἐξ ἀρχῆς ὑπὸ Χριστιανοῖς γονεῦσιν ἀνατραφεὶς, παρ' αὐτοῖς μὲν ἀπὸ βρέφους καὶ τὰ ἱερὰ γράμματα ἔμαθον, ἄγοντά με πρὸς ἐπίγνωσιν τῆς ἀληθείας. Ὡς δὲ γέ γονα ἀνὴρ, καὶ ἀποδημίαις πολλάκις χρώμενος, πράγμασί τε, ὡς εἰκὸς, ἐντυγχάνων πλείοσιν, ἐν μὲν ταῖς ἄλλαις τέχναις καὶ ἐπιστήμαις τοσαύτην πρὸς ἀλλήλους συμφωνίαν κατεμάνθανον τῶν ἀκρι βῶς μετερχομένων ἑκάστην· ἐν μόνῃ δὲ τῇ Ἐκ κλησίᾳ τοῦ Θεοῦ, ὑπὲρ ἧς Χριστὸς ἀπέθανε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτὴν πλουσίως ἐξέχεε, πολλήν τινα καὶ ὑπερβάλλουσαν τήν τε πρὸς ἀλλήλους καὶ τὴν πρὸς τὰς θείας Γραφὰς διαφωνίαν τῶν πολλῶν ἐθεώρουν· καὶ τὸ φρικωδέστατον, αὐτοὺς τοὺς προ εστῶτας αὐτῆς ἐν τοσαύτῃ μὲν τῇ πρὸς ἀλλήλους διαφορᾷ γνώμης τε καὶ δόξης καθεστῶτας, τοσαύτῃ δὲ τῇ πρὸς τὰς ἐντολὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐναντιότητι χρωμένους, καὶ διασπῶντας μὲν ἀνηλεῶς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐκταράσσον τας δὲ ἀφειδῶς τὸ ποίμνιον αὐτοῦ, ὡς καὶ ἐν αὐτοῖς πληροῦσθαι νῦν, εἴπερ ποτὲ, τῶν Ἀνομοίων ἐπι φυέντων τὸ ὅτι, Ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.

Ταῦτα καὶ τὰ τοιαῦτα ὁρῶν, καὶ πρὸς τούτοις ἐπαπορῶν, τίς καὶ πόθεν ἡ αἰτία τοῦ τοσούτου κα κοῦ, τὰ μὲν πρῶτα, ὥσπερ ἐν βαθεῖ σκότῳ διῆγον, καὶ καθάπερ ἐπὶ ζυγοῦ, ποτὲ μὲν ὧδε, πο τὲ δὲ ἐκεῖσε ἔῤῥεπον· ἄλλου ἄλλως ἢ πρὸς ἑαυτόν με ἕλκοντος, διὰ τὴν πολυχρόνιον τῶν ἀνθρώπων συνήθειαν, ἢ πάλιν ἄλλως ἀπωθουμένου διὰ τὴν ἐν ταῖς θείαις Γραφαῖς ἐπιγινωσκομένην ἀλήθειαν. Ἐπιπολὺ δὲ τοῦτο πάσχων, καὶ τὴν αἰτίαν ἣν εἶπον 31.656 πολυπραγμονῶν, εἰς μνήμην ἦλθον τῆς βίβλου τῶν Κριτῶν, ἱστορούσης μὲν, ὅτι ἕκαστος τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει, δηλούσης δὲ καὶ τὴν αἰτίαν ἐν τῷ εἰπεῖν ὅτι, Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ. Τούτων τοίνυν ἐπι μνησθεὶς, ἐλογισάμην καὶ περὶ τῶν παρόντων ἐκεῖνο, ὅπερ εἰπεῖν μὲν φοβερὸν ἴσως καὶ παράδοξον, κατα νοῆσαι δὲ ἀληθέστατον· ὅτι μήποτε καὶ νῦν παρὰ τὴν τοῦ ἑνὸς καὶ μεγάλου τοῦ ἀληθινοῦ καὶ μόνου τῶν ὅλων βασιλέως καὶ Θεοῦ ἀθέτησιν ἡ τοσαύτη διαφωνία καὶ μάχη τῶν ἐν τῇ Ἐκκλησίᾳ γίνεται, ἑκάστου τῆς μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας ἀφισταμένου, λογισμοὺς δέ τινας καὶ ὅρους ἰδίους ἐκδικοῦντος ἐξ αὐθεντίας, καὶ μᾶλλον ἄρχειν ἀπ' ἐναντίας τοῦ Κυρίου, ἢ ἄρχεσθαι ὑπὸ τοῦ Κυρίου βουλομένου. Τοῦτο δὴ λογισάμενος, καὶ πρὸς τὸ ὑπερβάλλον τῆς ἀσεβείας ἐπτοημένος, ἐπὶ πλεῖόν τε ἐρευνῶν, ἐπειθόμην οὐδὲν ἧττον καὶ ἐκ τῶν ἐν τῷ βίῳ πραγμάτων ἀληθῆ εἶναι τὴν προει ρημένην αἰτίαν. Ἑώρων γὰρ πᾶσαν μὲν πλήθους εὐταξίαν τε καὶ συμφωνίαν ἄχρι τότε κατορθουμένην, ἄχρις ἂν ἡ πρὸς ἕνα τινὰ τὸν ἄρχοντα σώζεται κοινὴ τῶν ἄλλων εὐπείθεια· πᾶσαν δὲ διαφωνίαν καὶ διάστασιν, ἔτι τε πολυαρχίαν, ἐξ ἀναρχίας ὁδο ποιουμένην. Ἐγὼ δὲ εἶδόν ποτε καὶ μελισσῶν πλῆ θος νόμῳ φύσεως στρατηγούμενον, καὶ κατακολου θοῦν εὐτάκτως τῷ ἰδίῳ βασιλεῖ. Καὶ πολλὰ μὲν ἐγὼ τοιαῦτα εἶδον, πολλὰ δὲ ἤκουσα· ἴσασι δὲ καὶ πλείονα οἱ περὶ ταῦτα ἠσχολημένοι, ὡς καὶ ἐκ τούτων ἀλη θὲς δείκνυσθαι τὸ λεγόμενον.