1

 2

 3

 4

1

Sermo 13 (sermo asceticus)

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ.

Ὁ ἄνθρωπος κατ' εἰκόνα Θεοῦ ἐγένετο καὶ ὁμοίωσιν· ἡ δὲ ἁμαρτία τὸ κάλλος τῆς εἰκόνος ἠχρείω σεν, εἰς τὰς ἐμπαθεῖς ἐπιθυμίας τὴν ψυχὴν καθ έλκουσα. Ὁ δὲ Θεὸς, ὁ ποιήσας τὸν ἄνθρωπον, ἡ ἀληθινή ἐστι ζωή. Ὁ οὖν ἀπολέσας τὴν πρὸς τὸν Θεὸν ὁμοιότητα ἀπώλεσε τὴν πρὸς τὴν ζωὴν οἰ κειότητα· τὸν δὲ ἐκτὸς τοῦ Θεοῦ ὄντα, ἐν τῇ μακα ρίᾳ ζωῇ γενέσθαι ἀμήχανον. Οὐκοῦν ἐπανέλθωμεν εἰς τὴν ἐξ ἀρχῆς χάριν, ἧς διὰ τῆς ἁμαρτίας ἠλλο 31.872 τριώθημεν. Καὶ πάλιν κατὰ τὴν τοῦ Θεοῦ εἰκόνα ἑαυτοὺς καλλωπίσωμεν, διὰ τῆς ἀπαθείας ὁμοιω θέντες τῷ κτίσαντι. Ὁ γὰρ τὸ ἀπαθὲς τῆς θείας φύ σεως, καθώς ἐστι δυνατὸν, ἐφ' ἑαυτοῦ μιμησάμενος, οὗτος ἐπανέλαβεν ἐπὶ τῆς ἰδίας ψυχῆς τοῦ Θεοῦ τὴν εἰκόνα. Ὁ δὲ ὁμοιωθεὶς τῷ Θεῷ κατὰ τὸν ῥηθέντα τρόπον, καὶ τῆς θείας ζωῆς ἐκτήσατο πάντως τὴν ὁμοιότητα, εἰς τὸ διηνεκὲς παραμένων τῇ ἀϊδίῳ μακαριότητι. Εἰ οὖν διὰ τῆς ἀπαθείας τὴν εἰκόνα τοῦ Θεοῦ πάλιν ἀναλαμβάνομεν, ἡ δὲ πρὸς τὸν Θεὸν ὁμοιότης τὸ διηνεκὲς τῆς ζωῆς ἡμῖν χαρίζεται, πάν των ἀμελήσαντες τῶν ἄλλων, ταύτης γενώμεθα τῆς σπουδῆς, ὥστε μηδενὶ πάθει μηδέποτε καταδυνα στευθῆναι ἡμῶν τὴν ψυχὴν, ἀλλ' ἀκλινῆ καὶ ἀκατά βλητον ἐν ταῖς τῶν πειρασμῶν προσβολαῖς τὴν διάνοιαν ἡμῶν διαμένειν, ἵνα γενώμεθα τῆς θείας μακαριότητος μέτοχοι.

Τῆς δὲ τοιαύτης σπουδῆς συνεργός ἐστιν ἡ παρθενία, τοῖς κατὰ λόγον μετιοῦσι τοῦτο τὸ χάρισμα. Οὐ γὰρ ἐν μόνῳ τῷ φείσασθαι τῆς παιδοποιίας κατορθοῦται τὸ χάρισμα τῆς παρ θενίας, ἀλλ' ἅπας ὁ βίος καὶ ἡ ζωὴ καὶ τὸ ἦθος παρθενεύειν ὀφείλει, διὰ παντὸς ἐπιτηδεύματος τοῦ ἀγάμου τὴν ἀφθορίαν ἐπιδεικνύμενος. Ἔστι γὰρ καὶ λόγῳ πορνεῦσαι, καὶ ὀφθαλμῷ μοιχεῦσαι, καὶ δι' ἀκοῆς μολυνθῆναι, καὶ τῇ καρδίᾳ μίασμα δέξασθαι, καὶ τῇ περὶ τὴν βρῶσιν καὶ πόσιν ἀμετρίᾳ ἐκπεσεῖν τῶν ὅρων τῆς σωφροσύνης. Ὁ γὰρ ἐν τούτοις πᾶσιν ὑπὸ τὸν κανόνα τῆς παρθενίας ἑαυτὸν ἐγκρατεία φυλάσσων ἀληθῶς δείκνυσι τελείαν ἐν ἑαυτῷ διὰ πάν των ἀπηρτισμένην τῆς παρθενίας τὴν χάριν. Οὐκοῦν εἴπερ ἐπιθυμοῦμεν καθ' ὁμοιότητα τοῦ Θεοῦ τὸν χαρακτῆρα τῆς ψυχῆς ἡμῶν διὰ τῆς ἀπα θείας καλλωπισθῆναι, ἵνα διὰ τούτου καὶ ἡ τῆς ζωῆς ἡμῖν ἀϊδιότης προσγένηται, προσέχωμεν ἑαυτοῖς, μήπου τι τῆς ἐπαγγελίας ἀνάξιον ποιοῦντες, ὑπὸ τὸ κρῖμα τοῦ Ἀνανίου γενώμεθα. Ἐξῆν γὰρ τῷ Ἀνανίᾳ τὴν ἀρχὴν μὴ ἐπαγγείλασθαι τῷ Θεῷ τὴν κτῆσιν· ἀλλ' ἐπειδὴ, πρὸς τὴν ἀνθρωπίνην ἀπιδὼν δόξαν, τὸ μὲν κτῆμα διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ ἀφιέρωσεν, ὡς ἂν θαυμασθείη παρὰ τῶν ἀνθρώπων ἐπὶ τῇ φιλοτιμίᾳ, τοῦ τιμήματος δὲ ἐνοσφίσατο, τοιαύτην ἐκίνησε καθ' ἑαυτοῦ τοῦ Κυρίου τὴν ἀγα νάκτησιν, ἧς ὑπηρέτης ὁ Πέτρος ἦν, ὡς μηδὲ με τανοίας προθεσμίαν εὑρεῖν. Οὐκοῦν πρὸ τῆς ἐπαγ γελίας τοῦ σεμνοῦ βίου ἔξεστι τῷ βουλομένῳ, κατὰ τὸ συγκεχωρημένον καὶ ἔννομον, εἰς ἀκολουθίαν βίου ἐλθεῖν, καὶ ἑαυτὸν ἐπιδοῦναι τῇ συζυγίᾳ τοῦ γάμου· προληφθέντα δὲ διὰ τῆς οἰκείας ὁμολογίας, φυλάσσειν προσήκει ἑαυτὸν τῷ Θεῷ, καθάπερ τι τῶν ἱερῶν ἀναθημάτων, ὡς ἂν μὴ τῷ τῆς ἱεροσυ λίας ἐνέχοιτο κρίματι, τὸ ἀφιερωμένον διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ σῶμα πάλιν τῇ τοῦ κοινοῦ βίου 31.873 ὑπηρεσίᾳ καταῤῥυπώσας.

Λέγω δὲ τοῦτο, οὐ μόνον πρὸς τὸ ἓν εἶδος τοῦ πάθους βλέπων, καθώς τινες οἴονται, ἐν μόνῃ τῇ τοῦ σώματος φυλακῇ τὸ κατ όρθωμα τῆς παρθενίας περισώζοντες, ἀλλὰ τὸ κατὰ πάντα τρόπον παθητικῆς διαθέσεως, τὸν μέλλοντα φυλάσσειν ἑαυτὸν τῷ Θεῷ μηδενὶ τῶν κοσμικῶν παθημάτων ἐμμολυνθῆναι. Ὀργὴ καὶ φθόνος, καὶ μνησικακία, ψεῦδος καὶ ὑπερηφανία, μετεωρισμὸς καὶ ἀκαιρολογία,