1

1

Sermo 14 (De fide)

ΠΕΡΙ ΠΙΣΤΕΩΣ

Θεοῦ τοῦ ἀγαθοῦ χάριτι, τῷ προσερχομένῳ, ὑγιαίνουσι λόγοις τοῖς τοῦ

κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, λάμπει ὡς φῶς ἡ τῶν χριστιανῶν πίστις, ἣν διὰ βραχέων ὑμῖν παραθήσομαι· ἵνα ὑμεῖς ἡ τοῦ θεοῦ ἐκκλησία, ὥσπέρ τι πλοῖον ἀχείμαστον κυβερνήτην ἔχων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, εἰς τὸν αὐτοῦ ἅγιον καὶ γαληνὸν λιμένα ὁρμισθῆτε, μήποτέ τινι τρικυμίᾳ τῇ τῶν αἱρετικῶν διδασκαλίᾳ βαπτισθέντες, περὶ τὴν πίστιν ναυαγήσητε. Παρατίθεμαι δὲ ὑμῖν αὐτὴν τοῦ κυρίου τὴν πίστιν διὰ βραχέων ὡς ἔφην· πέφυκε γὰρ τὰ διὰ συντομωτέρας ἐκθέσεως, ῥᾷον παραμένειν τοῖς ἀκούουσιν. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, τῇ περὶ τὸ ἴδιον πλάσμα εὐσπλαγχνίᾳ, ἐλθὼν ἐπὶ γῆς ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, καὶ διὰ παρθένου ἁγίας σαρκωθείς, καὶ πάντα τὰ θαύματα ἐκεῖνα ἃ διὰ τῶν εὐαγγελίων μεμαθήκαμεν ἐργασάμενος ὡς θεός, καὶ διὰ πάσης τῆς ἀγαθότητος αὐτοῦ τὸ τῶν ἀνθρώπων εὐεργετήσας γένος, καὶ πᾶν ὁτιοῦν τῶν ἀνηκέστων διὰ τὴν ἡμετέραν σωτηρίαν παθὼν παρὰ τῶν εὐεργετηθέντων, τέλος ἐσταυρώθη, καὶ σταυρωθεὶς ἀπέθανε, καὶ ἀποθανὼν ἠγέρθη τῇ τρίτῃ ἡμέρᾳ. Καὶ μετὰ τὸ ἐγερθῆναι αὐτόν, καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν φιλάνθρωπον πληρῶσαι οἰκονομίαν, ὅτε ἤμελλεν ἀναλαμβάνεσθαι ὅθεν κατέβη, παρέδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς τὴν πίστιν· ἀπελθόντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.

Ἡμεῖς τοίνυν κατὰ τὴν παράδοσιν τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, καὶ κατὰ τὴν πίστιν τῶν ἐν Νικαίᾳ συναχθέντων ἁγίων πατέρων τριακοσίων δεκὰ καὶ ὀκτώ, ὡς παρελάβομεν οὕτως καὶ βαπτίζομεν, εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· ὡς δὲ βαπτίζομεν, οὕτω καὶ πιστεύομεν, εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· ὡς δὲ πιστεύομεν, οὕτως καὶ δοξάζομεν, πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. Ταύτην τὴν πίστιν τηρήσωμεν παρακαλῶ, μέχρι τῆς ἐπιφανείας αὐτοῦ τοῦ παραδεδωκότος ἡμῖν κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, χάριτι τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ μονογενεῖ αὐτοῦ υἱῷ καὶ τοῦ ἁγίῳ καὶ ἀγαθῷ πνεύματι, νῦν καὶ ἀεῖ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων, ἀμήν.