1

1

Sermo 16 (De calumnia)

Ἀδελφέ, ἐὰν ἀπόντος σου συμβῆσαι λοιδορηθῆναι ὑπό τινος, καὶ ἐλθὼν ἕτερος ἐπαγγείλῃ σοι ὅτι ὁ δεῖνα ἀδελφὸς ἐλοιδόρησέ σε, σὺ ὡς φρόνιμος ἐπίγνωθι τίνος ἡ ἐπιβουλή. Καὶ μὴ πικράνθῃς κατὰ τοῦ ἀδελφοῦ σου. Εἰπὲ δὲ καὶ τῷ ἐλθόντι καὶ μηνύσαντί σοι οὕτως· εἰ καὶ ὑβρῖσαί με ἀδελφός μου τυγχάνει, ὅμως οὐκ ἀφ' ἑαυτοῦ τοῦτο ἐποίησε· τοῦτο ὁ πονηρὸς παρεσκεύασεν, ἵνα μάχην βάλῃ ἀναμεταξὺ ἡμῶν· ὁ δὲ κύριος τὸν πονηρὸν καταργήσει, τὸν δὲ ἀδελφόν μου ἐλεήσει, καὶ ἡμᾶς μὴ ἐγκαταλείπῃ.