Homilia in occursum domini
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου Ἱεροσολύμων λόγος εἰς τὴν ὑπαπάντην τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ
καὶ εἰς τὸν Συμεῶνα τὸν θεοδόχον. 1 Χαῖρε σφόδρα, θύγατερ Σιών. κήρυττε χαράν, θύγατερ Ἱερουσαλήμ. χόρευε λαὸς πόλεως τῆς τοῦ θεοῦ. σκιρτήσατε πύλαι καὶ τείχη Σιὼν καὶ πᾶσα ἡ γῆ. βοήσατε τὰ ὄρη, καὶ οἱ βουνοὶ μεγάλα σκιρτήσατε. ποταμοὶ κροτήσατε χεῖρας, καὶ ὄχλοι Σιὼν περιλάβετε, θεοῦ παρουσίαν ἐν αὐτῇ βλέποντες. συμφωνείτω σήμερον τὰ οὐράνια τοῖς ἐπιγείοις, καὶ ἀνυμνείτω ἡ ἄνω μετὰ τῆς κάτω Ἱερουσαλήμ, διὰ Χριστὸν τὸν ἐν αὐτῇ, οὐράνιον καὶ ἐπίγειον. οὐράνιον νοεραὶ δυνάμεις περιχορεύσατε, ἐπίγειον οἱ ἐπὶ τῆς γῆς σὺν ἀγγέλοις ὑμνήσατε. 2 Σήμερον γὰρ ὤφθη ὁ θεὸς τῶν θεῶν ἐν Σιών. σήμερον δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ Ἱερουσαλήμ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου ἄνοιγε τὰς πύλας τῷ ἀνοίξαντι πᾶσι τὰς οὐρανίους πύλας καὶ ἀνοίξαντι πᾶσι τὰς παραδείσου πύλας καὶ ἀνοίξαντι τῶν τάφων ἐπὶ σταυροῦ τὰς πύλας καὶ συντρίψαντι ᾅδου τὰς ἀπ' αἰῶνος πύλας καὶ συγκλείσαντι παραδόξως τῆς παρθενίας τὰς πύλας. Σήμερον ὁ πάλαι τῷ Μωσῇ χρηματίσας ἐπὶ τοῦ ὄρους Σινᾶ θεοπρεπῶς πληροῖ τὸν νόμον ὑπὸ νόμον γενόμενος δουλοπρεπῶς. σήμερον ὁ θεὸς ἀπὸ Θαιμὰν ἐν Σιὼν ἔρχεται. σήμερον ὁ οὐράνιος νυμφίος μετὰ θεομήτορος παστάδος ἐν τῷ ναῷ παραγίνεται. θυγατέρες Ἱερουσαλὴμ ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ. τὰς λαμπάδας φαιδρῶς τῷ φωτὶ τῷ ἀληθινῷ ἐξάψατε, τοὺς χιτῶνας τῶν ψυχῶν τῷ νυμφίῳ Χριστῷ εὐτρεπίσατε. 3 Μετὰ τῆς Σιὼν οἱ τῶν ἐθνῶν λαοὶ φωτοφοροῦντες ὑπαντήσωμεν. ἐν τῷ ναῷ σὺν τῷ ναῷ καὶ θεῷ καὶ Χριστῷ συνεισέλθωμεν. μετὰ ἀγγέλων τὸν τῶν ἀγγέλων ὕμνον βοήσω μεν· ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ. πλήρη τὰ πέρατα τοῦ κόσμου τῆς ἀγαθότητος αὐτοῦ. πλήρης πᾶσα ἡ κτίσις τῆς αἰνέσεως αὐτοῦ. πλήρης πᾶσα ἡ ἀνθρωπότης τῆς συγκαταβάσεως αὐτοῦ. τὰ οὐράνια, τὰ ἐπίγεια, τὰ καταχθόνια πλήρη τῆς εὐσπλαγχνίας αὐτοῦ, πλήρη τοῦ ἐλέους αὐτοῦ, πλήρη τῶν οἰκτιρμῶν, πλήρη τῶν δωρεῶν, πλήρη τῶν εὐεργεσιῶν αὐτοῦ. 4 Τοιγαροῦν πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. πάντα τὰ πέρατα τῆς γῆς δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ. πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. πᾶσα ἡ γῆ προσκυνησάτω, πᾶσα γλῶσσα ᾀσάτω, πᾶσα ψαλλέτω, πᾶσα δοξολογησάτω παιδίον θεόν, τεσσαρακονθήμερον καὶ προαιώνιον, παιδίον μικρὸν καὶ παλαιὸν τῶν ἡμερῶν, παιδίον θηλάζον καὶ τῶν αἰώνων ποιητήν. Βρέφος βλέπω καὶ θεόν μου γνωρίζω, βρέφος θηλάζον καὶ τὸν κόσμον διατρέφον, βρέφος κλαυθμυρίζον καὶ κόσμῳ ζωὴν καὶ χαρὰν χαριζόμενον, βρέφος σπαργανούμενον καὶ τῶν σπαργάνων με τῆς ἁμαρτίας λυτρούμενον, βρέφος ἐν ἀγκάλαις μητρὸς μετὰ σαρκὸς ἀληθῶς ἀνελλιπῶς ἐπὶ γῆς, καὶ αὐτὸν καὶ ἐν κόλποις τοῦ πατρὸς ἀληθῶς καὶ ἀνελλιπῶς ἐν οὐρανοῖς. 5 Βρέφος βλέπω ἐκ Βηθλεὲμ εἰς Ἱερουσαλὴμ εἰσερχόμενον καὶ τῆς ἄνω Ἱερουσαλὴμ οὐδαμῶς χωριζόμενον. βρέφος βλέπω νομικῶς τῷ ναῷ θυσίαν προσάγων ἐπὶ γῆς, ἀλλ' αὐτὸ τὰς πάντων εὐσεβεῖς θυσίας δεχόμενον ἐν οὐρανοῖς, αὐτὸν ἐν ἀγκάλαις τοῦ πρεσβύτου οἰκονομικῶς καὶ αὐτὸν ἐν θρόνοις χερουβικοῖς θεοπρεπῶς, αὐτὸν προσφερόμενον καὶ ἁγνιζόμενον καὶ αὐτὸν τὰ πάντα ἁγνίζοντα καὶ καθαίροντα. αὐτὸς τὸ δῶρον καὶ αὐτὸς ὁ ναὸς ὤν. αὐτὸς ὁ ἀρχιερεὺς καὶ αὐτὸς τὸ θυσιαστήριον, αὐτὸς τὸ ἱλαστήριον [καὶ αὐτὸς ὁ πρεσβεύων]. καὶ αὐτὸς ὁ προσφέρων καὶ αὐτὸς ὁ ὑπὲρ κόσμου θυσία προσφερόμενος, καὶ αὐτὸς τὰ ξύλα τῆς ζωῆς καὶ τῆς γνώσεως, αὐτὸς ὁ ἀμνὸς καὶ αὐτὸς τὸ πῦρ ὑπάρχων. αὐτὸς ἡ ὁλοκαύτωσις καὶ αὐτὸς ἡ μάχαιρα