Homilia in paralyticum juxta piscinam jacentem
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ΚΥΡΙΛΛΟΥ ἀρχιεπισκόπου Ἱεροσολύμων ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΠΑΡΑΛΥΤΙΚΟΝ τὸν ἐπὶ τὴν κολυμβήθραν.
1 Ὅπου ἂν φανῇ Ἰησοῦς, ἐκεῖ καὶ ἡ σωτηρία. κἄν τε γὰρ ἴδῃ τελώνην καθήμενον ἐπὶ τοῦ τελωνίου, τοῦτον ἀπόστολον ποιεῖ καὶ εὐαγγελιστήν, κἄν τε μετὰ νεκρῶν ταφῇ, νεκροὺς ἐγείρει. καὶ τυφλοῖς μὲν τὸ βλέπειν χαρίζεται, κωφοῖς δὲ τὸ ἀκούειν. καὶ τὰς κολυμβήθρας περιέρχεται, οὐ τὰς οἰκοδομὰς ζητῶν, ἀλλὰ τοὺς νοσοῦντας ἰατρεύων. 2 Ἐν γὰρ τοῖς Ἱεροσολύμοις ἦν προβατικὴ κολυμβήθρα πέντε στοὰς ἔχουσα, τέσσαρας μὲν περιτρεχούσας, μέσην δὲ τὴν πέμπτην, ἐν ᾗ κατέκειτο πλῆθος ἀσθενούντων. καὶ ἀπιστία ἦν πολλὴ τῶν Ἰουδαίων. ὁ δὲ τῶν ψυχῶν καὶ σωμάτων ἰατρὸς καὶ θεραπευτὴς μέτρῳ τὴν ἴασιν ἐχαρίζετο, τὸν πολυχρόνιον πρῶτον θεραπεύων, ἵνα τάχιον ἀπαλλαγῇ τῶν ἀλγηδόνων. οὐ γὰρ μία ἡμέρα ἦν αὐτῷ κατακεῖσθαι, ὡς οὐδὲ δευτέρα, οὐδὲ πρῶτος μὴν ἢ ἐνιαυτός, ἀλλ' ὀκτὼ καὶ τριάκοντα ἔτη. κατακείμενος πολυχρονίῳ νόσῳ γνώριμος ἦν τοῖς ὁρῶσιν, καὶ δεικνύων τοῦ θεραπεύοντος τὴν ἐνέργειαν. ἐγνωρίζετο γὰρ ὑπὸ πάντων διὰ τὸν χρόνον ὁ παραλυτικός. ὁ δὲ ἀρχιατρὸς ἐδείκνυ μὲν τὴν δύναμιν, ἠθετεῖτο δὲ ὑπὸ τῶν κακῶς ἐκδεχομένων. 3 Περιερχόμενος δὲ τὴν κολυμβήθραν ἴδεν, οὐκ ἐξ ἐρωτήσεως μαθών, ἀλλ' ἐκ θεϊκῆς ἐνεργείας τὸ λεῖπον ἀπεπλή ρωσεν. ἰδών, οὐκ ἐρωτῶν, ἐκ πόσου χρόνου κατάκειται, ἀλλ' ἰδὼν ἔγνω, ὁ καὶ πρὸ τοῦ ἰδεῖν εἰδώς. εἰ γὰρ ἐπὶ τῶν κατὰ καρδίαν οὐ χρείαν εἶχεν ἵνα τις αὐτὸν ἐρωτήσῃ περὶ τοῦ ἀνθρώπου (αὐτὸς γὰρ ᾔδει, τί ἦν ἐν τῷ ἀνθρώπῳ), πολὺ δὲ μᾶλλον περὶ τῶν νοσημάτων, ὧν ἔξωθεν ἡ ἐπαγωγή. 4 Εἶδεν τινὰ κατακείμενον καὶ πλείστῃ νόσῳ βεβαρημένον. ἁμαρτιῶν γὰρ εἶχε πολὺ φορτίον καὶ νόσου πολυχρόνιον ἀλγηδόνα. πρὸς τοῦτον ἐρώτημά πως λέγει τὸ ποθούμενον· θέλεις ὑγιὴς γενέσθαι; καὶ οὐκ εἶπεν τὶ ἄλλο, ἀλλὰ κατέλειπεν τῇ μεσότητι τῆς ἐρωτήσεως. διπλῆ γὰρ ἦν ἡ ἐρώτησις. ἐπειδὴ γὰρ οὐ μόνον ἐνόσει τὸ σῶμα, ἀλλὰ καὶ τὴν ψυχήν, (κατὰ τὸ ὕστερον ὑπ' αὐτοῦ εἰρημένον, ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται,) ἠρώτα αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὢ μεγάλης ἰατροῦ δυνάμεως, ἐπὶ τῷ θέλειν τὴν βοήθειαν τιθεμένου. ἐπειδὴ γὰρ ἐκ πίστεως ἡ σωτηρία, διὰ τοῦτο ἤκουσε τὸ θέλεις, ἵνα τὸ θέλειν ἐπαγάγῃ τὴν ἐνέργειαν. τοῦτο μόνου τοῦ Ἰησοῦ τὸ ῥῆμα. ἀρχιάτρων γὰρ οὐκ ἔστιν αἰσθητῶν. οἱ γὰρ τὰ αἰσθητὰ νοσήματα θεραπεύοντες οὐ δύνανται πᾶσιν λέγειν· θέλεις ὑγιὴς γενέσθαι; Ἰησοῦς δὲ καὶ τὸ θέλειν χαρίζεται, καὶ τὸ πιστεύειν λαμβάνει, καὶ τὴν δωρεὰν ἀμισθὶ χαρίζεται. 5 Περιῄει ποτὲ ὁ σωτὴρ κατὰ τὴν ὁδόν, καὶ τυφλοὶ δύο ἐκαθέζοντο, ἀβλεπτοῦντες μὲν τῷ σώματι, πεφωτισμένοι δὲ τὴν διάνοιαν. ὅνπερ γὰρ οὐκ ᾔδεισαν γραμματεῖς, τοῦτον ἐδείκνυον οἱ τυφλοὶ βοῶντες. οἱ μὲν γὰρ φαρισαῖοι τὸν νόμον μεμαθηκότες καὶ ἐκ παιδίου ἕως γήρως μεμελετηκότες καὶ ἐν ἀμαθίᾳ γεγηρακότες ἔλεγον, ὅτι τοῦτον οὐκ οἴδαμεν πόθεν ἐστίν. εἰς γὰρ τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. οἱ δὲ τυφλοὶ ἐπεβόων λέγοντες, υἱὲ ∆αβίδ, ἐλέησον ἡμᾶς. καὶ ὅνπερ οὐκ ᾔδεισαν οἱ τὸν νόμον μεμαθηκότες, τοῦτον ᾔδεισαν οἱ τοὺς ὀφθαλμοὺς μὴ ὑπηρετήσαντας εἰς ἀνάγνωσιν ἔχοντες. Τούτοις προσελθὼν ὁ σωτὴρ ἔλεγεν· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; καὶ τὸ τί θέλετε ἵνα ποιήσω ὑμῖν; οὐκ εἶπεν, τί θέλετε ἵνα εἴπω ὑμῖν, ἀλλά, τί θέλετε ἵνα ποιήσω ὑμῖν. ποιητὴς γὰρ ἦν καὶ ζωοδότης, οὐ νῦν ἀρξάμενος ποιεῖν. ὁ πατὴρ γὰρ αὐτοῦ πάντοτε ἐργάζεται, καὶ αὐτὸς τῷ πατρὶ συνεργάζεται, καὶ ποιητὴς ἦν τῶν ὅλων νεύματι πατρός. αὐτὸς δὲ μόνος ἐκ μόνου ἀμεσιτεύτως γεννηθεὶς ἐρωτᾷ τοὺς τυφλούς, λέγων· τί θέλετε ἵνα ποιήσω ὑμῖν; οὐκ ἀγνοῶν τί θέλουσιν, (φανερὸν γὰρ ἦν τὸ πρᾶγμα,) ἀλλ' ἐκ τῶν