Mystagogiae

 πᾶσά ἐστιν ἁμαρτία, ᾗ καὶ ἀποτάσσεσθαι ἀναγκαῖον, ὡσεὶ καὶ τύραννόν τις ἀποφυγὼν πάντως που καὶ τὰ τούτου ὅπλα ἀπέφυγε. Πᾶσα οὖν κατ' εἶδος ἁμαρτία ἐγ

 ἐπὶ δὲ τοῦ ἁγίου τῆς παλιγγενεσίας λουτροῦ, ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· οὐκ ἔτι γὰρ πενθεῖς, ἐκδεδυμένος τὸν παλαιὸν ἄνθρωπον· ἀλλ

 ἀμφοτέρων τούτων ποιητικός, καὶ σύνδρομος ἐγίνετο τῷ θανάτῳ ἡ γέννησις ἡ ὑμετέρα. 2.5 Ὢ ξένου καὶ παραδόξου πράγματος· οὐκ ἀληθῶς ἀπεθάνομεν, οὐδ' ἀλη

 ἐχρίσθη, ἀλλ' ὁ Πατὴρ αὐτὸν Σωτῆρα προχειρισάμενος τοῦ παντὸς κόσμου Πνεύματι ἔχρισεν ἁγίῳ, ὡς Πέτρος φησίν· Ἰησοῦν τὸν Ναζωραῖον, ὃν ἔχρισεν ὁ Θεὸς

 μύρου τούτου, ὡς μυστικοῦ, φησί· Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη. Τούτῳ οὖν χρισθέντες τῷ ἁγίῳ μύρῳ, τηρήσατε

 ἄφεσιν ἁμαρτιῶν. 4.8 ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν ταύτην αἰνιττόμενος τὴν χάριν ἐν τῷ Ἐκκλησιαστῇ λέγει· ∆εῦρο, φάγε ἐν εὐφροσύνῃ ἄρτον σου, τὸν πνευματ

 ἱερεὺς κατ' ἐκείνην τὴν ὥραν πάντας ἀφιέναι φροντίδας βιωτικάς, μερίμνας κατ' οἶκον, καὶ ἔχειν ἐν οὐρανῷ τὴν καρδίαν πρὸς τὸν φιλάνθρωπον Θεόν. Εἶτα ἀ

 ἀμνηστίαν καὶ χάριτος μετουσίαν, ὡς καὶ Πατέρα ἐπικαλεῖσθαι. Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὶ δὲ εἶεν ἂν καὶ οἱ τὴν τοῦ ἐπουρανίου φοροῦντες εἰ

 ἐστι τὸ ἀπὸ πειρασμοῦ ῥυσθῆναι. 5.18 Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Εἰ ἦν τὸ Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν τοῦ μηδόλως πειρασθῆ ναι παραστατι

Mystagogiae

ΜΥΣΤΑΓΩΓΙΑ ΠΡΩΤΗ ΠΡΟΣ ΤΟΥΣ ΝΕΟΦΩΤΙΣΤΟΥΣ Καὶ ἀνάγνωσις ἐκ τῆς Πέτρου ἐπιστολῆς αʹ καθολικῆς, ἀπὸ τοῦ· Νήψατε, γρηγορήσατε, ἕως τέλους τῆς ἐπιστολῆς· τοῦ αὐτοῦ Κυρίλλου καὶ Ἰωάννου ἐπισκόπου.

1.1 Ἐπόθουν ὑμῖν καὶ πάλαι, ὦ γνήσια καὶ ἐπιπόθητα τῆς Ἐκκλησίας τέκνα, περὶ τῶν πνευματικῶν τούτων καὶ ἐπουρανίων διαλεχθῆναι μυστηρίων. Ἀλλ' ἐπειδὴ σαφῶς ἠπιστάμην ὄψιν ἀκοῆς πολλῷ πιστοτέραν εἶναι, ἀνέμενον τὸν παρόντα καιρόν, ὅπως εὐπροσαγωγοτέρους ὑμᾶς περὶ τῶν λεγομένων ἐκ ταύτης λαβὼν τῆς ἑσπέρας εἰς τὸν φωτεινότερον καὶ εὐωδέστερον λειμῶνα τοῦδε τοῦ παραδείσου χειραγωγήσω. Ἄλλως δὲ καὶ χωρητικοὶ τῶν θειοτέρων κατέστητε μυστηρίων, τοῦ θείου καὶ ζωοποιοῦ βαπτίσματος. Ἐπεὶ τοίνυν λοιπὸν τῶν ἐντελεστέρων δεῖ μαθημάτων παρατιθέναι τράπεζαν, φέρε ταῦτα ὑμᾶς ἀκριβῶς παιδεύσωμεν, ἵνα εἰδῆτε τὴν ἔμφασιν τὴν πρὸς ὑμῶν κατ' ἐκείνην γενομένην τοῦ βαπτίσματος τὴν ἑσπέραν. 1.2 Εἰσῄειτε πρῶτον εἰς τὸν προαύλιον τοῦ βαπτίσματος οἶκον, καὶ πρὸς τὰς δυσμὰς ἑστῶτες ἠκούετε καὶ προσετάττεσθε ἐκτείνειν τὴν χεῖρα, καὶ ὡς παρόντι ἀπετάττεσθε τῷ Σατανᾷ. Χρὴ δὲ τοῦτο ὑμᾶς εἰδέναι, ὅτι ἐν παλαιᾷ ἱστορίᾳ οὗτος κεῖται ὁ τύπος. Ὅτε γὰρ Φαραώ, ὁ πικρότατος καὶ ὠμότατος τύραννος, κατέθλιβε τῶν Ἑβραίων τὸν ἐλεύθερον καὶ εὐγενῆ λαόν, ὁ Θεὸς ἀπέστειλε τὸν Μωϋσῆν ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς πονηρᾶς τῶν Αἰγυπτίων δουλείας. Καὶ αἵματι μὲν ἀμνοῦ ἐχρίοντο αἱ φλιαί, ἵνα φύγῃ ὁ ὀλοθρεύων τοὺς τὸ σημεῖον ἔχοντας τοῦ αἵματος οἴκους, παραδόξως δὲ ἠλευθεροῦτο ὁ τῶν Ἑβραίων λαός. Ἐπειδὴ δὲ καὶ ἐλευθερωθέντας κατεδίωξε καὶ παραδόξως εἶδε τὴν θάλασσαν αὐτοῖς τεμνομένην, ὅμως ἐχώρει, ἴχνεσιν ἴχνη συμβάλλων, καὶ παραχρῆμα ὑποβρύχιος ἐγίνετο, καταποντούμενος ἐν θαλάσσῃ ἐρυθρᾷ. 1.3 Μετάβηθί μοι λοιπὸν ἀπὸ τῶν παλαιῶν ἐπὶ τὰ νέα, ἀπὸ τοῦ τύπου ἐπὶ τὴν ἀλήθειαν. Ἐκεῖ Μωϋσῆς ἀπὸ τοῦ Θεοῦ εἰς Αἴγυπτον πεμπόμενος, ἐνταῦθα Χριστὸς ἐκ τοῦ Πατρὸς εἰς τὸν κόσμον ἀποστελλόμενος· ἐκεῖ, ἵνα ἐξαγάγῃ λαὸν ἐξ Αἰγύπτου θλιβόμενον, ὧδε Χριστός, ἵνα ῥύσηται τοὺς ἐν τῷ κόσμῳ ὑπὸ τῆς ἁμαρτίας καταπονουμένους· ἐκεῖ αἷμα ἀμνοῦ ὀλοθρευτοῦ ἦν ἀποτρόπαιον, ἐνταῦθα τοῦ Ἀμνοῦ τοῦ ἀμώμου Ἰησοῦ Χριστοῦ τὸ αἷμα δαιμόνων καθέστηκε φυγαδευτήριον. Ἐκεῖνος ὁ τύραννος κατεδίωκεν ἕως θαλάσσης τὸν παλαιὸν ἐκεῖνον λαόν, καὶ σοὶ ὁ ἰταμός, ὁ ἀναίσχυντος καὶ ἀρχέκακος οὗτος δαίμων ἕως αὐτῶν ἠκολούθει τῶν σωτηρίων ναμάτων. Ἐκεῖνος ὑποβρύχιος ἐν θαλάσσῃ γίνεται, καὶ οὗτος ἐν τῷ σωτηρίῳ ὕδατι ἀφανίζεται. 1.4 Ἀλλ' ὅμως ἀκούεις τεταμένῃ τῇ χειρὶ ὡς πρὸς παρόντα εἰπεῖν· "Ἀποτάσσομαί σοι, Σατανᾶ." Βούλομαι καὶ τίνος ἕνεκεν ἵστασθε πρὸς δυσμὰς εἰπεῖν· ἀναγκαῖον γάρ. Ἐπειδὴ τοῦ φαινομένου σκότους τόπος αἱ δυσμαί, ἐκεῖνος δὲ σκότος τυγχάνων ἐν σκότῳ ἔχει καὶ τὸ κράτος· τούτου χάριν συμβολικῶς πρὸς δυσμὰς ἀποβλέποντες, ἀποτάσσεσθε τῷ σκοτεινῷ ἐκείνῳ καὶ ζοφερῷ ἄρχοντι. Τί οὖν ὑμῶν ἕκαστος ἑστὼς ἔλεγεν; Ἀποτάσσομαί σοι, Σατανᾶ, σοὶ τῷ πονηρῷ καὶ ὠμοτάτῳ τυράννῳ· οὐκέτι σου δέδοικα, λέγων, τὴν ἰσχύν. Κατέλυσε γὰρ ταύτην ὁ Χριστός, αἵματός μοι καὶ σαρκὸς κοινωνήσας, ἵνα διὰ τούτων τῶν παθημάτων καταργήσῃ θανάτῳ τὸν θάνατον, ὅπως μὴ διὰ παντὸς ἔνοχος γένωμαι δουλείας. Ἀποτάσσομαί σοι τῷ δολερῷ καὶ πανουργοτάτῳ ὄφει. Ἀποτάσσομαί σοι ἐπιβούλῳ ὄντι, καὶ προσποιήσει φιλίας πράξαντι πᾶσαν ἀνομίαν, καὶ ἐμποιήσαντι τοῖς ἡμετέροις προγόνοις ἀποστασίαν. Ἀποτάσσομαί σοι, Σατανᾶ, τῷ πάσης κακίας δημιουργῷ καὶ συνεργῷ. 1.5 Εἶτα ἐν δευτέρᾳ λέξει μανθάνεις λέγειν· "Καὶ πᾶσι τοῖς ἔργοις σου." Ἔργα δὲ τοῦ Σατανᾶ,