1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

1

Commentarii in Job

1 ὅπερ ἁρμόζει παντὶ προτιθεμένῳ ἐξέτασιν ποιήσασθα̣ι λόγου τινὸς τὰ εἰς τὴν ὑπόθεσιν προδιαλαμβάνοντι τοῦ λόγου, ἐν τοῖς νῦν ποιητέον, καὶ μάλιστα ε᾿̣π̣εὶ τὸ προκείμενον βιβλίον ὠφελιμώτατον ὑπάρχον οὐκ εὐκαταφρόνητον ἔχει τὴν νόησιν. κινεῖται γὰρ ἐν αὐτῳ῀̣ ὑπὸ τοῦ Ἰὼβ ὅλο̣ς ὁ περὶ τῶν τοῦ θεοῦ κριμάτων λόγος, καὶ ὡς οὐδὲν τῶν συμβαινόντων ἐπιπόνων ἀνθρώποις ἐκτὸς τῆς τοῦ θεοῦ συνχωρήσεως γίνεται, καὶ ἕτερα δογματικὰ θεωρήματα καὶ ἔτι ἐν τῷ προηγουμένῳ λόγῳ καρτερίας πέρι καὶ ὑπομονῆς καὶ τῆς τῶν ἀδιαφόρων καταφρονήσεως- χρημάτων λέγω καὶ κτημάτων καὶ πολυπαιδίας καὶ εὐπαιδίας-, πρὸς τούτοις καὶ τοῦ αὐτεξουσίου φανέρωσις καὶ τῶν ποικίλων δογμάτων διδασκαλία, ὡς καθ' ἕκαστον τῶν λογίων, εἰς ἃ ταῦτά ἐστιν, θεοῦ διδόντος ὀψόμεθα. εἰ δεῖ τοίνυν τῆς ὑποθέσεως, ἀρκτέον. διάφορος ἡ τῆς τι̣μῆς τῶν οὐσιῶν φαίνεται μεταβολή, τοῦτο μὲν σωμάτων φθειρομένων καὶ αὐξομένων, τοῦτο δὲ καὶ προαιρετικῆς συμβαινούσης μεταβολῆς. καὶ ὅσαι μὲν κατὰ σῶμα γίνονται, οὔτε μεμπτὸν ὑποκείμενον οὔτε ἐπαινετὸν δεικνύουσιν. οὐδεὶς γὰρ οὔτε ἐπὶ φθορᾷ σώματος οὔτε ἐπὶ αὐξήσει ἀποδεκτός· ἔξω γὰρ ταῦτα τοῦ ἐφ' ἡμῖν ἐστιν. ὅσα δὲ λογισμῷ προαιρετικῶς κινουμένου 2 τοῦ ἐνεργοῦντος πράττεται, ταῦτα ἢ ψεκτὸν ἢ ἐπαινετὸν αὐτὸν δείκνυσιν. τοῦτο δ' ἀκολουθεῖ τοῖς ἐκ κακίας εἰς ἀρετὴν ἢ ἐξ ἀρετῆς εἰς κακίαν μεταβάλλουσιν. γέ γονεν τοίνυν λογικὴ οὐσία ἀποστάτις θεοῦ, "ἐνώπιον κυρίου παντοκράτορος τραχηλιάσασα". δ αὕτη δ' ἐστὶν ὁ διάβολος οὐ διάβολος γεγενημένη-"ὁ θεὸς" γὰρ "θάνατον οὐκ ἐποίησεν"-, ἀλλὰ τελεία καὶ ἐνάρετος-"πάντα" γὰρ "ὁ θεὸς καλὰ λίαν ἐποίησεν"-, ἥτις ἐκπεσοῦσα τῆς ὀρθῆς καταστάσεως καὶ μακαριότη̣τος φθονεῖ τοῖς ἐπὶ ταύτην τρεπομένοις· "φθόνῳ" γὰρ "διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον". λογίζεται γὰρ ὡς ἔκβολ̣ος πρὸς ἑαυτὸν ὅτι· ἐμποδιστέον τοῖς οὐράνιον ἔχουσιν πολιτείαν, ὅπως μὴ ἐξ ὧν ἐγὼ ἐκπέπτωκα, οὗτοι ἀνέλθωσιν. ἰδίαν γὰρ κατηγορίαν οἴεται τὴν τῶν ἀνθρώπων προκ̣οπήν, διότι αὐτὸς μὲν "ἑωσφόρος" οὐρανῶν καὶ "πρωῒ ἀνατέλλων" ἀστήρ ἐστι καταυγάζων, διὰ δὲ τὸ παρασκευάζειν τοὺς ὑπὸ τοῦ "ἡλίου τῆς δικαιοσύνης" φωτισθησομένους ἐξέπεσεν τῶν οὐρανίων χωρίων. οὗτοι δὲ ω̣·ι̣δ̣·α̣ τῆς ἐναρέτου πολιτείας σπεύδουσιν, οἵτινες πλείονα ῥοπὴν εἰς κακίαν ἔχουσιν. "ἐπιμελῶς" γὰρ "ἡ διάνοια τῶν ἀνθρώπων ἔνκειται ἐπὶ τὰ πονηρά", 3 ὅπερ παραστῆσαι ὁ ἀπόστολος βουλόμενός φησιν· "οὐκ ἀγγέλους κρινοῦμεν;" δηλῶν ὡς ὅτι· ἡμεῖς οἱ τὸν οὐράνιον βίον ζῶντες ἐπὶ γῆς κατακρινοῦμ̣εν τοὺς τὴν ἰδίαν μὴ φυλάξαντας τάξιν, καθὰ καὶ Νινευῖται τοὺς Ἰουδαίους κατακρινοῦσι μὴ πεισθέντας τῷ ςωτῆρι, αὐτοὶ πεπεισμένοι τῶι κηρύγματι Ἰωνᾶ περὶ μετανοίας καταγγείλα̣ντος̣. ἀλλὰ καὶ τὸ περὶ τῆς βασιλίδος Σαβὰ λεγόμενον τῆς αὐτῆς διανοίας ἐ στι παραστατικόν· γυνὴ γὰρ καὶ βασιλὶς καὶ πόρρω καθεστῶσα καὶ διὰ ξένων τοπαρχιῶν διαβαίνειν μέλλουσα πάντα ταῦτα ὑπεριδοῦσα τῆς τοῦ Σολομῶνος σοφίας ἔσπευσεν εἶναι κατήκοος, τῶν Ἰουδαίων ἐγγυ`̣ς ἐχόντων τὸν παιδευτὴν καὶ μηδὲν ἐθελόντων ἐξ αὐτοῦ ὠφεληθῆναι καίτοι πλεῖον ἔχοντος Σολομῶνος. ἐκεῖνος μὲν γὰρ ἐξ αὐτοῦ σοφισθεὶς ὠφέλει, ὁ δὲ ςωτὴρ πρὸς τῇ ἀπὸ τῶν λόγων ὠφελίᾳ καὶ σημείων καὶ τεραστίων ἐπεδείκνυτο θαυματουργι´̣αν ἱκανὴν μεταπείθ̣ειν τοὺς σφόδρα ἀπιστοτάτους· νεκρῶν γὰρ ἀναστάσεις, τυφλῶν ἀναβλέψεις, λεπρῶν καθαρισμοὶ καὶ συνόλως "πάσης νόσου καὶ μαλακίας" ἴασις παρ' αὐτοῦ ἐπετελεῖτο. ὁ φθόνος οὖν ὁ διαβολικὸς οὗτος ἦν, ὅτι ἄνθρωποι τούτων ἐπιλαβέσθαι 4 ἔσπευδον, ὧν αὐτὸς ἐξέπεσεν. διὸ καὶ οὐκ ἀμελεῖ τῆς κατὰ τοῦ γένους ἐπηρείας· ὁ γὰρ "ἀντίδικος ἡμῶν