1
Commentarii in Zacchariam
Εἰς τ̣ο`̣ν̣ Ζα̣χαρίαν
1.1 Ὁ προκείμενος εἰς σαφήνειαν Ζαχαρίας, τῶν ∆ώδεκα Προφητῶν ἑνδέκατος ὑπάρχ̣ων, ὄμμα διανοίας πεφωτισμένον ἔχων, θεοποι̣η̣θ̣εὶς̣ ·α̣· ὑπὸ λόγου τοῦ πρὸς αὐτὸν γεγενημένου, ὀπτασίας μεγάλας εἶδεν καὶ προφητικὸν λόγον πολυτρόπως καὶ πολυειδῶς ἀπήγγειλεν, ἅπερ νοῆσαι προθυμούμενοι ἀπαρξώμεθα τῆς εἰς αὐτὸν σαφηνείας, παρακαλέσαντες «δοθῆναι λόγον ἐν ἀνοίξει τοῦ στόματος», συντρεχόντων καὶ ὑμῶν τῇ προσευχῇ, θαρροῦντες οὕτω τεύξεσθαι τοῦ σπουδαζομένου. 1.2Zach. I, 1: Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ ∆αρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν προφήτην λέγων. 1.3 ∆ευτέρο̣υ̣ ἐνιαυτοῦ ὄντος τῆς βασιλείας ∆αρείου τοῦ Περσῶν βασιλέως, ἐν τῷ ὀγδόῳ μηνὶ τοῦ δευτέρου ἔτους τῆς ἀρχῆς τοῦ κρατ̣ο̣ῦντος, πρὸς τὸν προφήτην Ζαχαρίαν ὁ τοῦ Κυρίου λόγος γέγονεν, διαγορεύων ὡς ὀργὴ μεγάλη ἐπὶ τοὺς πατέρας τῶν ἐλεγχομένων γέγονεν, ἀγαν̣α̣κ̣τ̣οῦντ̣ος Θεου῀̣ κατὰ τῶν ἐγκαλουμένων̣. 1.4 Κ̣α̣λ̣εῖτα̣ι δὲ πρὸς ὃν ο῾̣ λόγος τοῦ Θεοῦ γέγονεν Ζαχαρ̣ίας ῾Ε̣βρα̣ίων φωνῃ῀̣, Ἑλ̣λήνων δὲ μνήμη Θεοῦ ἑρμηνευόμεν̣ος. Πῶς̣ γ̣α`̣ρ̣ ο̣ὐ μνήμη Θεοῦ τυγχάνει ὁ μὴ αλ······α τοῦ Θ̣εοῦ ε̣···ε̣··οις̣ ἐ´̣χων; Τῆς̣ δ' αὐτῆς κατ········οτητος̣ καὶ ὁ Βα̣ρ̣αχίας ἐστὶν καὶ αὐτ·· τη·····ς̣ μνήμης ἐπ̣ω´̣νυμος ὢν̣ πατὴρ τοῦ Ζαχαρίου ··τον̣···· Ἀδδώ. 1.5 Ἦλθεν εἰς ἡμᾶς παράδοσις τότε μνημονεύεσθαι τοὺς τοκέας τῶν προφητῶν ὅταν καὶ αὐτοὶ θεραπευταὶ τοῦ Θεοῦ τυγχάνωσιν. ∆είκνυται δὲ μάλιστα ὡς ὁ προκείμενος προφήτης καὶ οἱ τούτου πατέρες ἐκ τοῦ ἱερατικοῦ γένους ὄντες καὶ ἐκ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου· ὁ γὰρ πατὴρ τοῦ βαπτιστοῦ Ἰωάννου Ζαχαρίας καὶ Βαραχίας ὁ τούτου γονεὺς προσηγορεύοντο. Ὡς ἐπίπαν γὰρ οἱ ὕστεροι ὁμόφυλοι τῶν προλαβόντων, μάλιστα ὅταν ἅγιοι ὦσιν, τὰς κλήσεις ἔχουσιν. 1.6 Μνῆμαι δὲ γίνονται ἐν ταῖς προγραφαῖς τῶν προφητειῶν τῶν προγόνων τῶν εἰς τὸ προφητεύειν κληθέντων ὑπὸ Θεοῦ καὶ χρόνου τῆς προφητείας αὐτῶν. Ἔστιν δὲ ὅτε καὶ πατρίδος ὑπὲρ ἀσφαλείας, ὅπως μὴ ἀπατὴ γένηται ἐξ ὁμωνυμίας ἢ ψευδωνυμίας. 1.7 Γίνεται λόγος Θεοῦ πρός τινα ὅταν μετάσχῃ αὐτοῦ, ὡς γίνεται ἀρετὴ καὶ ἐπιστήμη ἐν σπουδαίῳ ἀνδρὶ καὶ ἐπιστήμονι. Τί δὲ ὑπηχεῖ καὶ διαγορεύει ὁ Θεοῦ λόγος τῷ κατὰ προφητικὸν λόγον πεποιωμένῳ, ἐκ τῶν ἑξῆς ἔσται σαφές. 1.8 Zach. I, 3.2: Τάδε, φησίν, λέγει Κύριος παντοκράτωρ· ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην. 1.9 Ὀργὴ μεγάλη γίνεται ἐπὶ τοὺς μεγάλα ἁμαρτάνοντας καὶ ἀσεβοῦντας· διδόντος γὰρ τοῦ Θεοῦ κριτοῦ «ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ» καὶ κατὰ τὴν πρᾶξιν τῷ παραβαίνοντι τοὺς θείους νόμους, οὐχ ἡ αὐτὴ πᾶσιν ἀπειλεῖται κόλασις, ἀλλὰ σύμμετρος καὶ ἀναλογοῦσα τοῖς ἡμαρτημένοις. Πνεῖ δὲ πολλῆς ἀγαθότητος ἡ ἀπειλή· εἰ γὰρ ἀμυντικῶς ὁ Θεὸς ἐκόλαζεν τοὺς ὑποβεβλημένους τῷ τοῦτο παθεῖν, οὐ προαπήγγελλεν, ἀλλ' ἀμελλητὶ τὴν τιμωρίαν ἐπῆγεν. 1.10 Προστάττεται ὁ κάτοχος τοῦ θείου λόγου εἰς μετάνοιαν προτρέψασθαι τοὺς ἑαλωκότας, φάσκων· «Τάδε λέγει Κύριος παντοκράτωρ· ἐπιστράφητε πρός με», τὰς ἐντολάς μου φυλάσσοντες καὶ τὴν ἀλήθειάν μου ἐπιγιγνώσκοντες· οὕτω γὰρ εὑρήσετέ με ἐπιστραφέντα πρὸς ὑμᾶς. Ἐγὼ μὲν γὰρ ἄτρεπτος καὶ ἀναλλοίωτος ὤν, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ὑπάρχων, δοκῶ ἀποστρέφεσθαι ὑμᾶς καὶ μακρύνεσθαι ὑμῶν ὅταν ὑμεῖς τοῦθ' ὑπομένητε. 1.11 Λέγει γοῦν πρὸς τοὺς ἐλεγχομένους ὡς πρὸς ἕνα πάντας· «Ὅτι σὺ ἐπίγνωσιν ἀπώσω καὶ ἐγὼ ἀπώσομαί σε