1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

1

De trinitate

7.1 Ἐκφεύγειν τοιγαροῦν τὸ ἔγκλημα τὸ περὶ τῆς δόξης τῶν κτιστῶν θεῶν τοὺς πιστεύοντας τῷ υἱῷ ὁ ἔννομος Παῦλος τῷ θεϊκῷ πνεύματι σεσοφισμένος ἐγγυᾶται. 7.2 ἔτι δὲ καὶ "ἀθέους" ἀποκαλεῖ τοὺς πρὸ τούτου ἐκτὸς τοῦ υἱοῦ τὸν θεὸν καὶ πατέρα μόνον ἐγνωκότας, ἐπειδὴ οὐκ ἐν π̣ο̣ι̣ήμασι τ̣ελ̣εῖ, γράφων πῇ μὲν ὅτι «μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτρι̣ω̣μ̣ένοι τῆς ἐλπ̣ι´̣δος τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπ̣αγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κ̣όσμῳ». 7.3 πῇ δέ «ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς-νῦν δὲ γνόντες θεόν, μᾶλλον γν̣ωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δ̣ουλεύειν θ̣έλετε»; 7.4 ἀλλὰ μὴν τοῦ πρεσβυτέρου νόμου τὸ ἀεὶ νέον καὶ οὐκ εἰς γῆρας ἀποκλῖνον σω̣τ̣η´̣ρ̣ιον κήρυγμα τὸ περὶ Χριστοῦ καὶ ἁγίου πνεύματος καὶ τὸν ἐκκλησιαστικὸν θεσμὸν προφερέστερον ἡγεῖται διὰ τὸ τέλ̣ε̣ι̣ο̣ν καὶ τὸ μὴ ἔχειν μήτε ἀνομ ἐνοχλοῦν μήτε ··κάλλιον ἢ μεῖζον χρὴ προτεθη ο·· λόγῳ ἢ τρόπῳ καλλ γὰρ τῷ χρήματι τούτῳ γράφει π̣ε̣π σι τὸ μὲν ὁ´̣τι «ἐγενόμην» «κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος· ἀλλὰ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τ̣ο̣ῦ κυρίου ἡμῶν, δι' ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω». 7.5 Ῥωμαίοις δέ· «εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει, ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε, ὃ οὐκ ἐλάβετε». 7.6 Ἆρα δὲ καὶ πρὸς τί ἀπιδὼν καὶ οἷα διανοηθεὶς ἀκραιφνοῦς θεογνωσίας αὖθις ἴδια γέγραφεν· Κορινθίοις μὲν τὸ δεύτερον ὅτι γε εἰ τῷ υ̣ἱῷ τις καταλλαγῇ, τῷ θεῷ κατηλλάγη κ̣αὶ ὅτ̣ι ἐν Χριστῷ η῾̣ πρὸς τὸν θεὸν σ̣ύμβασίς ἐστι τοῦ κόσμου· 7.7 ἔχει δέ· «ὡς ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώμα̣τα αὐτῶν, καὶ θέμε̣νος ἐν ἡμῖν τὸν λόγον τῆς καταλλαγῆς. ὑπὲρ Χριστοῦ οὖν πρε̣σβεύομεν ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν. δεόμεθα ὑπὲρ Χριστοῦ· καταλλάγητε τῷ θεῷ». 7.8 Καὶ πάλιν ὡς πάντα τὰ ἄλλα ᾶ παρεὶς ἐκήρυττεν μεγάλα αὐχῶν ὅτι καὶ τὸ δοκοῦν ἐπονείδιστον εἶναι Χριστῷ διὰ τὴν φιλάνθρωπον αὐτοῦ οἰκονομίαν, πᾶσαν εὔκλειαν καὶ ῥώμην βρύει, ἐγᾦμαι τοῦτο ποιῶν ἐξ ἔργου, ἵνα καὶ ὁ ἐκ τοῦ ἐνδόξου πάθους τὴν ἀγένητον καὶ ἀκήρατον καὶ ἀναλλοίωτον θεότητα μὴ κατοπτεύων γραφὴν ὑπερηφανίας ὀφλοῖ. 7.9 ἔλεγεν δὲ τοιάδε· «οὐκ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον». Ῥωμαίοις δέ· «δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας». 7.10 διὰ τῆς εἰς τὸν υἱὸν φησ̣ὶ πίστεως δικαιοῦται ὑπὸ θεοῦ ἕκαστος. 7.11 Γαλάταις δέ· «εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν, ἵνα δικα̣ιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ». 7.12 ἐξηγεῖται δὲ καὶ ἑτέρωθι ὅτι «οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ πίστις δ̣ι̣' α᾿̣γάπης ἐνεργουμένη». 7.13 Τοῦ δὲ λόγου βαθύνοντος τὸν νοῦν ἀναπτυκτέον. 7.14 διδάσκειν μὲν οὖν βούλεται ὡς ἡ Χριστοῦ ἐπιφάνεια καινήν̣ τινα καὶ τὴν μόνην πίστιν ἁ´̣πασιν ἀνθρώποις ἐξεύρετο· καθ' ἣν οὐδεμίαν χώραν οὔτε Ἰουδαισμῷ οὔτε Ἑλληνισμῷ καταλέλοιπεν. 7.15 αὕτη δὲ νοηθ̣ε̣ι´̣η̣ ἂν καὶ κατὰ τό· «ἰδο̣υ`̣ τὰ ἀρχαῖα παρῆλθεν, καινὰ γέγονε̣ν πάν τα». καὶ ἵνα συνελ··ε̣ι̣ παύεται μὲν̣ ὁ τὸν̣ θεὸν εἰδὼς νόμου ὡσ μὴ τελεία̣ν τὴν π̣εριτομὴν φησίν. 7.16 ἀνέλαμψεν δὲ εἰς