1

 2

 3

 4

1

Dialexis Montanistae et orthodoxi

Μοντανιστοῦ καὶ Ὀρθοδόξου διάλεξις.

Μοντανιστὴς εἶπεν· Ἡμεῖς τῷ ἁγίῳ Παύλῳ πειθόμενοι Μοντανὸν ἐδεξάμεθα, ὡς ἔχοντα τὸ τέλειον τοῦ ἁγίου πνεύματος, τουτέστιν τὸν παράκλητον. Αὐτὸς γὰρ εἶπεν Παῦλος· Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται· καί· ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν. 450 Ὀρθόδοξος· Ἀληθεύων εἶπεν ὁ ἅγιος Παῦλος ἢ ψευδόμενος; {Μ.} Ἀληθεύων. {Ο.} Κατήργηται οὖν τὰ τοῦ ἀποστόλου; {Μ.} Μὴ γένοιτο. {Ο.} Πῶς οὖν εἶπεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται, ὡς ἀληθεύων ἢ ὡς ψευδόμενος; {Μ.} Αὐτὸς εἶπεν· ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν. {Ο.} Ἀληθῶς λέγεις, ἀλλ' οὐκ ἐνόησας, ὅτι πᾶς λόγος ἐν τῷ αἰῶνι τούτῳ μέρος ἐστὶ τοῦ ἐν τῷ μέλλοντι αἰῶνι φανησομένου μυστηρίου. Νῦν γὰρ πιστεύομεν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα καὶ ἐν τοῖς λόγοις ἔχομεν· τότε δὲ ἡ γνῶσις, ὅτε πρόσωπον πρὸς πρόσωπον ὀψώμεθα. ! Ἄρτι πιστεύομεν, ὅτι αὐτὸς κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ· τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Τῶν οὖν πραγμάτων κατὰ πρόσωπον ὀφθέντων τὸ ἐκ μέρους καταργηθήσεται. Οὐκέτι γὰρ ἀπὸ λόγων ἔχομεν τὴν πίστιν, ἀλλὰ ἀπ' αὐτῆς τῆς θέας, καὶ τοῦτό ἐστιν τὸ ἐκ μέρους καταργηθήσεται. {Μ.} Καταργηθήσεται οὖν καὶ ἡ πίστις; {Ο.} Καταργηθήσεται. Ἀντὶ τοῦ παύεται. Ἀμέλει αὐτῆς ὅλης τῆς περικοπῆς μνησθῶμεν τῇ συνέσει τοῦ πνεύματος. Λέγει δὲ οὕτως· ἡ ἀγάπη οὐδέποτε πίπτει· εἴτε δὲ προφητεία, καταργηθήσεται. Ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται. Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. Βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γιγνώσκωμεν ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. Ὁρᾶς, ὅτι καταργηθήσεται ἐπὶ τὸ βέλτιον· ὅ ἐστι τί; Παρόντων τῶν πιστευομένων παύ 451 σεται ἡ πίστις. Οὐκέτι γὰρ πιστεύομεν, ἀλλ' ὁρῶμεν. Πίστις δὲ βλεπομένη οὐκ ἔστι πίστις. Ὃ γὰρ βλέπει τις, τί καὶ πιστεύει; καὶ τοῦτό ἐστι· βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. Τότε, πότε; ∆ῆλον, ὅτε τὸ τέλος. {Μ.} Ἰδοὺ οὖν ἦλθεν Μοντανὸς ὁ παράκλητος καὶ ἔδωκεν ἡμῖν τὸ τέλειον. {Ο.} Τὸ τέλειον ὅταν ἔλθῃ, τὸ ἐκ μέρους καταργηθήσεται ἢ οὔ; {Μ.} Οὕτως γέγραπται. {Ο.} Ὁρῶμεν δέ, ὅτι Μοντανὸς καταργεῖται ἕως σήμερον· τὰ δὲ τοῦ ἁγίου Παύλου αὔξουσιν. {Μ.} Καί τοι γε ὑμεῖς τὰ Παύλου καταργεῖτε λέγοντος μετὰ Χριστὸν μὴ εἶναι προφήτας. {Ο.} Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ ἃ διδάσκει ἡ ἐκκλησία. Ἡμεῖς γὰρ ἴσμεν, ὅτι καὶ μετὰ Χριστὸν προφῆται. Αὐτὸς γὰρ Ἰησοῦς εἶπεν, ὅτι· Ἰδοὺ ἐγὼ ἀποστελῶ πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν. Καὶ Παῦλος λέγει· Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα, μᾶλλον δέ, ἵνα προφητεύητε. Καὶ πάλιν λέγει· Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν, ὅτι μαίνεσθε; ἐὰν δὲ πάντες προφητεύσωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ καὶ φανερὰ γίνεται ὑπὸ πάντων, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ ἀπαγγέλλων, ὅτι ὄντως Θεὸς ἐστὶν ἐν ἡμῖν. {Μ.} Πῶς οὖν ὑμεῖς λέγετε, ὅτι μετὰ Χριστὸν οὐκ ἐγένετό τις προφήτης; {Ο.} Ἡμεῖς καὶ μετὰ Χριστὸν ὁμολογοῦμεν γεγενῆσθαι προφήτας καὶ